47. Ἱκανὰ μὲν οὖν ταῦτα πρὸς ἔλεγχον αὐτῶν· ἐβουλόμην δὲ ἐρωτῆσαι, ἵνα καὶ οὕτως ἐχθροὶ μᾶλλον τῆς ἀληθείας δεικνύωνται καὶ Χριστομάχοι. Ὁ ἀπόστολος ἐν τῇ δευτέρᾳ πρὸς
1
Κορινθίους ἐπιστολῇ γράφων φησὶν, ‘Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδε,’ Τί τοίνυν φατέ; οἶδεν ὁ ἀπόστολος ὃ πέπονθεν ἐν τῇ ὀπτασίᾳ, κἂν λέγῃ, ‘οὐκ οἶδα,ʼ ἢ οὐκ οἶδεν; εἰ μὲν οὖν οὐκ οἶδε, σκοπεῖτε, μὴ, μαθόντες
2
πίπτειν, πέσητε καὶ εἰς τὴν τῶν Φρυγῶν παρανομίαν τῶν λεγόντων μὴ εἰδέναι τοὺς προφήτας, μηδὲ τοὺς ἄλλους τοὺς διακονήσαντας τὸν Λόγον, μήτε ἃ ποιοῦσι, μήτε περὶ τίνων ἀπαγγέλλουσιν· εἰ δὲ οἶδε λέγων, ‘οὐκ οἶδα· (εἶχε γὰρ ἐν ἑαυτῷ τὸν Χριστὸν ἀποκαλύπτοντα αὐτῷ τὰ πάντα·) πῶς οὐκ ἀληθῶς ἐξεστραμμένη τῶν θεομάχων καὶ αὐτοκατάκριτός ἐστιν αὐτῶν ἡ καρδία; τὸν μὲν ἀπόστολον λέγοντα, ‘οὐκ οἶδα,ʼ λέγουσιν εἰδέναι, τὸν δὲ Κύριον λέγοντα, ‘οὐκ οἶδαʼ λέγουσι μὴ εἰδέναι; Εἰ γὰρ ἐπειδὴ Χριστὸς ἦν ἐν αὐτῷ, οἶδεν ὁ Παῦλος ἅπερ λέγει, ‘οὐκ οἶδα·’ πῶς οὐχὶ μᾶλλον αὐτὸς ὁ Χριστὸς οἶδε, κἂν λέγῃ, ‘οὐκ οἷδα;’ Ὁ μὲν οὖν ἀπόστολος ἀποκαλύπτοντος αὐτῷ τοῦ Κυρίου οἶδεν ὃ πέπονθε· διὰ τοῦτο γὰρ καὶ φησὶν, ‘οἶδα ἄνθρωπον ἐν Χριστῷ·’ εἰδὼς δὲ τὸν ἄνθρωπον, οἶδε καὶ πῶς ὁ ἄνθρωπος ἡρπάγη. Ὁ γοῦν Ἐλισσαῖος, βλέπων τὸν Ἠλίαν, οἷδε καὶ
3
πῶς ἀνελήφθη· ἀλλὰ καίπερ γινώσκων, ὅμως τῶν υἱῶν τῶν προφητῶν νομιζόντων τὸν Ἠλίαν ‘εἰς ἓν τῶν ὁρέων ὑπὸ τοῦ
Πνεύματος ἐῤῥίφθαι,ʼ αὐτὸς τὴν μὲν ἀρχὴν γινώσκων ὃ ἑώρακεν. ἔπειθε τοὺς ἄνδρας· βιαζομένων δὲ ἐκείνων, σεσιώπηκε, καὶ συνεχώρησεν ἀπελθεῖν. Ἆῤ οὖν, ἐπειδὴ σεσιώπηκεν, οὐκ ἐγίνωσκεν; ἐγίνωσκε μὲν οὖν· ἀλλʼ ὡς οὐκ εἰδὼς συνεχώρησεν, ἵνʼ ἐκεῖνοι, πεισθέντες, μηκέτι διστάζωσι περὶ τῆς ἀναλήψεως Ἠλίου. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Παῦλος, αὐτὰς ὢν ὁ ἁρπαγεὶς, οἶδε καὶ πῶς ἡρπάγη. Καὶ γὰρ Ἠλίας ἐγίνωσκε· καὶ εἰ ἐπυνθάνετό τις, εἶπεν ἂν πῶς ἀνελήφθη. Λέγει δὲ ὅμως ὁ Παῦλος, ‘οὐκ οἶδα,ʼ δύο τούτων χάριν, ὥς γε νομίζω· ἑνὸς μὲν, ὡς αὐτὸς εἶπεν, ἵνα μὴ ‘διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων’
4
ἕτερόν τις αὐτὸν ‘λογίσηται, ὑπὲρ ὃ βλέπει·’ ἑτέρου δὲ, ὅτι, τοῦ Σωτῆρος εἰπόντος, ‘οὐκ οἶδα,ʼ ἔπρεπε καὶ αὐτὸν εἰπεῖν, ‘οὐκ οἶδα,ʼ ἵνα μὴ φαίνηται ‘δοῦλος ὢν ὑπὲρ τὸν Κύριον αὐτοῦ, καὶ
5
μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.ʼ