(41)
Εἶπεν δὲ ὁ ἀπόστολος· Ὤ πονηρία ἀκατάσχετος· ὢ ἀναίδεια τοῦ ἐχθροῦ· ὢ ὁ βάσκανος ὁ μηδέποτε ἠρεμῶν· ὢ ὁ δυσειδὴς ὁ τοὺς εὐειδεῖς ὑποτάσσων· ὢ ὁ πολύμορφος· ὡς ἂν βουληθῇ φαίνεται, ἡ δὲ τούτου οὐσία μεταβληθῆναι οὐ δύναται· ὢ ἀπὸ τοῦ δολίου καὶ ἀπίστου· ὢ τὸ δένδρον τὸ πικρόν, οὖ οἱ καρποὶ αὐτοῦ ἐοίκασιν· οὖ ἀπὸ τοῦ διαβόλου τοῦ ὑπερμαχοῦντος τῶν ἀλλοτρίων· οὖ ἀπὸ τῆς πλάνης τῆς χρωμένης τῇ ἀναιδείᾳ· οὖ ἀπὸ τῆς πονηρίας τῆς ἑρπούσης ὡς ὄφις καὶ τούτου συγγενοῦς αὐτοῦ ὑπάρχοντος.Acta Thomae. Acta Thomae. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.