5. Ἐκ τοῦ Δευτερονομίου· ‘Ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον.᾿ Ἐκ τούτου δυνατὸν εἰδέναι τὴν διαφορὰν, καὶ γνῶναι ὅτι οὐκ ἔστι κτίσμα ὁ Υἱὸς
2
τοῦ Θεοῦ. Ὁ μὲν γὰρ Υἱὸς λέγει, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·᾿ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿ τὰ δὲ γενητὰ, ὅτʼ ἂν προκόπτῃ, πρόσκειται τῷ Κυρίῳ. Ὁ μὲν γὰρ
3
Λόγος, ὡς ἴδιος, ἐν τῷ Πατρί ἐστι· τὰ δὲ γενητὰ, ἔξωθεν ὄντα, πρόσκειται, ὡς τῇ μὲν φύσει ἀλλότρια, τῇ δὲ προαιρέσει προσκείμενα.
4
Καὶ γὰρ καὶ υἱὸς μὲν ὁ φύσει, ἕν ἐστι μετὰ τοῦ γεννῶντος· ὁ δὲ ἔξωθεν υἱοποιούμενος προσκείσεται τῷ γένει.
5
Διὰ τοῦτο καὶ εὐθὺς ἐπιφέρει, ὅτι ‘ποῖον ἔθνος μέγα, ᾧ ἐστιν
6
αὐτῷ Θεὸς ἐγγίζων;ʼ καὶ ἀλλαχοῦ, ‘Θεὸς ἐγγίζων ἐγώ·ʼ τοῖς γὰρ γενητοῖς ἐγγίζει, ὡς ξένοις αὐτοῦ οὖσι· τῷ δὲ Υἱῷ, ὡς ἰδίῳ, οὐκ ἐγγίζει, ἀλλʼ ἐν αὐτῷ ἐστι· καὶ ὁ Υἱὸς οὐ πρόσκειται, ἀλλὰ σύνεστι τῷ Πατρί. Ὅθεν καὶ πάλιν λέγει Μωσῆς ἐν αὐτῷ τῷ
7
Δευτερονομίῳ, ‘τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε, καὶ αὐτῷ προστεθήσεσθε.᾿
8
Τὸ δὲ προστιθέμενον ἔξωθεν προστίθεται.