17. Οὁ μὲν οὖν Ἰουδαῖοι ἐν τῷ ἀκοῦσαι ‘ἓν’ ἐνόμιζον κατὰ Σαβέλλιον αὐτὸν εἰρηκέναι εἶναι τὸν Πατέρα· ὁ δέ γε Σωτὴρ ἡμῶν συλλογίζεται μὲν αὐτῶν τὴν ἁμαρτίαν, ὅτι ‘εἰ καὶ Θεὸν εἶπον, ἔδει ὑμᾶς εἰδέναι τὸ γεγραμμένον, Ἐγὼ εἶπα, θεοί ἐστε·᾿ εἶτα τὸ ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν’ σαφηνίζων, ἐν τῷ Υἱῷ τὴν πρὸς τὸν Πατέρα ἑνότητα ἀποδέδωκε λέγων, ‘ὅτι εἶπον, Υἱός εἰμι τοῦ Θεοῦ.᾿ Εἰ γὰρ τῇ λέξει οὐκ εἶπεν, ἀλλὰ τὴν διάνοιαν τοῦ ‘ἕν ἐσμεν ἀποδέδωκε τῷ Υἱῷ. Οὐδὲν γὰρ ἓν πρὸς τὸν Πατέρα, εἰ μὴ τὸ ἐξ αὐτοῦ. Τί δ᾿ ἂν εἴη τὸ ἐξ αὐτοῦ ἢ ὁ Υἱός ; Ἐπιφέρει γοῦν, ‘ἵνα γινώσκητε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Τὸ γὰρ ‘ἓν’ ἐπεξηγούμενος, οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλʼ ἐν τῷ αὐτὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τὴν συνάφειαν καὶ τὸ ἀχώριστον.
1
Καὶ γὰρ καὶ Σαβέλλιον ἐν τούτῳ ἀνατρέπει, ἐν τῷ εἰπεῖν οὐχ, ‘ὁ Πατήρ εἰμι,᾿ ἀλλὰ, ‘ὁ Υἱὸς τοῦ Θεοῦ·᾿ καὶ Ἄρειον ἐν τῷ εἰπεῖν, ‘ἕν ἐσμεν.᾿ Εἰ τοίνυν ὁ Υἱὸς ἄλλο, καὶ ὁ Λόγος ἄλλο, οὐχ ὁ Λόγος ἕν ἐστι πρὸς τὸν Πατέρα, ἀλλʼ ὁ Υἱός· οὐδὲ ὁ τὸν Λόγον ‘ἑωρακὼς ἑώρακε τὸν Πατέρα,ʼ ἀλλʼ ὁ τὸν Υἱόν. Τούτων δὲ δεικνυμένων, ἢ μείζων ὁ Υἱὸς τοῦ Λόγου, ἢ πλεῖον οὐδὲν ὁ Λόγος τοῦ Υἱοῦ ἔχει. Τί γὰρ μεῖζον ἢ τελειότερον τοῦ ‘ἓν,ʼ καὶ τοῦ ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν
ἐμοὶ,᾿ καὶ τοῦ ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;’ Καὶ γὰρ
2
καὶ αὗται αἱ φωναὶ τοῦ Υἱοῦ εἰσι. Φησὶ γοῦν ὁ αὐτὸς Ἰωάννης, ‘Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν πέμψαντά με·᾿ καὶ, ‘ὁ ἐμὲ δεχόμενος,
3
δέχεται τὸν ἀποστείλαντά με·ʼ καὶ ‘ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ·᾿ καὶ, ‘Ἐάν τίς μου ἀκούσῃ τῶν λόγων, καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλʼ ἵνα σώσω τὸν κόσμον. Ὁ λόγος δὲ ὃν ἀκούει, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι.᾿
4
Τὸ κήρυγμα δέ φησι κρίνειν τὸν μὴ φυλάξαντα τὴν ἐντολήν. ‘Εἰ γάρ,ʼ φησι, ‘μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίον οὐκ
5
εἶχον· νῦν δὲ πρόφασιν οὐχ ἕξουσι, φησὶ, ἀκηκοότες μοῦ τῶν ῥημάτων, διʼ ὧν σωτηρίαν καρπίζονται οἱ φυλάσσοντες.ʼ