54. Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέγεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιότητα, οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λεγόμενα, τὸ ταραχθῆναι, τὸ κλαῦσαι,
1
χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. Ἄνω γὰρ καὶ κάτω περιιόντες, καὶ ὥσπερ ἐκ τούτων τὴν αἵρεσιν πάλιν συνιστῶντες, φάσκουσιν,
‘Ἰδοὺ, ἔκλαυσε, καὶ εἶπε, “Νῦν ἡ ψυχή μου τετάρακται·” καὶ
2
παρεκάλεσε “παρελθεῖν τὸ ποτήριον·” πῶς οὖν, εἰ ταῦτα εἴρηκε, Θεός ἐστι καὶ Λόγος τοῦ Πατρός;’ Ναὶ γέγραπται, ὅτι ‘ἔκλαυσεν,’ ὦ θεομάχοι, καὶ ὅτι εἶπεν, ‘ἐταράχθην,’ καὶ ἐπὶ τοῦ σταυροῦ εἷπεν, ‘Ἐλωῒ, Ἐλωῒ λιμασαβαχθανὶ,’ ὅ ἐστι, ‘Θεέ
3
μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;ʼ καὶ παρεκάλεσε δὲ τοῦ
4
παρελθεῖν τὸ ποτήριον· γέγραπται γὰρ ταῦτα. Ἀλλʼ ἠβουλόμην πάλιν ὑμᾶς ἀποκρίνασθαι (τὸ αὐτὸ γὰρ ἐφʼ ἑκάστου τῶν παῤ
5
ὑμῶν προτεινομένων ἀντικρούειν ἀνάγκη·) εἰ μὲν ἄνθρωπος ψιλός ἐστιν ὁ λαλῶν, κλαιέτω καὶ φοβείσθω τὸν θάνατον, ὡς
6
ἄνθρωπος· εἰ δὲ Λόγος ἐστὶν ἐν σαρκὶ (τὰ αὐτὰ γὰρ λέγειν ἀεὶ οὐκ ὀκνητέον), τίνα, Θεὸς ὢν, εἶχε φοβεῖσθαι; ἢ διὰ τί τὸν θάνατον ἐφοβεῖτο, ζωὴ ὢν αὐτὸς, καὶ ἄλλους ἐκ τοῦ θανάτου ῥυόμενος; ἢ πῶς λέγων, ‘Μὴ φοβεῖσθε τὸν ἀποκτείνοντα τὸ
7
σῶμα,ʼ αὐτὸς ἐφοβεῖτο; πῶς δὲ ὁ τῷ Ἀβραὰμ λέγων, ‘Μὴ
8
φοβοῦ, ὅτι μετὰ σου εἰμι·’ καὶ τὸν Μωσῆν παραθαρσύνων κατὰ
9
τοῦ Φαραὼ, καὶ τῷ τοῦ Ναυῆ λέγων, ‘Ἴσχυε καὶ ἀνδρίζου,ʼ
10
αὐτὸς ἐδειλία τὸν Ἡρώδην καὶ τὸν Πιλᾶτον; εἶτα, ἄλλοις γινόμενος βοηθὸς εἰς τὸ μὴ φοβεῖσθαι (‘Κύριοςʼ γὰρ, φησὶν,
11
‘ἐμοὶ βοηθός· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωποςʼ), αὐτὸς ἡγεμόνας θνητοὺς ἀνθρώπους ἐφοβεῖτο; αὐτὸς ἐλθὼν κατὰ τοῦ θανάτου, ἐδειλία τὸν θάνατον; πῶς δὲ οὐκ ἄτοπον καὶ δυσσεβὲς, λέγειν τοῦτον δειλιᾶν τὸν θάνατον ἢ τὸν ἅδην, ὃν ‘οἱ πυλωροὶ
12
τοῦ ᾅδου βλέποντες ἔπτηξαν;’ εἰ δὲ καθʼ ὑμὰς ἐδειλία ὁ Λόγος, διὰ τί πρὸ πολλοῦ λέγων περὶ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων οὐκ
13
ἔφευγεν, ἀλλὰ καὶ ζητούμενος ἔλεγεν, ‘Ἐγώ εἰμι;’ Καὶ γὰρ
14
ἠδύνατο μὴ ἀποθανεῖν, ὡς ἔλεγεν· ‘ἐξουσίαν ἔχω θεῖναι τὴν
15
ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·’ καὶ ‘οὐδεὶς αἴρει αὐτὴν ἀπʼ ἐμοῦ.’