32. Ἀλλʼ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ὃν τρόπον γὰρ
1
ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, ‘καταποθέντος τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς,ʼ καὶ αὐτοζωῆς ὄντος, καθὰ
2
πρὸς τὴν Μάρθαν ὁ Κύριος ἔφη, ‘Ἐγώ εἰμι ἡ ζωή·᾿ οὕτω καὶ ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ ‘διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τὸν Λόγον,’ τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ ἀκούων τις τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ ἂν νομίσοι μηκέτι
3
οὖν εἶναι Λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται· οὕτω καὶ Λόγον ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ, τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω μυστήριον. Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ
4
τὸ πρὸς αὐτὴν τὴν Θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν τὴν ἑνότητα τοῦ θείου Λόγου καὶ ἀνθρώπου δείξειε. Φησὶ γὰρ,
5
‘Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς
6
Θεοῦ,᾿ Ἀφρόνως οὖν οἱ τοῦ Σαμοσατέως τὸν Λόγον χωρίζουσι, σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ
7
ἄρα ἀπεστάλη διʼ αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ, λέγων· ‘Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.ʼ