14. Τοῦτο δὲ ἐπὶ τῶν γενητῶν καὶ κτισμάτων οὐκ ἄν τις εἴποι. Οὔτε γὰρ, ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεταί τις αὐτὰ τῶν ἀγγέλων, ἢ ἄλλος τις τῶν κτισμάτων· οὐδὲν γὰρ τούτων
1
ποιητικὸν αἴτιόν ἐστιν, ἀλλὰ τῶν γινομένων εἰσίν· ἄλλως τε καὶ κεχωρισμένοι, καὶ διεστηκότες τοῦ μόνου, καὶ ἄλλο τὴν φύσιν ὄντες, καὶ ἔργα τυγχάνοντες, οὔτε ἅπερ ἐργάζεται ὁ Θεὸς δύνανται ἐργάζεσθαι, οὔτε, καθὰ προεῖπον, χαριζομένου τοῦ Θεοῦ συγχαρίζεσθαι· οὔτε βλεπομένου ἀγγέλου, εἴποι ἄν τις ἑωρακέναι τὸν Πατέρα. Ἄγγελοι μὲν γὰρ, ὡς γέγραπται,
2
‘λειτουργικὰ πνεύματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενοι,’ καὶ τὰς παῤ αὐτοῦ διὰ τοῦ Λόγου δωρεὰς διδομένας ἀπαγγέλλοντές εἰσι τοῖς λαμβάνουσι. Καὶ αὐτὸς δὲ ὁ ἄγγελος, ὁρώμενος,
3
ὁμολογεῖ ἀπεστάλθαι παρὰ τοῦ Δεσπότου, ὡς ἐπὶ Ζαχαρίου ὁ
4
Γαβριὴλ, καὶ ἐπὶ τῆς Θεοτόκου Μαρίας ὁ αὐτὸς ὡμολόγησε.
5
Καὶ ὁ βλέπων δὲ ‘ἀγγέλων ὀπτασίαν’ οἶδεν, ὅτι τὸν ἄγγελον εἶδε, καὶ οὐ τὸν Θεόν. Εἶδε γὰρ Ζαχαρίας ἄγγελον· ‘εἶδε καὶ Ἡσαΐας τὸν Κύριον.’ Εἶδε Μανωὲ ὁ πατὴρ τοῦ Σαμψὼμ ἄγγελον· ἐθεώρησε δὲ καὶ Μωσῆς τὸν Θεόν. Εἶδε Γεδεὼν ἄγγελον,
6
‘ὤφθη δὲ καὶ τῷ Ἀβραὰμ ὁ Θεός.’ Καὶ οὔτε ὁ τὸν Θεὸν ὁρῶν, ἄγγελον ἔβλεπεν, οὔτε ὁ τὸν ἄγγελον ὁρῶν ἐνόμιζε τὸν Θεὸν ὁρᾷν· πολὺ γὰρ, μᾶλλον δὲ τὸ ὅλον διέστηκε τῇ φύσει τὰ γενητὰ πρὸς τὸν κτίσαντα Θεόν, Εἰ δὲ καί ποτε ὀφθέντος ἀγγέλου, ὁ ὁρῶν φωνῆς ἤκουε Θεοῦ, ὡς ἐπὶ τῆς βάτου γέγονεν·
7
‘ὤφθηʼ γὰρ ‘ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου· καὶ ἐκάλεσε Κύριος Μωσῆν ἐκ τῆς βάτου λέγων, Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ·’ ἀλλʼ οὐκ ἦν ὁ ἄγγελος ὁ Θεὸς Ἀβραὰμ, ἐν δὲ ἀγγέλῳ λαλῶν ἦν ὁ Θεός. Καὶ ὁ μὲν φαινόμενος ἦν ἄγγελος· ὁ δὲ Θεὸς ἐν αὐτῷ ἐλάλει. Ὡς γὰρ ἐν στύλῳ νεφέλης ἐλάλει τῷ Μωσῇ ἐν τῇ σκηνῇ, οὕτω καὶ ἐν ἀγγέλοις φαίνεται
8
λαλῶν ὁ Θεός· οὕτω καὶ τῷ τοῦ Ναυῆ διʼ ἀγγέλου ἐλάλει. Ἃ δὲ λαλεῖ ὁ Θεὸς, πρόδηλον ὅτι διά τοῦ Λόγου λαλεῖ, καὶ οὐ διʼ ἄλλου. Ὁ δὲ Λόγος οὐ κεχωρισμένος τοῦ Πατρὸς, οὐδὲ
9
ἀνόμοιος καὶ ξένος τῆς οὐσίας τοῦ Πατρὸς τυγχάνων, ἃ ἐργάζεται, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα, καὶ μίαν ποιεῖ τὴν δημιουργίαν· καὶ ἃ δίδωσιν ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστιν ἡ δόσις.
Καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν οἶδεν ὅτι, τοῦτον ἑωρακὼς, οὐκ ἄγγελον, οὐδὲ μείζονά τινα τῶν ἀγγέλων, οὐδὲ ὅλως τινά τῶν κτισμάτων, ἀλλʼ αὐτὸν ἑώρακε τὸν Πατέρα· καὶ ὁ τοῦ Λόγου ἀκούων, οἶδεν ὅτι τοῦ Πατρὸς ἀκούει· ὥσπερ καὶ ὁ τῷ ἀπαυγάσματι καταυγαζόμενος οἶδεν ὅτι καὶ ὑπὸ ἡλίου φωτίζεται.