11. Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι (1.) ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός·᾿ τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν ἦν ποτε ὅτε ὁ Υἱὸς οὐκ ἦν, εἴπατε, ὦ δύσφημοι καὶ δυσσεβεῖς. Εἰ μὲν οὖν τὸν Πατέρα λέγετε, μείζων ὑμῶν ἡ βλασφημία· οὐ γὰρ θέμις εἰπεῖν ὅτι ποτὲ ἦν, ἢ ἐν τῷ ‘ποτὲʼ σημαίνειν αὐτόν· ἔστι γὰρ ἀεὶ, καὶ νῦν ἐστιν, ὄντος τε καὶ τοῦ Υἱοῦ ἐστι, καὶ αὐτός ἐστιν ὁ ὢν καὶ τοῦ Υἱοῦ Πατήρ. Εἰ δὲ λέγετε ὅτι ὁ Υἱὸς ἦν ποτε ὅτε αὐτὸς οὐκ ἦν, μωρὰ καὶ ἀνόητός ἐστιν ἡ ἀπόκρισις· πῶς γὰρ ἦν αὐτὸς, καὶ οὐκ ἦν αὐτός ; Οὐκοῦν ἐν τούτοις ἀποροῦντας ὑμᾶς ἀνάγκη λοιπὸν λέγειν, ‘ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν ὁ Λόγος᾿ τοῦτο γὰρ
1
φύσει σημαίνει καὶ αὐτὸ τὸ ‘ποτέʼ ὑμῶν ἐπίῤῥημα. Καὶ ὅπερ δὲ πάλιν γράφοντες εἰρήκατε, ‘ οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ,ʼ
2
ταὐτόν ἐστι λέγειν ὑμᾶς, ‘ἦν ποτε ὅτε οὐκ ἦν·᾿ χρόνον γὰρ εἶναι κἀκεῖνο καὶ τοῦτο πρὸ τοῦ Λόγου σημαίνει. Πόθεν οὖν
3
ὑμῖν ἐξεύρηται ταῦτα; ‘Ἵνα τί καὶ ὑμεῖς, ὡς τὰ ἔθνη, ἐφρυάξατε, καὶ μελετᾶτε κενὰʼ λεξείδια κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ ;᾿ Οὐδεμία γὰρ τῶν ἁγίων γραφῶν τοιοῦτόν τι περὶ τοῦ Σωτῆρος εἴρηκεν, ἀλλὰ μᾶλλον τὸ ἀεὶ, τὸ ἀΐδιον, καὶ
4
τὸ συνεῖναι ἀεὶ τῷ Πατρί. ‘Ἐν ἀρχῇ γὰρ ἧν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.ʼ Καὶ ἐν τῇ
5
Ἀποκαλύψει τάδε λέγει· ‘ Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.᾿ Τοῦ δὲ ὁ ὢν καὶ τοῦ ὁ ἧν τίς ἂν ἀφέλοιτο τὸ ἀΐδιον ; Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἰουδαίους μὲν ἤλεγχε
6
γράφων, ‘ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας·᾿ Ἕλληνας δὲ ἐντρέπων ἔλεγε,
7
‘Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης.᾿ Τίς δὲ
8
ἡ τοῦ Θεοῦ δύναμις, αὐτὸς πάλιν διδάσκει λέγων, ‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.᾿ Οὐ γὰρ δὴ τοῦτο λέγων τὸν
9
Πατέρα σημαίνει, ὡς πολλάκις πρὸς ἀλλήλους ἐψιθυρίσατε, λέγοντες, ‘Ὁ Πατήρ ἐστιν ἡ ἀΐδιος αὐτοῦ δύναμις.᾿ Οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ εἴρηκεν, ‘ αὐτὸς ὁ Θεός ἐστιν ἡ δύναμις·᾿ ἀλλʼ ‘αὐτοῦʼ ἐστιν ἡ δύναμις. Εὕδηλον δὲ πᾶσίν ἐστιν, ὡςτὸ αὐτοῦ’ οὐκ ἔστιν ‘αὐτὸς,’ ἀλλʼ οὐδὲ ξένον, ἴδιον δὲ μᾶλλον αὐτοῦ.
10
Ἀνάγνωτε δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥημάτων, καὶ ‘ ἐπιστρέψατε πρὸς Κύριον·᾿ (‘ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι·᾿ ) καὶ ὄψεσθε περὶ τοῦ Υἱοῦ εἶναι τὸ σημαινόμενον.