21. Φέρε τοίνυν, ἴδωμεν τὰ τοῦ Πατρὸς, ἵνα καὶ τὴν εἰκόνα ἐπιγνῶμεν, εἰ αὐτοῦ ἐστιν. Ἀΐδιός ἐστιν ὁ Πατὴρ, ἀθάνατος, δυνατὸς, φῶς, βασιλεὺς, παντοκράτωρ, Θεὸς, Κύριος, κτίστης,
1
καὶ ποιητής. Ταῦτα εἶναι δεῖ ἐν τῇ εἰκόνι, ἵνα ἀληθῶς ‘ ὁ τὸν Υἱὸν ἑωρακὼς ἴδῃ τὸν Πατέρα.’ Εἰ δὲ μὴ οὕτως ἐστὶν, ἀλλʼ ὡς οἱ Ἀρειανοὶ φρονοῦσιν, γενητός ἐστι, καὶ οὐκ ἀΐδιος ὁ Υἱὸς, οὐκ ἔστιν αὕτη τοῦ Πατρὸς ἀληθὴς εἰκὼν, εἰ μὴ ἄρα λοιπὸν ἀπερυθριάσαντες εἴπωσιν, ὅτι καὶ τὸ ‘εἰκόναʼ λέγεσθαι τὸν Υἱὸν οὐχ
2
ὁμοίας οὐσίας ἐστὶ γνώρισμα, ὄνομα δὲ μόνον ἐστὶν αὐτοῦ, Ἀλλὰ τοῦτο πάλιν, ὦ Χριστομάχοι, οὐκ ἔστιν εἰκὼν, οὐδὲ χαρακτήρ. Ποία γὰρ ἐμφέρεια τῶν ἐξ οὐκ ὄντων πρὸς τὸν κτίσαντα τὰ οὐκ ὄντα εἰς τὸ εἶναι; ἢ πῶς τῷ ὄντι τὸ οὐκ ἂν ὅμοιον εἶναι δύναται, λειπόμενον τῷ ποτε μὴ εἶναι, καὶ τῷ πρὸς τὰ γενόμενα τὴν σύνταξιν ἔχειν ; Τοιοῦτον γὰρ αὐτὸν εἶναι θέλοντες οἱ Ἀρειανοὶ, λογισμοὺς ἑαυτοῖς ἐπενόησαν, λέγοντες·
3
‘ Εἰ γέννημά ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς καὶ εἰκὼν, καὶ ὅμοιός ἐστι κατὰ πάντα τοῦ Πατρὸς, ὀφείλει πάντως, ὥσπερ γεγέννηται, γεννᾷν καὶ ὁ Υἱὸς, καὶ γίνεσθαι καὶ αὐτὸς πατὴρ υἱοῦ· πάλιν τε ὁ ἐξ αὐτοῦ γεννώμενος γεννᾷν καὶ αὐτὸς, καὶ καθεξῆς ἕως εἰς ἄπειρον· τοῦτο γὰρ ὅμοιον δείκνυσι τὸν γεννηθέντα τοῦ
γεννήσαντος,᾿ Ἐφευρεταὶ δυσφημιῶν ἀληθῶς οἱ θεομάχοι, οἵτινες, ἵνα μὴ τὸν Υἱὸν εἰκόνα τοῦ Πατρὸς ὁμολογήσωσι, σωματικὰ καὶ γήϊνα περὶ αὐτοῦ τοῦ Πατρὸς φρονοῦσι, τομὰς καὶ
4
ἀποῤῥοίας καὶ ἐπιῤῥοίας κατηγοροῦντες κατʼ αὐτοῦ. Εἰ μὲν οὖν ὡς ἄνθρωπός ἐστιν ὁ Θεὸς, γινέσθω καὶ γεννητὴς, ὡς ἄνθρωπος, ἵνα καὶ ὁ Υἱὸς ἑτέρου γίνηται πατὴρ, καὶ οὕτω καθεξῆς ἐξ ἀλλήλων γινέσθωσαν, ἵνα καὶ εἰς πλῆθος θεῶν ἡ διαδοχὴ κατʼ αὐτοὺς αὐξάνῃ· εἰ δὲ ‘οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός·᾿ (οὐκ ἔστι γάρ·)
5
οὐ δεῖ τὰ ἀνθρώπων ἐπʼ αὐτοῦ λογίζεσθαι. Τὰ μὲν γὰρ ἄλογα ζῶα καὶ οἱ ἄνθρωποι ἐκ δημιουργικῆς ἀρχῆς κατὰ διαδοχῆς ἀλλήλων γεννῶνται· καὶ ὁ γεννώμενος, ἐκ γεννωμένου πατρὸς γεννηθεὶς, εἰκότως καὶ αὐτὸς ἑτέρου γίνεται πατὴρ, ἔχων ἐκ πατρὸς ἐν ἑαυτῷ τοῦτο, ἐξ οὗ καὶ αὐτὸς γέγονε. Διὸ οὐδέ ἐστιν ἐν τοῖς τοιούτοις κυρίῳς ‘ πατὴῤ καὶ κυρίως ‘ υἱὸς,ʼ οὐδὲ ἕστηκεν ἐπʼ αὐτῶν τὸ ‘ πατὴρ’ καὶ τὸ ‘ υἱός· ’ ὁ γὰρ αὐτὸς υἱὸς μὲν τοῦ γεννήσαντος, πατὴρ δὲ τοῦ γεννωμένου ἐξ αὐτοῦ. Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως· οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεός· οὔτε γὰρ ὁ Πατὴρ ἐκ πατρός ἐστι· διὸ οὐδὲ γεννᾷ τὸν γεννησόμενον πατέρα· οὔτε ὁ Υἱὸς ἐξ ἀποῤῥοίας ἐστὶ τοῦ Πατρὸς, οὐδὲ ἐκ γεννηθέντος Πατρὸς γεγέννηται· διὸ οὐδὲ γεγέννηται εἰς τὸ γεννᾷν. Ὅθεν ἐπὶ τῆς θεότητος μόνης ὁ ‘πατὴρ’ κυρίως πατήρ ἐστι, καὶ ὁ ‘υἱὸς κυρίως υἱός ἐστι, καὶ ἐπὶ τούτων καὶ μόνων ἕστηκε τὸ πατὴρ ἀεὶ πατὴρ εἶναι, καὶ τὸ υἱὸς ἀεὶ υἱὸς εἶναι.