Ἀλλʼ ὁρᾷς ὅπως κύκλῳ περίειμι ὀκνῶν καὶ ἀναδυόμενος τὴν αἰτίαν ἐκφαίνειν ὑπὲρ ὧν ποιοῦμαι τοὺς λόγους. Δομετιανὸς οὗτος ἐπιτήδειος ἡμῖν ἐστὶν
11
ἐκ τῶν γονέων ἄνωθεν, ὥστε ἀδελφοῦ μηδʼ ὁτιοῦν διαφέρειν. τί γὰρ ἄν τις μὴ τἀληθῆ λέγοι; εἶτα τὴν αἰτίαν μαθόντες ἀφʼ ἧς ταῦτα πέπονθεν, ἄξιον εἶναι τοῦ παθεῖν οὕτως ἔφαμεν. μηδὲ
12
γὰρ ἔστω μηδείς, ὃς μικρὸν ἢ μεῖζον εἰς τὴν σὴν ἀρετὴν ἀμελήσας
13
τὴν τιμωρίαν ἐκφύγοι. ἀλλʼ ὁρῶντες τοῦτον περιδεῶς καὶ ἀδόξως ζῶντα, καὶ ἐπὶ τῇ σῇ ψήφῳ κειμένην αὐτοῦ τὴν σωτηρίαν, ἀρκοῦσαν αὐτὸν ἔχειν τὴν δίκην ἐκρίναμεν. μεγαλόψυχόν τε ὁμοῦ καὶ φιλάνθρωπον διανοηθῆναί σε περὶ αὐτοῦ ἱκετεύομεν. τὸ μὲν γὰρ τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς, τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. ὥστε ὑπάρξει σοι βουληθέντι ἐν τῷ αὐτῷ τήν τε πρὸς τὸ ἀμύνασθαι καὶ τὴν εἰς τὸ σώζειν, ὡς ἂν ἐθέλοις,
14
ἐπιδείξασθαι μεγαλοψυχίαν. τοῦτο μέτρον ἀρκοῦν Δομετιανῷ τῆς κολάσεως, τῶν προσδοκωμένων ὁ φόβος καὶ ὧν ἄξιον οἶδεν ἑαυτὸν παθεῖν ὄντα. τούτοις μηδὲν εἰς τιμωρίαν προσθεῖναι αὐτῷ ἱκετεύομεν. καὶ γὰρ ἐκεῖνο σκόπει, ὅτι κύριοι μὲν τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον
15
ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ
16
παντὶ παραδέδοται. προσκείσθω δὲ καὶ τοῦτο τοῖς περὶ σοῦ διηγήμασι. δὸς ἡμῖν, τοῖς ὑμνεῖν προαιρουμένοις τὰ σά, τὰς
17
ἐν τοῖς ἄνω χρόνοις ᾀδομένας
18
φιλανθρωπίας ὑπερβαλέσθαι. οὕτω καὶ Κροῖσος τῷ παιδοφόνῳ τὴν ὀργὴν ἀφεῖναι λέγεται, ἑαυτὸν παραδόντι εἰς τιμωρίαν· καὶ Κῦρος ὁ μέγας αὐτῷ τούτῳ τῷ Κροίσῳ φίλος γενέσθαι μετὰ τὴν νίκην. τούτοις σε συναριθμήσομεν, καὶ, ὅση δύναμις ἡμετέρα, ταῦτα ἀναγορεύσομεν, εἴπερ μὴ μικροί τινες εἶναι παντάπασιν ἀνδρὸς τοσούτου κήρυκες νομισθείημεν.