Τὴν φιλαυτίαν ἔθει μακρῷ ταῖς ψυχαῖς ἐρριζωθεῖσαν εἷς ἀνὴρ ἀνελεῖν οὐχ οἷός τε, οὐδʼ ἐπιστολὴ μία, οὐδὲ χρόνος βραχύς. τὰς γὰρ ὑπονοίας καὶ τὰς ἐξ ἀντιλογιῶν παρατριβὰς παντελῶς ἀναιρεθῆναι, μὴ ἀξιοπίστου τινὸς μεσιτεύοντος τῇ εἰρήνῃ, ἀμήχανον. καὶ εἰ μὲν ἐπέρρει ἡμῖν τὰ παρὰ τῆς χάριτος καὶ ἦμεν δυνατοὶ λόγῳ καὶ ἔργῳ καὶ τοῖς πνευματικοῖς χαρίσμασι δυσωπῆσαι τοὺς ἀντιδιατιθεμένους, ἔδει κατατολμῆσαι τοῦ τοσούτου πράγματος. τάχα δὲ οὐδʼ ἂν τότε συνεβούλευσας ἡμῖν μόνοις ἐλθεῖν ἐπὶ τὴν ἐπανόρθωσιν, ὄντος τοῦ ἐπισκόπου τῇ τοῦ Θεοῦ χάριτι, ᾧ ἡ φροντὶς ἀνῆκε
6
προηγουμένως τῆς ἐκκλησίας· ὃν οὔτε αὐτὸν ἐλθεῖν πρὸς ἡμᾶς οἷόν τε, καὶ ἡμῖν ἀποδημήσειν
7
τέως ὑπὸ τοῦ χειμῶνος οὐ ῥᾴδιον, μᾶλλον δὲ παντελῶς ἀδύνατον, οὐ μόνον καθότι τὸ σῶμά
μοι
8
ὑπὸ μακρᾶς ἀρρωστίας ἀπείρηκεν, ἀλλʼ ὅτι καὶ αἱ τῶν Ἀρμενιακῶν ὀρῶν αἱ
9
ὑπερβάσεις μικρὸν ὕστερον ἄβατοι
10
γίνονται καὶ τοῖς πάνυ καθʼ ἡλικίαν σφριγῶσι. γράμματι δὲ αὐτῷ σημᾶναι
11
ταῦτα οὐ παραιτήσομαι. οὐ μέντοι προσδοκῶ τι ἐκ τῶν γραμμάτων ἀξιόλογον ἀποβήσεσθαι, τῆς τε τοῦ ἀνδρὸς ἀκριβείας στοχαζόμενος καὶ αὐτῆς τῆς φύσεως τῶν γραμμάτων· ὅτι οὐ πέφυκεν ἐναργῶς δύνασθαι δυσωπεῖν ὁ διαπεμπόμενος λόγος. πολλὰ γὰρ δεῖ εἰπεῖν, πολλὰ καὶ ἀντακοῦσαι, καὶ λῦσαι τὰ ὑποπίπτοντα, καὶ ἀνθυπενεγκεῖν
12
τὰ ὑφορμοῦντα, ὧν οὐδὲν δύναται ὁ ἐν τοῖς γράμμασι λόγος, ἀργὸς καὶ ἄψυχος ἐν τῷ χάρτῃ διερριμμένος.