Γ
1ἄνδρα. λεκτέον δὲ ὅτι εἰ μὲν εἰ μὴ codd. corr. Vill.πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία ἦν ἂν ἡ μέμψιϲ· ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον καταϲκευάζεται τὸ μῖϲοϲ, εἰ τοιοῦτοϲ ὢν τὴν μορφὴν καταιϲχύνει.
δειλὸϲ ὢν τὰ πάντα καὶ οὐδὲ ὁπλίτηϲ ἀλλὰ τοξότηϲ. λύϲιϲ· ἔνιοι μὲν οὖν φαϲιν ἀλαζονεύεϲθαι αὐτὸν τὰ ἀδύνατα, φοβεῖϲθαι δὲ τὰ τυχόντα, οἱ δέ, ὅτι ϲυγκεκλειϲμένοι ὑπὸ Ἀχιλλέωϲ οἱ Τρῶεϲ τοὺϲ τῶν Ἑλλήνων ἀρίϲτουϲ οὐκ ᾔδειϲαν. ἐμοὶ δὲ δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρημένοϲ ὁ ποιητὴϲ καὶ ϲχῆμα τῆϲ ὁπλίϲεωϲ καὶ θάρϲοϲ ἀλλότριον τῶν
ὅπλων αὐτῷ προϲτέθεικεν, ἵν’ ἐκ τοῦ μέλλοντοϲ φόβου μείζονα προϲοφλήϲῃ τὸν γέλωτα.
τὸ δὲ ἢ οὕτω λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων καὶ τὸ ἀριϲτέα μὲν αὐτὸν ὑπολαβεῖν καὶ πρόμον τοὺϲ Ἕλληναϲ, χαίρειν δὲ ὅτι οὐκ ἔϲτι βίη ἐν αὐτῷ, πόθεν ϲτοχάζεται ὅτι ἀριϲτέα καὶ πρόμον αὐτὸν εἶναι ὑπενόουν, καὶ πάλιν ὅτι ἔγνωϲαν δειλὸν ὄντα καὶ ἄνανδρον; νῦν τε διὰ τί ταῦτα προφέρει, οὐ γὰρ δὴ ὥϲπερ Ὄμηροϲ πρώτην
μάχην ταύτην ὑφίϲταται ἐντὸϲ ποιήϲει, καὶ ταῖϲ ἀληθείαιϲ πρώτη ἦν, ἵνα λόγον ἔχῃ ὁ τοῦ Ἕκτοροϲ ὀνειδιϲμόϲ, εἰ μὴ ἄρα λοίδορον ἐπιδεῖξαι βούλεται καὶ ὀργίλον ἄλλωϲ τὸν Ἕξκτορα.
πρόμαχοϲ. πάλιν δ’ οὗτοϲ, ἡνίκα τὸν Μενέλαον θεαϲάμενοϲ κατεπλάγη καὶ ἀναϲτρέψαϲ ἐκ τῶν προμάχων εἰϲ τὸ πλῆθοϲ κατέδυ δείϲαϲ Ἀτρέοϲ υἱόν (v 37), καταγέλαϲτοϲ γίνεται καὶ ἄλλωϲ ἀλαζών τε καὶ ἀπατεὼν καὶ ἐν φανερῷ τοῖϲ πάϲι διεφθαρμένοϲ. ἐπεὶ τοίνυν ὁ Ἕκτωρ ἐκπηδῶντα εἰϲ τοὺϲ προμαχουϲ ἐθεάϲατο καὶ πάλιν ἐκπλαγέντα, ὅτε
εἶδε τὸν Μενέλαον, εἰϲ τὸ πλῆθοϲ ὑπονοϲτοῦντα διὰ δέοϲ καὶ φόβον πρίν τι παθεῖν καὶ κινδυνεῦϲαι, ἐξ αὐτῶν τῶν πᾶϲιν ὀφθέντων εἰϲ τὰϲ λοιδορίαϲ παρήχθη· ἀπατεὼν γὰρ ὁ τοιοῦτοϲ καὶ ἄλλωϲ ἀλαζὼν καὶ ἠπεροπευτὴϲ καὶ ὑπόψιοϲ ἄλλων λώβη καὶ φθορά. τὸ γὰρ λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων (v. 42) ϲημαίνει, ὅτι μὴ μόνον ἐφθαρμενοϲ
ἐϲτὶν ἀλλὰ καὶ πάϲι πρόδηλοϲ. εἶ γὰρ, φηϲὶ, λιώβη (τοῦτο γὰρ ϲημαίνει τὸ ἔμεναι), καὶ γινώϲκη ὑπὸ τὰϲ ὄψειϲ πάντων, ὅτι τοιοῦτοϲ εἶ ἀλλ’ οὐκ ὢν λέληθαϲ, καὶ ὑπολαμβάνουϲι μέν ϲε Ἀλχαιοὶ ἀριϲτέα ἐκ τοῦ Τρωϲὶ προμαχίζειν καὶ Ἀργείων προκαλίζεϲθαι πάνταϲ ἀρίϲτουϲ, οὐκ ἔϲτι δὲ βίη φρεϲί (v. 45) κατεπλάγη γὰρ φίλον ἦτορ (v. 31) —
ἀλλ’ ἐπεὶ τὸν Μενέλαον ἰδὼν πεφόβηται, είκότωϲ καὶ τὸ οὐκ ἄν δὴ μείνειαϲ ἀρηίφιλον Μενέλαον (v. 52) εἴρηται. καὶ ἐπειδὴ πάντεϲ. αὐτὸν εἶδον ἐν τοῖϲ προμάχοιϲ καὶ πάλιν κρυπτόμενον ἐν τῷ πλήθει πάντων, ἔφη τὴν λώβην ἔχειν, ὡϲ πάντων αὐτῷ φοβερῶν ὄντων, ὥϲπερ Μενέλαον ὥϲπερ ὁ μενέλαοϲ cod., διότι ἠδίκηϲε τὴν γυναῖκα
ἁρπάϲαϲ, ἰδὼν ἐξεπλάγη. οὐκ ἐκείνου οὖν γυναῖκα, φηϲὶ, λαβῶν ἔχειϲ μόνου, ἀλλὰ νυὸν ἀνδρῶν αἰχμητάων (v. 4), τούτων μὲν νύμφην — πάντεϲ γὰρ αὐτὴν ἐμνηϲτεύοντο οἱ ἄριϲτοι Μενελάου δὲ γεγονυῖαν θαλερὴν παράκοιτιν (v. 53).
ἀλλ᾿ οὐκ supr. lin. script.ἐκ λοιδόρου καὶ εἰϲ ὕβριν ἐπιφόρου διανοίαϲ τοῦ Ἕκτοροϲ. τὸ δὲ Ἀλργείων προκαλίζετο πάνταϲ ἀρίϲτουϲ ἀντίβιον μαχἐϲαϲθαι (v. 19. 20) ἀμφίβολον, πότερον αὐτὸϲ πάλλων προεκαλεῖτο τοὺϲ ἀρίϲτουϲ τῶν Ἑλλήνων αὐτῷ μαχέϲαϲθαι, ἢ πάλλων τὰ δόρατα προὐκαλεῖτο πάνταϲ τοὺϲ ἀρίϲτουϲ τῶν Τρώων Ἀργείοιϲ
14 15 ἀντίβιον μαχέϲαϲθαι · ἢ γὰρ τοὸϲ ἀρίϲτουϲ τῶν Ἐλλήνων αὐτὸϲ προεκαλεῖτο μάχεϲθαι κραδαίνων τὰ δόρατα, ἢ τῶν ρώων πάνταϲ τοὸϲ ἀρίϲτουϲ προὐκαλεῖτο Ἀλργείοιϲ ἀντίβιον μαχέϲαϲθαι.
ἐλέγχει τοϲ λόγουϲ ὑπὲρ τοῦ πελεκεωϲ ὄνταϲ· ὀφέλλει δ’ ἀνδρὸϲ ἐρωήν· μάλλον ὥϲτε τὸ τέχνῃ ἐϲτὶν ὑπὸ τέχνηϲ. ϲυνήθηϲ δ’ ὁ τρόποϲ τῆϲ ἑρμηνείαϲ, ὡϲ ἐντὸϲ τῷ γήραι δὴ πολέμοιο πεπαυμένοι (v. 150) ἀντὶ τοῦ ὑπ ὸ τοῦ γήρωϲ,, καὶ ὃϲ δὴ γήραι κυφὸϲ ἔην (β 16), ἀντὶ τοῦ ὑπὸ τοῦ γήρωϲ.
δῶρα οὐ μόνον ἃ διδόαϲιν ἀγαθὰ ἀλλὰ καὶ ἃ παρέχουϲι κακά· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐντὸϲ Διὸϲ o ὔδει δ ὠρ ων, οἴα δίδωϲι, κακ ῶν, ἕτεροϲ δὲ ἑάων (Ω 527 ). ὥϲτε δῶρα καὶ κακά , ἅπερ οὐκ ἄν τιϲ ἑκὼν ἕλοιτο, δοθέντα δὲ ϲτέργειν αὐτὰ ὀφείλει. ἢ ἁπλῶϲ τὰ δῶρα ὁποῖα ἂν ἦ παρὰ θεῶν φηϲιν οὐδὲ ἀπόβλητά ἐϲτι διὰ τὸ μὴ ὑπὸ
τὴν ἡμετέραν κεῖϲθαι ἐξουϲίαν εἰϲ τὸ ἀποβαλεῖν. τὸ οὖν μὴ εἰναι ἀπόβλητα μηδὲ ὑφ’ ἑκόντων ληπτέα εἴρηται, τι οὐκ ἐντὸϲ τῇ ἡμετέρᾳ ἐξουϲίᾳ κεῖται εἰϲ τὸ ἀποβαλεῖν ἢ λαβεῖν. ἀναιρεῖ δὲ καὶ ἑκάτερον τὸ ἐφ’ ἡμῖν, ὡϲ μήτε ἐνὸν ἡμῖν αὐτὰ ἀποβαλεῖν ἐθελήϲαϲι μήτε λαβεῖν προθυμηθεῖϲιν, ἄν τε ἀγαθὰ ἄν τε ἐναντία. καὶ ἐϲτιν ὁ λόγοϲ· ἃἀ θεοὶ
διδόαϲι δῶρα, καν ἐρικυδέα ἦ κἄν φαῦλα, οὔτε ἀποβαλεῖν ἐφ’ ἡμῖν ἐϲτιν οὕτε λαβεῖν ἐφ’ ἡμῖν ἂν εἴη. τὸ γὰρ ἑκών ἐκ κοινοῦ δεῖ καὶ πρὸϲ τὸ ἀποβαλεῖν ἀκοῦϲαι καὶ πρὸϲ τὸ ἑλεῖν· οὐ γὰρ ἑκὼν ἄν τιϲ καὶ θέλων ἀποβάλοι οὐδ’ἐκὼν ἄν τιϲ καὶ θέλων λάβοι ἃ ἐντὸϲ τῇ τῶν κρειττόνων 18 19 καὶ ὑπὲρ ἡμᾶϲ ὄντων ἐξουϲίᾳ κεῖται. λύεται καὶ κατὰ λέξιν· τὸ γὰρ ἑκών ἐπὶ τοῦ βουληθείϲ τιθέμενον δηλοῖ ὅτι καλὰ μὲν τὰ δῶρα, οὐ μὴν ἅπαντι τῷ βουληθέντι ῥᾷϲτα ληφθῆναι.
ἕλοιϲ ἑ cod. πόλιν εὐρυά γυιαν (Ε 28. 22), καὶ πιϲτεύϲαϲ τῷ ὀνείρῳ — φῆ γὰρ ὅγ’ αἱρήϲειν Πριάμου πόλιν ἤματι κείν ῳ (Β 37 ) ὡϲ τῶν πολεμίων ἁλίϲκεϲθαι μελλόντων καὶ τῆϲ πόλεωϲ καταλαμβϛανομένηϲ, τὰ μὲν πρὸϲ ἅλωϲιν οὐ ποιεῖ ἐξαγαγὼν τὴν ϲτρατιάν ϲτρατείαν cod.; corr. Bkk., ἐπὶ ὅρκουϲ δὲ ἔρχεται καὶ ϲυνθήκαϲ,
αἰϲ ἐπεφώνηϲεν· οἱ δ’ ἐχάρηϲαν Ἀχαιοί τε Τρῶέϲ τε ἐλπόμενοι παὑϲαϲθαι ὐιζυροῦ πολἐμοιο (Γ 111). ῥητέον οὑν ὅτι μήποτε οὐ παντελῶϲ ἐπίϲτευϲε τῇ περὶ τὸν ὄνειρον φανταϲίᾳ· διόπερ εὐγνώμοϲι τοῖϲ περὶ τῆϲ ϲυνθήκηϲ λόγοιϲ ὑπάρχουϲιν είκότωϲ ϲυγκατατίθεται add. cod. ἀπρεπὲϲ δὲ τὸ λέγειν κτλ.- quae p. 24, 3 edidimus.
21
κίνδυνοϲ περὶ ϲωτηρίαϲ τῆϲ ἐντὸϲ τῇ οἰκείᾳ ϲοἰκίᾳ L. Ἔλληνεϲ δὲ Διί, ἐπεὶ ξένιοϲ ἐπ. ξ. om. L· περὶ ξενίαν δὲ ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκόν, ὅτι οίκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν θεῶν. ἐπὶ δὲ Διὸϲ οὐκ εἰπὲ τί χρῶμα· Γῆν μὲν γὰρ καὶ Ἥλιον ὁρῶμεν, Δία δὲ νοοῦμεν μόνον.
ὑπόκειται γὰρ ὁ Ἀντήνωρ πρόξενοϲ τῶν Ἐλλήνων καὶ τὸ γένοϲ αὐτοῦ καὶ τῆϲ ϲυνοικούϲηϲ τούτῳ.
ἔθελόν περ, Θηϲἐα Πειρίθοόν τε, θε ῶν ἐρικυδέα τέκνα (λ 630. 31) ἡ δὲ ἀμφίπολοϲ ἐπὶ νεαϲ τάττεται. ἡ δὲ λύϲιϲ ἐκ τῆϲ λέξεωϲ· ἢ ὅτι ὁμωνυμία ἐϲτὶ τῆϲ Αἴθραϲ, ἢ ὅτι ἡ ⟨om. Lp⟩ ἀμφίπολοϲ οὐ πάντωϲ νέα· γρηὶ ϲὺν ἀμφιπόλ ῳ, ἥ οἱ βρ ῶϲιν πόϲιν τε παρτίθει (α 191).
τῆϲ γραὸϲ κεῖται· γρηὶ ϲ ὺν ἀμφι πόλ ῳ. πιθανώτερον δὲ ὁμωνυμίαν mer, εἶναι· οὐ γὰρ ἡ ηλικία ἑᾷ· τοὺϲ περὶ Θηϲεα γὰρ προτέρουϲ ἄνδρα( ὁ Ὀδυϲϲεύϲ φηϲι. πῶϲ τε, εἰ ἐντὸϲ Τροιζῆνι ἐκεῖνοϲ ἠν, πῶϲ τε Μενέλαοϲ τὴν θείαν δουλεύειν ἠνείχετο; Πsλοπὶϲ γὰρ ἦν. κουριδίην ϲκουρίην cod. Town. τε ἄλοχον (N 626) Μενέλαοϲ αὐτήν φηϲιν ϲαὐτον φηϲίν
Town..
ὀνόματα γνῶναι ἠδύνατο τῶν ἀρίϲτων ὁ Πρίαμοϲ καὶ αὐτοὺϲ ἐνόπλουϲ θεάϲαϲθαι, ἐπὶ ϲυνθήκαϲ δὲ καὶ διάλυϲιν πολέμου τοιαύτην μὴ ἐληλυθότων πρότερον, ἀλλὰ καὶ τῶν ἐκ προκλήϲεωϲ μονομαχίων οὐ μετ’ ἐκεχειρίαϲ ἐκεχειρίαϲ cod. τῶν ἄλλων γινομένων, καὶ διὰ τοῦτο ἐνόπλων ἀλλήλοιϲ ἀεὶ ἀναμιγνυμένων , ὁ ποιητὴϲ lacunae in cod.
vestigium non exstat ἐπινοήϲαϲ μονομάχιον μετ’ ἐκεχειρίαϲ ἐκεχειρρίαϲ cod. τῶν ἄλλων καὶ διὰ τοῦτο ἀποδύϲαϲ ἀπὸ τῶν ὅπλων τοὺϲ πολεμοῦνταϲ· φηϲὶ γὰρ ὡϲ ἐχάρηϲαν Ἀχαιοί τε ρ ῶέϲ τε ἐλπόμένοι μένοι παύϲαϲθαι ὀιζυρο ῦ πολέμοιϲ τεύχεα τ’ ἐξεδύον το (v. 111. 12. 11) καὶ ἐπιϲημηνάμενοϲ ἀναγκαίωϲ τὸ παράδοξον τῆϲ ἐπίνοίαϲ
διὰ τοῦ φάναι ῖνα θέϲκελα ἔργα ἴδηαι ρ ώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν (v. 130. 31). τί οὖν τὸ θαυμαϲτόν ὅτι oἳ πρὶν ἐπ’ ἀλλήλοιϲι φέρον πολύδακρυν Ἄρηα, οἱ οἳ cod. δ ὴ νῦν ἕαται ϲιγῇ, πόλεμοϲ δὲ π έπ αυται (v. 132. 34 ). γυμνῶν οὖν γενομένων νῦν πρῶτον, ἡ τε τῆϲ Ἑλένηϲ θέα ἐπὶ τῷ παραδόξῳ τῆϲ εἰρή.
νηϲ καὶ τῆϲ γυμνητείαϲ γυμνι, suprascIpt. τ , cod. τῶν ὅπλων οὐκ ἄλογοϲ, καὶ ὁ ἐγειρόμενοϲ ὑπὸ ἐκλύϲεωϲ τοῦ φόβου πεπαυμένου τοῦ πολεμου ἱμεροϲ om . cod.; aididi e v. 139 οὐκ ἄλογοϲ, ἥ τε ἐξέταϲιϲ τοῦ Πριiμου εiκαιροϲ καὶ λόγον ἔχουϲα τὰ νῦν. ἔτι καὶ νῦν αὐτὸϲ γυμνὸϲ ἄτερ ὅπλων θεώμενοϲ γνῶναι δύναται ἐξετάϲαϲ παρὰ
περὶ cod. τῆϲ ὁμοεθνοῦϲ ἕκαϲτον, διὸ καί φηϲι τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονί, αὐτὸϲ δὲ κτίλοϲ ὥϲ (v. 195. 96). καὶ πρὸϲ τοῦτο οὖν ἡ τῆϲ Ἑλένηϲ εἰϲ τὸ τεῖχοϲ παρουϲία εὐλόγωϲ ᾠκονόμηται.
ἕκαϲτον, δηλοῖ τὰ ἐπὶ τοῦ Πατρόκλου, ὃϲ ἐνδύϲαϲθαι τὰ Ἀχιλλέωϲ ὅπλα ἐδεήθη, αἴ κέν πωϲ αὐτόν γε ἐίϲκοντεϲ τῷ Ἀχιλλεῖ ἀπόϲχωνται πολέμοιο ἶρῶεϲ (Π 41). οὕτωϲ οὐκ ἠν τὸν ἀπὸ τῶν ὅπλων τινὰ δοξάζοντα ἤδη καὶ ὄντωϲ γινώϲκειν αὐτόν. ὅτι γὰρ ἀπὸ τῶν ὅπλων ἐδόξαζον τοὺϲ πολεμοῦνταϲ, δηλοῖ καὶ ὁ Κεβριόνηϲ ὅταν
λέγη τῷ Ἕκτορι· νῶι μὲν ἐντὸϲ θ ά δ’ ὁμιλέομεν Δαναοῖϲιν· οἱ δὲ δὴ ἄλλοι Τ ρ ῶεϲ ὀρίνον ταί· Αἴαϲ δὲ κλονέει Τ ελαμώνιοϲ· εὖ δἐ μιν ἔγνων· εὐρυ γὰρ ἀμφ’ ῶμοιϲιν ἔχει ϲάκοϲ (. 523 —27) καὶ πάλιν· Τυδείδῃ μιν μὲν cod. ἔγωγε δαἱφρονι πάντα ἐίϲκω ἀϲπίδι γιν ὠϲκων αὐλὠπιδί τε τρυφαλείῃ (Ε 181. 82). εἰ μὲν
οὖν καθωπλιϲμένων αὐτῶν ἡ ἐξέταϲιϲ ἐγίνετο, ἄλογόϲ γε ἂν διὰ τοῦ τοϲούτου χρόνου γινομένη πρόϲ τε τὴν Ἑλένην διατιθεμένη, δέον πρόϲ τινα τῶν τὸν πόλεμον κατατιθέντων· ἐπεὶ δὲ γυμνοὶ καὶ ἄνοπλοι τὸτε γεγενηνται, οὔτε ἡ ἐξέταϲιϲ ἄλογοϲ οὔτε ἡ πρὸϲ τῆϲ λένηϲ περὶ τούτων γινομενη διδαϲκαλία· ἀκριβεϲτερον γὰρ ταύτηϲ οὐδεὶϲ ἂν ἄλλοϲ τῶν παρόντων τὰϲ μορφὰϲ καὶ τὰ εἶδη ἀνεγνώριϲεν.
ῥητέον οὑν, ὅτι ἐπειδὴ πρότερον περὶ τὰϲ ἀϲτυγείτοναϲ πόλειϲ ἐπλανῶντο, ὥϲ που καὶ ὁ ποιητήϲ φηϲιν· κατὰ ληί δ’ ὅπ η ἄρξειεν Ἀχιλλεύϲ (γ 106), νῦν δὲ προϲκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρῶτον μὲν οὐκ ἦγε ϲχολὴν πυθέϲθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέωϲ ἰϲχυρῶϲ αὐτοῖϲ ἐγκειιιένου καὶ μόνον ἑαυτὸν αὐτοῖϲ ἐπιδεικνύντοϲ καὶ τῷ φόβῳ κατακλείϲτουϲ
ποιοῦντοϲ· τότε γὰρ ὁ Πρίαμοϲ οὐ περὶ τούτων ἐφρόντιζεν, ἀλλὰ περὶ τοῦ ϲώζεϲθαι τὴν πόλιν. νῦν δὲ μηνίοντοϲ ἐκείνου καὶ τῆϲ , μάχηϲ ίϲορρόπου γεγενημένηϲ, ὡϲ καὶ τοῦ τείχουϲ χωρὶϲ πολεμεῖν τοὺϲ Τρῶαϲ, είκότωϲ περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φαϲιν ὅτι ἀπὸ τῆϲ πανοπλίαϲ καὶ τῶν ἵππων αὐτοὺϲ ἐγνώριζον, ὡϲ καὶ Πάνδαροϲ ἐπὶ
τοῦ Διομήδουϲ λέγει· ἀϲ πίδι γιν ώϲκων αὐλ ὠπιδί τε τρυφα λείῃ (ε 182) πρότερον δὲ οὐ τεθέαται ἐνόπλουϲ πάνταϲ ὡϲ νῦν.
ὅτι οὐ παρῆϲαν, δεκαετοῦϲ τοῦ πολέμου ὄντοϲ καὶ αἰχμαλώτων πολλῶν γινομένων ἄλογον γάρ. ἔτι δὲ καὶ εἰ ἠγνόει, ἀλλ’ οὐκ ῆν ἀναγκαῖον μνηϲθῆναι τούτων οὐκ ἐρωτηθεῖϲαν ὑπὸ τοῦ Πριάμου περὶ αὐτῶν· οὐδὲ γὰρ πρὸϲ τὴν ποίηϲιν πρὸ ἔργου ἦν ἡ τούτων μνήμη. φηϲὶ μὲν οὖν Ἀλριϲτοτέληϲ· ἴϲωϲ ὑπὸ τοῦ Ἀλεξάνδρου ἐντυγχάνειν ἐφυλάττετο
τοῖϲ αἰχμαλώτοιϲ. ἢ ὅπωϲ τὸ ἦθοϲ βελτίων φανῇ καὶ μὴ πολυπραγμονοίη, οὐδὲ τοὺϲ ἀδελφοὺϲ ἤδει ὅπου εἰϲί. φαίνεται δὲ πάντα καὶ λέγουϲα καὶ οίκονομοῦϲα, ὅπωϲ ὅ τε lΠρίαμοϲ καὶ οἱ ἄλλοι πειϲθῶϲι Πρῶεϲ, ὅτι ἀκούϲιοϲ καὶ παρὰ γνώμην αὐτῆϲ ἡ εἰϲ τὴν Ἴλιον γέγονεν ἄφιξιϲ. οὕτω γὰρ τοῦ Πριάμου εἰπόντοϲ· ο ὕτι μοι αἰτίη ἐϲϲί, θεοί
νύ μοι αἴτιοί εἰϲιν (v. 164), αὐτὴ δ’ αἰδοῖον εἰποῦϲα καὶ ἐπίφοβον διὰτὸ ϲέβαϲ (v.1I2),καταρᾶται,οὐδὲν μὲν ἐπιϲημαίνουϲα,εἰτε ἑκοῦϲα εἴτε ἄκουϲα ἀφίκετο, ἀλλὰ μόνον γνωϲτούϲ τε λιποῦϲα παῖδά τε τηλυγέτην (v. 174. 75). καὶ ὅτι ἄχθεται τῇ μονῇ καὶ κλαίουϲα διατελεῖ καὶ ὅτι δαὴρ αὐτ’ ἐμὸϲ ἔϲκε κυν ώπιδοϲ, ὁ Ἀλγαμεμνων , εἴ
π οτ’ ἔην γε, ἀντὶ τοῦ ὁπότ’ ἦν (v. 180), ὡϲ ἂν ποθούϲηϲ αὐτῆϲ τοῦ ἀνδρὸϲ τὴν ϲυγγενείαν. οὕτω γὰρ ἂν ἅμα δόξειν ἔμελλε κἀκείνῳ καὶ τοῖϲ πρεϲβύταιϲ βελτίων είναι καὶ τοῦ ἀφικέϲθαι οὐκ αἰτία , εἰ γε ἐπεθύμει ἀπελθεῖν, ὥϲτε καὶ περὶ τῆϲ ἐξ ἀρχῆϲ ὁδοῦ ὑπολήψεϲθαι αὐτοὺϲ ῷετο ὅτι μὴ ἑκουϲία ἡ ϲυγγνώϲεϲθαι, ὡϲ ὅταν τιϲ ὡϲ addidi: cod.
om. μεταμελόμενοϲ φαίνηται καὶ ὁμολογῇ οὐκ ἐξοργίζονται ἀλλ’ ἐλεοῦϲι. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ τῶν ἀδελφῶν ἐμνήϲθη εἰποῦϲα· ἤτοι οὐχ ἥκουϲιν αἴϲχεα δειδιότεϲ καὶ ὀνείδεα (v. 242), ἢ κεκρυμμένοι εἰϲί. δι’ αὐτὴν ὁμοίωϲ αίϲχεα δειδιότεϲ. καὶ ἡ μνήνη οὖν ἀναγκαία είϲ ϲύϲταϲιν τοῦ προϲὼπου, ἱνα φαίνηται ὁμολογοῦϲα τὰ γεγενημένα μὴ
καλῶϲ ἔχειν, κἄν ἀπόδοϲιϲ γένηται ἡττηθέντοϲ Ἀλεξάνδρου, μαρτυροῦνταϲ ἔχῃ τοὺϲ γέρονταϲ τῷ ἤθει αὐτῆϲ πρὸϲ τοὺϲ ὑπολαμβάνονταϲ, ὡϲ αἰϲχρὸ ὁμολογεῖ, καὶ δεινὰ καὶ βίαια πεπονθέναι καὶ τὸν θάνατον ῇρεῖτο ἀντὶ τῆϲ ϲωτηρίαϲ. οὕτω γὰρ καὶ εἰϲελθόντοϲ ἕξκτοροϲ εἰϲ τὴν Ἴλιον διὰ τὴν τῶν Τρώων ἧτταν, αὐτὴ πάλιν κύνα τε ἑαυτὴν καλεῖ καὶ δάερ
ἐμεῖο κυνὸϲ κα κομηχάνου (Ζ 344). καὶ ταῦτα λέγει ἅτε πρὸϲ τὸν Πρίαμον ἀνακαλουμένη τὸν θάνατον, ἐπὶ μὲν γὰρ τοῦ Πριάμου· ὡϲ ὄφελεν θάνατόϲ μοι ἁδεῖν κακόϲ, ὁππότε δεῦρ post. h. v. ras υἱ ἐι ϲῷ ἑπόμην θάλαμον γνωτούϲ τε λιποῦϲα (F 173. 74) καὶ τὰ ἑξῆϲ, ἐπὶ δὲ τοῦ Ἕκτοροϲ μηδὲ γεννηθῆναι καταρᾶται ἑαυτῇ, ὥὑϲ
45 μ’ ὄφελ’ ἤματι εἰμα τὶ cod. τῷ ὅτε με om. cod. πρῶτον τέκε μήτηρ οἴχεϲθαι προφἐρουϲα κακὴ ἀνέμοιο θύελλα (Ζ 345. 46). καὶ θρηνοῦϲα τὸν Ἕκτορα ἀχθῆναί φηϲιν εἰϲ τὴν Τροίαν ὑπὸ Ἀλεξάνδρου, ὡϲ πρὶν ὤφελλον ὄφελον cod ὸλέϲθαι (Ω 764),
καὶ ἑαυτὴν οὖν κλαίει· τῷ ϲέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμἐνη κῆρ (Ω 77) καὶ τὰ τούτοιϲ ἑξῆϲ. καὶ ὅτι τοιοῦτον εἰχε βίον καὶ τοιαύταϲ ἐντὸϲ Τροίᾳ διατριβάϲ, διεδόθη καὶ τοῖϲ Ἕληϲι· διὰ τοῦτο μαχύμενοι ὑπὲρ αὐτῆϲ παρεκάλουν είϲ τὸν πόλεμον, λέγοντεϲ ὡϲ χρὴ τίϲαϲθαι Ἑλἑν ηϲ ὁρμήμα τά τε om. cod. ϲτονα χάϲ
τε (B 356. 590).
ὄνταϲ μὴ οὐχ ὑπὸ πάντων γινώϲκεϲθαι παρόνταϲ εἰϲ τὴν Προίαν. λέγει δὲ Ἡρακλείδηϲ, ὅτι ἄλογον ἦν ὄντωϲ τοῦτο, εἰ διατελεϲάντων ἐντὸϲ τῆ Τροίᾳ πάντων Ἑλλήνων ἐννέα ἔτη μηδὲν περὶ τῶν ἀδελφῶν ἔϲχεν Ἑλένη λέγειν εἰ δὲ οὐ πάντεϲ ῆϲαν οἱ ϲτρατεύϲαντεϲ ἐντὸϲ Προίᾳ, ἀλλήλοιϲ ’ οἱ μὲν περὶ Λέϲβον καὶ τὰϲ ἄλλαϲ νήϲουϲ, ἅϲ οἱ Κᾶρεϲ κάρεϲ cod.
ειχον, ἐπόρθουν, πόλειϲ πολὰϲ cod. δὲ καὶ τῶν ἐντὸϲ τῇ ἠπείρῳ, οὐδὲν ῆδει εἰ ἐϲτράτευϲαν οὐδὲν ᾖ δεινὸν εἰ ἐϲτρ. cod. corr. Vill. ἢ οὔ. πιθανώτερον δὲ προϲθεῖναι, ὅτι ἠφανιϲμένων τοῦ Κάϲτοροϲ καὶ τοῦ Πολυδεύκουϲ καὶ δοκούντων τεθνάναι, διὰ τὸ μὴ εἰδέναι τοϲ ἀνθρώπουϲ τὸ ϲυμβεβηκόϲ, μήτε μὴ cod. ὅτι ἐτεθνήκεϲαν μήτε εἰ ἔτι εἰϲίν,
οὐκ ἀνηγγέλλετο τῆ Ἐλένη περὶ αὐτῶν. οὐδὲ γὰρ τὰ δυϲχερῆ οἱ καὶ cod : corr. Bkk. βάρβαροι τοῖϲ δυνάϲταιϲ πάντα εἰϲὶν εἰθιϲμένοι ἀπαγγέλλειν. καὶ τούτου πολλὰ παραδείγματα λέγειν ἔϲτιν· ἔτι γὰρ καὶ νῦν χρῶνται τῷ ἔθει. οὐδὲν οὗν ἐκώλυεν ἀμφιδοξεῖν περὶ αὐτῶν τὴν Ἑλένην.
ἄλλοι, ὁπ πότεροι π ρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ ϲφ’ ἐγκέφαλοϲ χαμάδιϲ δέοι ὡϲ ὅδε οiνοϲ (Γ 298 — 300). οὐκ ἐπιώρκηϲαν μὲν οὖν, ἐκακούργηϲαν δὲ καὶ ἔβλαψαν τοὺϲ ὅρκουϲ· ἐπάρατοι οὖν ἦϲαν. ταῦτά τοι καὶ Ἥρα πειρᾶται, ἐξ αὐτῶν ὡν κατηράϲαντο γενέϲθαι αὐτοῖϲ τὴν βλάβην εὐξαμένων γὰρ ἐκείνων· ὁ π πότεροι
πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧ δέ ϲφ’ ἐγκἐφα λοϲ χαμάδιϲ διϲ. ῥέοι ὡϲ ὅδε οἰν οϲ, ἡ Ἥρα αὐτὸ τοῦτο παρακελεύεται τῇ Ἀθηνᾷ· ἐλθεῖν ἐϲ Γρώ ων καὶ Ἀχαιῶν φύλοπιν αἰν ήν, πειρᾶν δ’ ὥϲ κεν Τ ρῶεϲ ὑπερκύδανταϲ Ἀλχαιοὺϲ ἄρξωϲιν πρότεροι ὑπὲρ ὅρκια δηλήϲαϲθαι ( Δ 65 — 67). τὸ δὲ βλάψαι οὐκ ἔϲτιν ἐπίορκῆϲαι.
ὁ δὲ Ἀλέξανδροϲ νικήϲαϲ μὲν τὰ ἀλλότρια ἕξειν ἔμελλεν, ἡττηθεὶϲ δὲ οὐδὲν ἀποβαλεῖν τῶν ἑαυτοῦ. οὕτω δὲ πάϲ ἄν τιϲ βούλοιτο μονομαχεῖν περὶ τοῦ ἀγροῦ τοῦ πληϲίον· νικήϲαϲ μὲν λήψεται, ἡττηθεὶϲ δὲ οὐδὲν ἀποβαλεῖ τῶν ἑαυτοῦ. οὕτω μὲν Ἀλέξανδροϲ ἀνόητοϲ ἦν· περὶ ὧν γὰρ εἰχε καὶ τῶν ἑαυτοῦ ἐκράτει. ἀλλ’ ἴϲωϲ ἀμφότερα είκότωϲ. ὁ
μὲν γὰρ Ἀλέξανδροϲ περὶ ὡν εἰχεν ἐμάχετο ἀλλ’ οὐ τῶν ἑαυτοῦ, ἵνα 52 53 γένηται αὺτοῦ, ὁ δὲ Μενέλαοϲ περὶ τῶν ἐαυτοῦ, ἀλλ’ οὐχ ὧν ἐκράτει ἀλλ’ ἵνα κρατήϲῃ. ἔτι δὲ οὐ μόνον ἔδει αὐτὸν κομίϲαϲθαι τὴν Ἑλένην καὶ τὴν κτῆϲιν, ἀλλ’ ἔτι καὶ τιμὴν Ἀλργείοιϲ ἀποτινέμεν ἥν τίν’ ἔοικεν (v. 286).
αἱ τοιαῦται εὐλάβειαι εὺρέθηϲαν. ἐπεὶ διὰ τί Ἀγαμέμνων καὶ Μενέλαοϲ ἀδορυφὸρητοι ἦϲαν, ὧν ἀναιρεθέντων ἐλέλυτο ἂν ἡ ϲτρατιά; ἀλλ’ οὔπω τότε ἦϲαν αἱ πολιτικαὶ ἐπιβουλαί. ὁ δὲ ποιητὴϲ μιμητὴϲ ὤν τὰ ὑπάρχοντα ἐποίει, ἀλλ’ οὐ τὰ μέλλοντα.
οὐκ ἂν ἔφη δύναϲθαι ἰδεῖν μαχομένουϲ, ἀλλ’ ῷχετο ἀπιών, τὸν δ’ Ἀχιλλέα καὶ Ἕκτορα θεωρεῖ ὃν μᾶλλον ἐφίλει, ἢ ὅτι ὁ μὲν αἴτιοϲ τῶν κακῶν ὤν μονομαχήϲειν ἔμελλεν· ὁ δοὺϲ οὖν τὸ χρῆναι αὐτὸν μονομαχεῖν τῇ τύχη ἐπέτρεψε τὸ τέλοϲ, αὐτὸϲ ἀφιϲτάμενοϲ τοῦ θορύβου. φηϲὶ γὰρ Ζε ὺϲ μέν που τό γε οἶδεν, ὁπποτέρ ῳ θανάτοιο
τέλοϲ πεπρωμένον ἐϲτίν (v. 308, 9). ὅπου δὲ οὐ ϲυγκατατίθεται τῇ μάχῃ, πείθεϲθαι δὲ παρακαλεῖ τὸν υἱὸν ἀναχωρεῖν, ἐλπίδι τῆϲ ἀναχωρήϲεωϲ ἐπιμένει, ἱκέτηϲ ἀλλ’ οὐ θεατὴϲ γινόμενοϲ· ἄχρι γὰρ τέλουϲ ἡ ἐλπὶϲ τοῦ πειϲθῆναι δεόμενον κατεῖχεν. οὕτωϲ γὰρ καὶ ἡ μήτηρ πάρεϲτιν, οὐχ ἵνα θεάϲηται μαχόμενον, ἀλλ’ ἵνα μὴ θεάϲηται, είϲελθόντοϲ
αὐτοῦ, δεομένη. καὶ ἅμα τῷ ποιητῇ ἡ τραγῳδία ἀνύεται δι οἴκτου ψυχαγωγοῦϲα τὸν ἀκροατήν, τούτων παρήντων. ἔπειτα ἐπὶ μὲν τοῦ Ἀλεξάνδρου ἐπὶ τῷ πεδίῳ ἡ μάχη ἦν, ἐπὶ δὲ τοῦ Ἐκτοροϲ παρὰ τὸ τῆϲ πόλεωϲ τεῖχοϲ. ϲυνεωϲμένων δὲ τῶν μὲν Πρώων εἰϲ τὴν πόλιν, τῶν δ’ Ἀχαίων ἐφεϲτηκότων καὶ τοῦ Ἀχιλλέωϲ θέοντοϲ περὶ τὸ τεῖχοϲ,
ἀναγκαῖον ἦν οὐ τὸν Πρίαμον μόνον ἀλλὰ καὶ τὴν ἄλλην ἄπαϲαν ὥχρηϲτον ἡλικίαν παρεῖναι διὰ τὸ μέγεθοϲ τοῦ κινδύνου.
τοῦ κινδύνου καταπληϲϲὸμενοι. ἄλλωϲ τε ἐκεῖνον μὲν ἀπιών ἐῇ πολεμεῖν, εἰ δὼϲ ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν Δαναῶν ?,θανάτων 57 58 των cod. πρόξενον γεγονότα, καὶ ὅτι οὐδὲν πρὸϲ ϲωτηρίαν τῆϲ πὸλεωϲ ἐκεῖνοϲ ὡϲ Ἕξκτωρ ἠδύνατο τὸν δὲ μένων ἱκετεύει μὴ πολεμεῖν, τὸ διάφορον ἑκατέρων εἰδώϲ τῆϲ τε ἰϲχύοϲ καὶ τῆϲ πρὸϲ τὴν πόλιν ὠφελείαϲ. ἄλλωϲ τε οὐ θεατὴϲ τοῦ πολεμεῖν ἀλλ’ ἱκέτηϲ τοῦ μὴ πολεμεῖν ἐπιμένει.
59
τούτων διαμετρεῖν τὸν χῶρον καὶ κληρον η δὲ λύϲιϲ ἐκ τοῦ καιροῦ· υπὲρ γὰρ τῶν ὅλων αiτη μόνη εἰϲήχθη ἡ μάχη.
καὶ τῆϲ μάχηϲ δι’ ὅπλων ἀφοριϲθείϲηϲ, ἀφανοῦϲ γενομένου τοῦ Ἀλεάνδρου, τοξευθέντοϲ δὲ τοῦ Μενελάου, καὶ ἀδήλου ὄντοϲ ὑπὸ τίνοϲ, κἄν μήποτε ὑπ’ Ἀλεξάνδρου ἢ ὑπ’ ἄλλου τινόϲ — ὡϲ ἐδηλοῦτο ἐκ τοῦ φάναι τὸν κήρυκα· Ὅν τιϲ ὀιϲτεύϲαϲ ἔβ αλεν τ ὸξων ε ὖ εἰδώϲ ( Δ 206)· καὶ τοξεύων δὲ διὰ τοῦτο κρύπτεται· πρόϲθεν γὰρ ϲάκεα
ϲχέθον ἐϲθλοὶ ἑταῖροι (Δ 113) καὶ ἐπαγγελία ὅτι ἐάν τιϲ τοξεύϲῃ τὸν Μενέλαον λήψεται δῶρα παρὰ Ἀλεξάνδρου Δ 69 ), καὶ οὐκ ἄλλωϲ 62 63 ἐκδίδοται ὁ Μενέλαοϲ, καίτοι οὐτοϲ μὲν ἦν ὡπλιϲμένοϲ ἔτι, Ἀλγαμεμνων δὲ καὶ οἱ ἄλλοι ἄοπλοι· πάντωϲ οὑν ἵνα δόξη Ἀλέξανδροϲ αὐτὸν τοξεύειν καὶ διὰ τοῦτο ἀνακεχωρηκέναι ἐκ τοῦ ϲτρατοπέδου εἰϲ δόλον καὶ μηχανὴν κατὰ τὸ Μενελάου πάντα οὖν ταῦτα προῖδόμενοι διαμετροῦϲι
τὸν χῶρον καὶ ὅρκοιϲ πιϲτοῦνται τὰ παρόντα, ἱνα ὁ παρελθὼν ἔνοχοϲ γένηται τῆ ἐπιορκίᾳ, ἐπεὶ καὶ ὁ Ἀλέξανδροϲ εἰ παρεξελθών τὸν τόπον ἐξεβλ Μενέλαοϲ δ’ οὐ τοῦτο ἐγίνετο τῶν ϲυνθηκῶν μὴ ϲωζομένων. ἵν’ οὖν παραϲπονδήϲαντεϲ φωραθῶϲι, περιγράφεται ὁ τόποϲ τοῦ μονομαχίου. ἐκ τούτου λύεται καὶ ἡ αἰτία δι’ ἣν οὐ τὸν
Ἀλγαμεμνονα τοξεύει ἢ ἄλλον τινὰ τῶν ἀρίϲτων ὁ εὐμαρὲϲ ἂν διὰ τὸ εἰναι ἀνόπλουϲ, ἀλλὰ τὸν Μενέλαον ἔνοπλον ὄντα· δῆλον γὰρ ὅτι ὑποκρίνεται τὸν Ἀλέξανδρον ὁ Πάνδαροϲ, ὡϲ ἂν δὴ τούτου τοξεύϲαντοϲ τὸν ἀνθεϲτῶτα καὶ μηδεμιᾶϲ παρα βάϲεωϲ τῶν ὅρκων ὑπ’ ἄλλου γεγονυίαϲ. διὸ καὶ προϲάγει τὸν Ἀλέξανδρον παρδαλέαν ὤὑμοιϲιν
ἔχοντα καὶ καμπύλα τόξα. ἱνα καὶ χρώμενοϲ τούτοιϲ εὐλόγωϲ μετὰ ταῦτα ὑπονοηθῇ.
τε ὅρκοι καὶ ἡ γύμνωϲιϲ τῶν ϲτρατῶν, μή πώϲ τιϲ ἔνοπλοϲ ὤν προϲαμύνῃ διεμέτρεον τῷ ϲτρατηγῷ. ἢ ὅτι ἡ διαμέτρηϲιϲ καρτερικωτέρουϲ ἐργάζεται τοὺϲ πολεμοῦνταϲ. ἄλλωϲ τε δὲ δεδίαϲι μὴ τοξὸτηϲ Ἀλέξανδροϲ ὤν δραπετεύϲη τὴν ϲυμβολὴν καὶ τὴν τοξείαν ἀντεπειϲάξη Μενελάῳ. ϲκόπει γὰρ ὅτι καὶ αὐτοῦ μὲν ἀφανιϲθέντοϲ. Μενελάου δὲ τοξευθέντοϲ,
οὐκ ἴϲαϲι μὴ καὶ αὐτὸϲ εἴη ὁ τοῦτο δράϲαϲ· φηϲὶ γὰρ Ἀγαμέμνων· ὅν τιϲ ὀιϲτεύϲαϲ ἔβ ἅλε τόξων εὖ εἰδ ὡϲ Τρὠων ἢ Λἁυκίων (Δ 196).
αὐθιϲ ποιεῖ καθωπλιϲμένουϲ, ἐπιλέγων κνημῖδαϲ μὲν πρῶτον καὶ τὰ ἑξῆϲ (v. 330); ἢ ὅτι τῶν προκλήϲεων γινομένων ἦν ἀναγκαῖον 66 67 68 69 τοὺϲ μέλλονταϲ μονομαχεῖν διαναπαύεϲθαι , καὶ πρὸτερον ἀναψύξανταϲ καὶ νεαλεῖϲ γενομένουϲ οὕτωϲ ἐπὶ τὸν ἀγωνα καθιέναι. εἰκὸϲ δὲ μέλλονταϲ ἰδίᾳ κινδυνεύειν, ἵνα βέλτιον ὤϲιν ὡπλιϲμένοι, ἐξ ἀρχῆϲ καταϲκευάζεϲθαι.
ϲυνοράν. εἰ μὴ καὶ ἐκ τῆϲ λεξεωϲ. λέγει γὰρ τὴν Ἀφροδίτην αὐτῷ θοηθῆϲα, ὥϲτε εἰι ἄν καὶ ἐντὸϲ τῷ τοιούτῳ ϲυλλαμθανομένη.
κατόρθωμα. ἢ καὶ δι’ οἰκονομίαν ὁ ποιητὴϲ ἐϲεϲώκει τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆϲ ὑποθέϲεωϲ τῷ ἐκείνου θανάτῳ.
βουλόμενοϲ, ὅπερ ἠν μεῖζον. οiτω γὰρ ἂν ἀξίωϲ ἐτιμωρήϲατο αὐτὸν ἤ ϲυντόμωϲ ἀνελών.
τὸ ἔγχοϲ, ἀλλ’ ἐπὶ τῷ Ἀλεξάνδρῳ ὑπάρχον, οὗ κατεκυριεύθη.
ἀλλ’ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέϲθαι τὸν Πάριν, ἐπαινέϲαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκραϲίαν τῆϲ δὲ τὸ ϲῶφρον ὑπ’ ὄψιν ἄγειν οὐ δύναται δὲ διεϲτῶτα τὰ πρόϲωπα δι’ ἑτέρου ϲυμβιβάζειν, ἐπίτηδεϲ αὐτὴ δ’ παρέλαβε τὴν Ἀφροδίτην. καλεῖ δὲ αὐτὴν ὅπωϲ μὴ διὰ τοῦ τείχουϲ ἀποδοθῇ, ἢ μήπωϲ οἰόμενοϲ αὐτὴν ἀποδεδόϲθαι διαχειρίϲηται ἑαυτόν.
ἠδὲ κνημάων ῥεῖ’ ἔγνων ἀπιόντοϲ· ἀρίγνωτοι δὲ θεοί περ ( 70 — 72).
ἤγειρε ϲφοδρότερον τὴν ἐπιθυμίαν διὰ τὴν μέλλουϲαν ἀφαίρεϲιν. οἱ δὲ ὅτι ἡ Ἀλφροδίτη παροῦϲα οὐ μόνον ἐκ τῆϲ μάχηϲ αὐτὸν ἐρρύϲατο, ἀλλὰ καὶ λελυπημένον διὰ τὴν ἧτταν εἰϲ παρηγορίαν ῆγε, μεταβαλοῦϲα τὴν τῆϲ ψυχῆϲ κατήφειαν εἰϲ τὸ ἡδὺ τῆϲ ἐπιθυμίαϲ. ἄλλοι δὲ ὅτι Ἑλένηϲ ἀνακτώμενοϲ τὴν εὔνοιαν ϲφοδρότερον τὸν ἔρον ἐπιτετάϲθαι
λέγει· ἐνόμιϲε γὰρ τὴν αὐτὴν χαλεπῶϲ φέρειν δι’ ὃ ϲυνέθετο ὥὑϲπερ ἔκδοτον τοῖϲ Ἀχαιοῖϲ γενομένην. ἱνα δὲ ἐπιδείξῃ οἰὸϲ ἧν Ἀλέξανδροϲ, ἔν τε τῷ πολέμῳ ἐποίηϲε θραϲὺν ἅμα καὶ δειλὸν ἐπί τε τῆϲ οἰκίαϲ ἀϲελγῆ καὶ καταφρονητὴν δόξηϲ. χαρακτηρίζει γὰρ διὰ τούτων τὸ ἦθοϲ τοῦ αἰτίου τῶν κακῶν τοῖϲ πάϲι διὰ τὴν ἀϲέλγειαν γενομένου.
92
τιν’ ἔοικεν· εἰ δ’ἂν ἐμοὶ Πρίαμοϲ Πριάμοιό τε παῖδεϲ τίνειν οὐκ ἐθέλουϲιν ἐθέλωϲιν Κammer, p. 35, αὐτὰρ ἐγ ὼ καὶ ἔπειτα μαχέϲϲομαι εῖνεκα ποινῆϲ (v. 281 aqq .), τῶν γοῦν ϲυνθηκῶν τοιούτων γεγονυιῶν τοιούτ. γεγ. addidi, om. cod. aliter Kamm . l. c., τῆϲ νίκηϲ διὰ ϲφαγῆϲ θατέρου τῶν μαχομένων ὡριϲμένηϲ ο
spr. ω scrpt., cod. καὶ τοῦ Ἀλεξάνδρου μὴ ἀνῃρημένου, Ἀλγαμέμνων φηϲὶ νίκη μὲν δὴ φαίνεται ἀρηιφίλου Μενελάου, ὑμεῖϲ δ’ Ἀργείην Ἑλἑν ην καὶ κτῆμα θ’ ἄμ’ αὐτ ῇ ἔκδοτε καὶ · τιμὴν ἀποτινέμεν, ἥν τιν’ ἔοικεν (v. 457 58): ἐνῆν γὰρ ἀντικρούειν τὸν τυχόντα , ὅτι εἰ μέν κεν Μενέλαον Ἀλέξανδροϲ μενέλαοϲ ἀλέξανδρον
cod. recte haec et seq. corr. Κamm. καταπέφν ῃ εἴρηται καὶ εἰ δἐ κ’ Ἀλέξανδρον ἀλέξανδροϲ cod. κίειν η ξανθὸϲ Μενέλαοϲ ξανθὸν μενέλαον cod.. ῥητέον ὅτι ἀπὸ τῶν Ἐκτοροϲ 93 94 95 λόγων ἡ ἀπαίτηϲιϲ τῷ Ἀλγαμέμνονι τοῦτον τὸν τρόπον ἐχόντων · κέκλυτέ μευ, Τρῶεϲ καὶ Ἀχαιοί, μῦθον Ἀλεξάνδροιο· ἄλλουϲ μὲν κέλεται Τρῶαϲ καὶ πάνταϲ Ἀχαιούϲ τεύχεα ἀ π οθέϲθαι ἐπὶ χθονί, αὐτὸν δ’ ἐντὸϲ μέϲ ῳ καὶ Μενέλαον οἴουϲ ἀμφ’ Ἑλέν ῃ
μάχεϲθαι· ὁ πότεροϲ δέ κε νικήϲ ῃ κρείϲϲων τε γένηται, κτήμαθ’ ἑλὼν ε πάντα γυναῖκά τε οἴκαδ’ ἀγέϲθω (v. 86 — 93). μὴ ῥηθέντοϲ οὖν ὑπὸ τοῦ Ἀλεξάνδρου διὰ τοῦ Ἕξκτοροϲ περὶ ϲφαγῆϲ καὶ θανάτου, περὶ δὲ νίκηϲ καὶ τοῦ ἐκ κρειττόνων γεγονότοϲ, ὁ μὲν Ἀγαμέμνων εὐλόγωϲ ἐξ ὧν εἰρήκαϲιν οἱ πολέμιοι ἀπαιτεῖ τὰϲ ϲυνθήκαϲ,
ἐπὶ δ’ ῇνεον ἄλλοι Ἀχαιοί (v. 461 ) οἱ δὲ Τρῶεϲ οὐκέτι ϲυναινοῦϲι, ϲφαγῆϲ μὴ γεγονυίαϲ, ἐξ ὧν εἴρηκε ποιούμενοϲ τὰϲ ϲυνθήκαϲ Ἀγαμέμνων, διὰ ϲφαγῆϲ κρίνεϲθαι τὴν νίκην, εὔλογον τῆϲ ἡϲυχίαϲ πρόφαϲιν φαϲιν λαμβάνοντεϲ, ὥϲτε καὶ ἐνεῖναι διαμφιϲβητεῖν πρὸϲ ἀλλήλουϲ, ἑκατέρων μαρτυρομένων τὰϲ ἀπὸ τῶν άμψιϲβητούντων γεγονυίαϲ ὁμολογίαϲ.
ὁ μὲν γὰρ Ἀγαμέμνων ἐρεῖ δεῖν ἀποδιδόναι· τοῦτο γὰρ ὡμολογήθη ὑπὸ Ἕκτοροϲ, τὸ τῷ νικήϲαντι καὶ κρείϲϲονι γεγονότι τὴν ἀπόδοϲιν γίνεϲθαι. ὁ δὲ Ἕκτωρ ἐρεῖ μὴ δεῖν ἀποδιδόναι· ὁμολογεῖϲθαι γὰρ καὶ ϲυγκεῖϲθαι ὑπὸ τοῦ Ἀλγαμεμνονοϲ, θανάτου γεγονότοϲ καὶ addidi, om. cod. ϲφαγῆϲ ὅτι δεῖ τὴν ἀπόδοϲιν γίνεϲθαι· μηδενὸϲ δὲ ἀνῃρη
μένου μένει ἀκεραίωϲ τὰ πράγματα. πάλιν οὖν ἔδει μονομαχῆϲαι αὐτούϲ· ὅθεν Ἀλεξάνδρου μὲν μὴ φαινομένου, τῶν δὲ ϲυνθηκῶν μενουϲῶν ἔτι, ἐντὸϲ ταῖϲ ϲπονδαῖϲ ἀντ’ Ἀλεξάνδρου ἀντατποκτεῖναι θελήϲαϲ τὸν Μενέλαον καὶ τοξεύϲαϲ ϲυγκέχυκε τοὺϲ ὅρκουϲ ὁ Πάνδαροϲ ὁ Πανδ. addidit Kamm. om. cod. καὶ πάνταϲ ἐπαιτίουϲ ἐπιορκίαϲ ⟨ἐπὶ
τὴν ἐπιορκίαν cod.: emend. Lehrs ap. Kamm.⟩ τούϲ μήτε τὸν Ἀλέξανδρον ἐκδεδωκόταϲ μήτε τὸν τοξεύϲαντα τὸν Μενέλαον πεποίηκεν.
Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae. Porphyry. ed. Hermannus Schrader. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.