Ὅσης ἡμᾶς εὐφροσύνης ἐνέπλησε τὰ γράμματα τῆς ὁσιότητός σου ἡμεῖς μὲν οὐκ ἂν ῥᾳδίως
ἐνδείξασθαι δυνηθείημεν, ἀσθενοῦντος τοῦ λόγου πρὸς τὴν ἐνάργειαν·
1
αὐτὸς δὲ καὶ παρὰ σεαυτῷ
2
εἰκάζειν ὀφείλεις, τεκμαιρόμενος τῷ κάλλει τῶν ἐπεσταλμένων. τί γὰρ οὐκ εἶχε τὰ γράμματα; οὐ τὴν πρὸς Κύριον ἀγάπην; οὐ τὸ περὶ τοὺς μάρτυρας θαῦμα, οὕτως ἐναργῶς τὸν τρόπον τῆς ἀθλήσεως ὑπογράφοντα, ὥστε ὑπʼ ὄψιν ἡμῖν
3
ἀγαγεῖν τὰ πράγματα; οὐ τὴν περὶ ἡμᾶς αὐτοὺς τιμήν τε καὶ διάθεσιν; οὐχ ὅ τι ἂν εἴποι τις τῶν καλλίστων; ὥστε, ὅτε εἰς χεῖρας τὴν ἐπιστολὴν ἐδεξάμεθα, καὶ ἀνέγνωμεν αὐτὴν πολλάκις, καὶ τὴν βρύουσαν ἐν αὐτῇ χάριν τοῦ Πνεύματος κατεμάθομεν, νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι, ἡνίκα ἤνθουν αἱ ἐκκλησίαι τοῦ Θεοῦ, ἐρριζωμέναι τῇ πίστει, ἡνωμέναι τῇ ἀγάπῃ, ὥσπερ ἐν ἑνὶ σώματι μιᾶς συμπνοίας διαφόρων μελῶν ὑπαρχούσης· ὅτε φανεροὶ μὲν οἱ διώκοντες, φανεροὶ δὲ οἱ διωκόμενοι· πολεμούμενοι δὲ οἱ λαοὶ πλείους ἐγίνοντο, καὶ τὸ αἷμα τῶν μαρτύρων ἄρδον τὰς ἐκκλησίας πολυπλασίονας τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας ἐξέτρεφε, τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς. τότε Χριστιανοὶ μὲν πρὸς ἀλλήλους εἰρήνην ἤγομεν,
4
εἰρήνην ἐκείνην, ἣν ὁ Κύριος ἡμῖν κατέλιπεν, ἧς νῦν οὐδʼ ἴχνος ἡμῖν λοιπὸν ὑπολέλειπται, οὕτως αὐτὴν ἀπηνῶς ἀπʼ ἀλλήλων ἀπεδιώξαμεν. πλὴν ἀλλʼ ὅτι αἱ ψυχαὶ ἡμῶν πρὸς τὴν παλαιὰν ἐκείνην μακαριότητα ἐπανῆλθον, ἐπειδὴ γράμματα μὲν ἦλθεν ἐκ τῆς
5
μακρόθεν, ἀνθοῦντα τῷ τῆς ἀγάπης κάλλει, μάρτυς δὲ ἡμῖν
ἐπεδήμησεν ἐκ τῶν ἐπέκεινα Ἴστρου βαρβάρων, δι’ ἑαυτοῦ κηρύσσων τῆς ἐκεῖ πολιτευομένης πίστεως τὴν ἀκρίβειαν. τίς ἂν τὴν ἐπὶ τούτοις εὐφροσύνην τῶν ψυχῶν ἡμῶν διηγήσαιτο;
6
τίς ἂν ἐπινοηθείη δύναμις λόγου ἐναργῶς ἐξαγγεῖλαι τὴν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἡμῶν διάθεσιν δυναμένη; ὅτε μέντοι εἴδομεν τὸν ἀθλητήν, ἐμακαρίσαμεν αὐτοῦ τὸν ἀλείπτην, ὃς παρὰ τῷ δικαίῳ κριτῇ τὸν τῆς δικαιοσύνης στέφανον καὶ αὐτὸς ἀπολήψεται, πολλοὺς εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἐπιρρώσας ἀγῶνα.