7. Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν,
1
καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ ἐξαλειφθῆναι· οὕτω τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ Θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ Κύριος, πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς·᾿
2
καὶ πάλιν, ‘ὑπὲρ αὐτῶν ἐρωτῶ.’ Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ ἡμῶν ἀναδεχόμενος, καὶ ἐδίδου ἃ ἐλάμβανεν. Ἐπειθὴ οὖν, συναφθέντος τοῦ Λόγου τῷ ἀνθρώπῳ, εἰς τὸν Λόγον ἀποβλέπων ἐχαρίζετο ὁ Πατὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν ἐξουσίαν, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο αὐτῷ τῷ Λόγῳ πάντα ἀναφέρεται, καὶ ὡς αὐτῷ ‘διδόμενάʼ ἐστιν, ἃ διʼ αὐτοῦ ἡμεῖς λαμβάνομεν. Ὡς γὰρ διʼ ἡμᾶς ἐνηνθρώπησεν αὐτὸς, οὕτως ἡμεῖς διʼ αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον εἰ, ὥσπερ διʼ ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, καὶ διʼ ἡμᾶς λέγεται ὑπερυψῶσθαι. ‘ Ἐχαρίσατοʼ οὖν ‘αὐτῷ,᾿ ἀντὶ τοῦ ‘ἡμῖν διʼ αὐτὸνʼ καὶ ‘ὑπερύψωσεν,ʼ ἀντὶ τοῦ ‘ἡμᾶς ἐν αὐτῷ.᾿ Καὶ αὐτὸς δὲ ὁ Λόγος, ἡμῶν ὑψουμένων, καὶ λαμβανόντων, καὶ βοηθουμένων, ὡς αὐτὸς ὑψούμενος, καὶ λαμβάνων, καὶ βοηθούμενος, εὐχαριστεῖ τῷ Πατρὶ, τὰ ἡμέτερα εἰς ἑαυτὸν ἀναφέρων, καὶ λέγων, ‘πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς.᾿