63. Εἰπάτωσαν δὲ πάλιν ἡμῖν καὶ τοῦτο (πρὸς γὰρ τὴν ἀναισχυντίαν αὐτῶν ἐρώτησιν αὐτοῖς ἐπαγαγεῖν ἔτι βούλομαι, τολμηροτέραν
1
μὲν, βλέπουσαν δὲ ὅμως εἰς εὐσέβειαν· ἱλάσθητι, Δέσποτα)· ὁ Πατὴρ αὐτὸς, βουλευσάμενος πρότερον, εἶτα θελήσας, οὕτως ὑπάρχει, ἢ καὶ πρὸ τοῦ βουλεύσασθαι; χρὴ γὰρ καὶ περὶ τοῦ Λόγου τοιαῦτα τολμῶντας αὐτοὺς, τοιαῦτα καὶ ἀκούειν, ἵνα γνῶσιν ὅτι ἡ τοιαύτη αὐτῶν προπέτεια καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει. Ἐὰν μὲν οὖν εἴπωσιν (ἅπαξ βουλευσάμενοι περὶ βουλήσεως) ὅτι καὶ αὐτὸς ἐκ βουλήσεως, τί οὖν ἦν πρὸ τοῦ βουλεύσασθαι; ἢ τί πλέον ἔσχεν, ὡς ὑμεῖς λέγετε, μετὰ τὸ βουλεύσασθαι; εἰ δὲ ἄτοπος καὶ ἀσύστατός ἐστιν ἡ τοιαύτη ἐρώτησις, καὶ οὐ θέμις ὅλως τοιαῦτα λέγειν (ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς περὶ Θεοῦ εἰδέναι καὶ νοεῖν ὅτι αὐτός
2
ἐστιν ‘ὁ ὢν’), πῶς οὐκ ἄλογον ἂν εἴη περὶ τοῦ Λόγου τοῦ Θεοῦ τοιαῦτα ἐνθυμεῖσθαι, καὶ ‘βούλησιν καὶ θέλησινʼ προβάλλεσθαι; ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς καὶ περὶ τοῦ Λόγου εἰδέναι καὶ νοεῖν ὅτι ὁ μὴ ἐκ βουλήσεως ὑπάρχων Θεὸς οὐ βουλήσει, ἀλλὰ φύσει τὸν ἴδιον ἔχει Λόγον. Πῶς δὲ οὐχ ὑπερβάλλει πᾶσαν μανίαν τὸ καὶ μόνον ἐνθυμεῖσθαι, ὅτι αὐτὸς ὁ Θεὸς βουλεύεται καὶ σκέπτεται, καὶ προαιρεῖται, καὶ θέλειν ἑαυτὸν
3
προτρέπεται, ἵνα μὴ ἄλογος καὶ ἄσοφος ᾖ, ἀλλὰ Λόγον καὶ Σοφίαν ἔχῃ; περὶ ἑαυτοῦ γὰρ δοκεῖ σκέπτεσθαι ὁ περὶ τοῦ ἰδίου τῆς οὐσίας ἑαυτοῦ βουλευόμενος. Πολλῆς τοίνυν δυσφημίας οὔσης ἐν τῇ τοιαύτῃ φρονήσει, εὐσεβῶς ἂν λεχθείη, ὅτι τὰ μὲν γενητὰ εὐδοκίᾳ καὶ βουλήσει γέγονεν, ὁ δὲ Υἱὸς οὐ θελήματός ἐστι δημιούργημα ἐπιγεγονὼς, καθάπερ ἡ κτίσις, ἀλλὰ φύσει τῆς οὐσίας ἴδιον γέννημα. Καὶ γὰρ, ἴδιος ὢν Λόγος τοῦ Πατρὸς, οὐκ ἐᾷ πρὸ ἑαυτοῦ λογίσασθαί τινα ‘βούλησιν,’ αὐτὸς
4
ὢν βουλὴ ζῶσα τοῦ Πατρὸς, καὶ δύναμις, καὶ δημιουργὸς τῶν δοκούντων τῷ Πατρί. Καὶ ταῦτα αὐτὸς ἐν ταῖς Παροιμίαις
5
περὶ ἑαυτοῦ φησιν· ‘ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρονήσις,
6
ἐμὴ δὲ ἰσχύς.’ Ὡς γὰρ, αὐτὸς ὢν ἡ φρόνησις, ἐν ᾗ ‘τοὺς οὐρανοὺς
7
ἡτοίμασε,ʼ καὶ αὐτὸς ὢν ἰσχὺς καὶ δύναμις· (‘Κριστὸςʼ γὰρ ‘Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·’) νῦν παρακλίνων εἶπεν, ‘ἐμὴ
φρόνησις, καὶ ἐμὴ ἰσχύς· οὕτω λέγων, ‘ἐμὴ βουλὴ,ʼ αὐτὸς ἂν εἴη τοῦ Πατρὸς ἡ ζῶσα βουλὴ, καθὼς καὶ παρὰ τοῦ προφήτου μεμαθήκαμεν, ὅτι αὐτὸς ‘τῆς μεγάλης βουλῆς ἄγγελος γίνεται,
8
καὶ θέλημα τοῦ Πατρὸς αὐτὸς ἐκλήθη. Χρὴ γὰρ οὕτω διελέγχειν αὐτοὺς, ἀνθρώπινα περὶ τοῦ Θεοῦ διανοουμένους.