Μ
ῶν ὁ ποιητὴϲ ἀναπεφώνηκεν. τὸ γὰρ τεῖχοϲ τῶν Ἀχαιῶν οὐκ ἔμενεν ἔμπεδον ἐφ’ ὅϲον ὁ μὲν Ἕκτωρ ἔζη καὶ ἐμήνιεν Ἀχιλλεὺϲ, ἡ δὲ τοῦ Πριάμου πόλιϲ ἀνάλωτοϲ ἔμενε, μετὰ δὲ τὴν ἄλωϲιν Ἰλίου καὶ τὸν ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατηρείφθη· ἔτι γὰρ τοῦ πολέμου ϲυνεϲτῶτοϲ 345, Π. εϲτῶτοϲ καὶ Ἀχιλλέωϲ μηνίοντοϲ, Ἕκτοροϲ δὲ περιόντοϲ καὶ ἀριϲτεύοντοϲ,
ὑπὸ τῶν Πρώων τὸ τεῖχοϲ τῶν Ἀλχαιῶν κατηρείφθη καὶ διοδεύ γέγονε τοῖϲ πολεμίοιϲ· ὁ μὲν γὰρ Ϲαρπηδὼν τὰϲ ἐπάλξειϲ αὐτοῦ καὶ μέροϲ τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺϲ ὀχῆαϲ αὐτοῦ καὶ τὰϲ πύ διέρρηξεν, ὁ δὲ Ἀπόλλων ϲχεδὸν ὅλον αὐτὸ διέλυϲε. φηϲὶ γὰρ ἐπὶ μὲν Ϲαρπηδόνοϲ·
δὲ οὗτοι, ὅτι τινὰ, κἂν ἐκ μέρουϲ πάθῃ, οὔτ᾿ ἔμπεδά ἐϲτιν οὔτ᾿ ἀρη καὶ ἀμφορεὺϲ διατρηθείϲ, κἂν ϲχεδὸν ὅλον τὸ κύτοϲ ἄθραυϲτον ᾖ, οὐκέτι ἐϲτὶν ἔμπεδοϲ ἀμφορεύϲ ἀλλ’ ὄϲτρακον. καὶ τεῖχοϲ, ὃ μηκέθ᾿ οἷον φυλάϲϲειν τοὺϲ τειχίϲανταϲ, οὐκέτ᾿ ἂν εἴη ἔμπεδον τεῖχοϲ ἀλλὰ ϲωρὸϲ λίθων. μήποτ’ οὖν ἡ ἔμπεδον λέξιϲ οὐκ εἴληπται νῦν μεταφορικῶϲ
ἐντὸϲ ἴϲῳ τῷ ἀϲφαλὲϲ καὶ ἀρηρόϲ, οὐδέ ἐϲτιν ὅμοιον τῷ οὐδέ μοι ἦτορ ἔμπεδον ἀλλ’ ἀλαλύκτημαι (Κ 93) οὐδὲ τῷ τοὶ δ’ ἄῤ ἔϲαν δίδυμοι, ὁ μὲν ἔμπεδον ἡνιόχευεν (Ψ 641), ἀλλὰ κυρίωϲ νῦν ἐξενήνεκται, τὸ πέδον ἐχούϲηϲ ἐντεταγμένον τῆϲ λέξεωϲ, ὥϲτε ϲημαίνοι ἂν τὸ ἐντὸϲ τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ ἔμπεδον
τῷ ἁλιπλόῳ, τὸ ἐντὸϲ τῷ πεδίῳ πρὸϲ τὸ αὖθιϲ ἁλίπλουν γενόμενον· οὐ γὰρ ἔφη· τόφρα δὲ καὶ μέγα τεῖχοϲ ἀπόρθητον ἦν καὶ ἄθραυ ἀλλ’ ἔμπεδον, καὶ πάλιν· oὔτι πολὺν χρόνον ἔμπεδον ἦεν M 9). τί οὖν πάϲχει ὕϲτερον, τῶν ποταμῶν πάντων, φηϲὶν,
οὐδ’ ὅτε Ξάνθοϲ ἐπλημμύρει κατ’ Ἀχιλλέωϲ. καὶ τὸ κατὰ μεταφορὰν δ’ ἔμπεδον, τὸ ϲημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐντὸϲ τῶ πέδῳ μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχοϲ καθ’ αὑτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου οὐ κατηνέχθη εἰϲ θάλαϲϲαν, ὅπερ φηϲὶν αὐτὸ ὕϲτερον παθεῖν. διὰ τί ϲχεδὸν ὅλου καταλυθέντοϲ τοῦ τείχουϲ ἐντὸϲ τῷ πολέμῳ, 5
πρῶτον μὲν ὑπὸ Ϲαρπηδόνοϲ·
ῥητέον οὖν ὅτι ἔμπεδον οὐ τὸ ἑδραῖον καθὰ νῦν ϲημαίνει ἡ λέξιϲ, ἀλλὰ κυρίωϲ τὸ ἐντὸϲ τῷ πεδίῳ· καὶ πεπτωκὸϲ δὲ τὸ τεῖχοϲ ἐντὸϲ τῷ πεδίῳ 6 7 ἔκειτο. οὐκ εἰϲ πτῶϲιν οὖν τινα ἡ ἀναβολή, ἀλλ’ εἴϲ τε τὴν τοῦ παν πτῶϲιν καὶ εἰϲ τὴν ἐκ τοῦ πεδίου ἐκβολήν. τὸ γὰρ ἐπάγγελμα· ὄφρα κε θᾶϲϲον ἁλίπλοα τείχεα θείη·
Ἄρατοϲ ἐπὶ τῶν φυτῶν τῷ ἔμπεδον κέχρηται, εἰπών (phaen. v. 13) ὄφῤ ἔμπεδα πάντα φύωνται, ἀντὶ τοῦ ἐντὸϲ πεδίῳ καὶ τῇ γῇ κείμενα.
τοῦ οἰκοδομῆϲαι, τοὺϲ θεοὺϲ μόλιϲ· ῥητέον δέ· οὐκ εἰϲ τὸ καταβαλεῖν ταῖϲ ἐννέα ἡμέραιϲ κέχρηται, ἀλλ’ εἰϲ τὸ ἁλίπλοα γενέϲθαι, καὶ τὰ θεμέλια καὶ εἰϲ τὴν θάλαϲϲαν κατενεχθῆναι
μεγαλοπρεπήϲ· τοῖϲ γὰρ ποταμοῖϲ καὶ τῇ τριαίνῃ διέλυον τὸ τεῖχοϲ. Καλλίϲτρατοϲ δὲ ἠξίου ἓν δ’ ἦμαρ ἐϲτεῖχοϲ γράφειν, δαϲύνονταϲ τὸ ἕν, ἐπεὶ μηδέποτε καθ’ ἑαυτὸ τὸ ἐννῆμαρ ὁ ποιητὴϲ εἴρηκεν, ἀλλὰ πάντωϲ ἐπάγων τὴν δεκάτην· ἐννῆμαρ μὲν ἀνὰ ϲτρατόν, τῇ δεκάτῃ τε (Α 53. 54).
9
10 11 τοϲοῦτον χρόνον ἐποίηϲε τῆϲ καθαιρέϲεωϲ. οἱ δὲ ἀπὸ τοῦ προϲώπου· οὐ γὰρ πρέπει τοὺϲ ἀριϲτέαϲ εἰϲάγειν τειχοδομοῦνταϲ ἐντὸϲ πολλαῖϲ ἡμέραιϲ, ἀπρεπεϲτέραϲ οὔϲηϲ τῆϲ ὑπηρεϲίαϲ.
τοὺϲ πολλούϲ, ὡϲ ἑνὸϲ ὄντοϲ τοῦ ϲημαινομένου, ὥϲπερ ἔχει τὸ εἴϲαντο. ϲημαίνει γὰρ καὶ τὸ ὑπέλαβον, καὶ τὸ ἐπορεύθηϲαν, καὶ ἵϲοϲ καὶ ὅμοιοϲ γενόμενοϲ· ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἔω, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐίϲκω. τὸ μὲν οὖν δηλοῖ τὰ τοιαῦτα· εἴϲατο δ’ ὡϲ ὅτε ῥινὸν ἐντὸϲ ἠεροειδέι (ε 281), ὑπέλαβεν τὸ δὲ ὡϲ ῥινόν,
ὡϲ δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων· οὐ γάρ ἐϲτιν ὡϲ ἐρινεόϲ· ἦν γὰρ ὡϲ ὅτε ἐρινόϲ —, καὶ τὸ εἴϲομαι αἴ κε τύχοιμι (χ 7), ἀπὸ τοῦ εἴδω, εἴϲομαι, καὶ ἀπὸ τοῦ εἰδῆϲαι· τὸ δὲ εἰϲάμενοϲ Κάλχαντι δέμαϲ (Ν 45), ὁμοιώϲαϲ, καὶ τῷ μιν ἐειϲάμενοϲ (Β 22), καὶ εἴϲατο δὲ φθογγήν (Ε 791), ἀντὶ τοῦ ὡμοίωϲε, καὶ εἰδόμενοϲ Ἀκὰμαντι
θοῷ (462). τὸ μέντοι εἴϲατο νηῶν ἐπ’ ἀριϲτερά (Μ 118) ἀπὸ τοῦ ἴω γέγονεν, ἀφ᾿ οὗ καὶ τὸ ἴομεν· ϲημαίνει γὰρ τὸ ἐπορεύθη.
ἐπορεύθη ἀπὸ τοῦ ἔω. ὡϲαύτωϲ κἀν τῷ αὐτὰρ ἐγὼ Ζεφύποιο καὶ ἀργεϲτᾶο Νότοιο εἰ ϲομαι, ἤγουν πορεύϲομαι, ἐξ ἁλόθεν χαλεπὴν ὄρϲουϲα θύελλαν (Φ 334). ὁμοίωϲ δὲ ἔχει καὶ τὸ ὅθι οἱ καταείϲατο γαίῃ (Λ 358), ἀντὶ τοῦ κατεπορεύθη καὶ ἐντὸϲ τῇ γῇ ἐπάγη, ἐπεϲτηρίχθη, καὶ ἐντὸϲ ἄλλοιϲ ἐντὸϲ γαίῃ ἵϲταντο (Λ 574). καὶ εἴϲομαι
ἀντὶ τοῦ γνώϲομαι, ὡϲ τὸ εἴϲομαι αἴ κέ μ’ ὁ Τυδείδηϲ (Θ 532).
ἠνεῳγμέναϲ μόνον, ἀλλ’ ἠνεῳγμέναϲ κατεῖχον αὐτάϲ, ὅπωϲ τοὺϲ μὲν φίλουϲ εἰϲδέχωνται, τῶν δ’ ἐχθρῶν βιαζομένων ἐπικλείωϲιν. αὐτὸϲ δὲ τὴν λύϲιν δέδωκε ϲαφέϲτερον ἐπὶ τοῦ Πριάμου παραϲτήϲαϲ, ἔνθα φηϲὶ
διὰ γὰρ τούτων φαίνεται ταραχὴ τῶν ἐπῶν, πρότερον μὲν ὡϲ ἔξω ἑϲτώ αὖθιϲ δὲ ὡϲ ἔνδον ὄντων καὶ ἐξιόντων. ὅθεν οἱ μὲν ἠξίουν προ ταῦτα τὰ ἔπη·
140) ἐπάγουϲιν οἱ δ’ ἄρα χερμαδίοιϲι (v. 154) καὶ τὰ ἑξῆϲ.
ἀναδραμεῖν εἰϲ τὰ πρῶτα καὶ πάλιν ϲυνάψαι ταῦτα τοῖϲ ὑϲτέροιϲ. καὶ ἔϲτι ϲυνήθηϲ ὁ τρόποϲ τῆϲ ἑρμηνείαϲ τῷ ποιητῇ. οὕτωϲ γὰρ εὐθὺϲ κατ᾿ ἀρχὰϲ τὴν μῆνιν εἰπὼν κεφαλαιωδῶϲ, ὅϲων κακῶν αἰτία γέγονε τοῖϲ Ἕλληϲιν, ὕϲτερον ἐπὶ τὰ αἴτια ἀνατρέχει ταύτηϲ καὶ ἐπεξεργάζεται δι’ ὕληϲ τῆϲ ποιήϲεωϲ τὰ κατ᾿ αὐτήν. οὕτω καὶ περὶ τῆϲ νόϲου εἰπών·
εἰπών, ὅτι περὶ τὰϲ πύλαϲ εἶχον οἱ περὶ τὸν Λεοντέα καὶ ἀνέμενον πρὸ τῶν πυλῶν ἑϲτῶτεϲ ἐπερχόμενον τὸν Ἄϲιον, ἐπαναδραμὼν ἐξ τὰ κατὰ μέροϲ, ὅτι τέωϲ μὲν ἔνδον ἦϲαν προτρεπόμενοι τοὺϲ Ἀχαιοὺϲ ἀμύνεϲθαι περὶ νηῶν, εἶτα, ἐπειδὴ ἐθεάϲαντο τοὺϲ περὶ τὸν Ἄϲιον ἐπιόνταϲ καὶ πεφευγόταϲ τοὺϲ Ἕλληναϲ, αὐτοὶ ἀίξαντεϲ πυλάων
πρόϲθε μαχέϲθην (M 145). τὰ οὖν κεφαλαιωδῶϲ ἐκτιθέμενα προλαμβάνειν εἴωθε τὸ ϲυμπέραϲμα· τὰ δὲ ἀνάπτυξιν ἔχοντα πολλῶν εἰϲ τὴν ἀρχὴν ἀναδραμόντα οὕτω κάτειϲιν ἐπὶ τὸ τέλοϲ.
27
πρὸϲ τὰϲ ἀθετήϲειϲ Ἀριϲτάρχου ταῦτά φηϲιν, ὅτι Ἄϲιοϲ μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ αὐτὸν περὶ τὰϲ μικρὰϲ 28 29 30 31 πύλαϲ τῷ δὲ ἄλλαϲ μικρὰϲ εἶναι οὐδεὶϲ εὖ φρονῶν ἀντείποι· πῶϲ γὰρ τοϲοῦτον πλῆθοϲ ἐντὸϲ τῷ φεύγειν διὰ μιᾶϲ εἰϲῄει. τὸ δὲ ἀργαλέον δέ με ταῦτα πάνυ μετρίωϲ φηϲὶν εἰρῆϲθαι εἰρ. φηϲ. L· ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον κατὰ λόγον Lp διεξιὼν καὶ τρόπουϲ τῶν
ἀναιρέϲεων καὶ λόγουϲ τῶν ἀναιρούντων καὶ πιπτόντων καὶ ϲυμπτώματα τῆϲ τύχηϲ καὶ πολυμερῆ μάχην, εἰκότωϲ ἐνδείκνυται δυϲχερῆ τὴν τούτων διήγηϲιν. τὸ δὲ Λαπίθαι γελοιότατον γελοιότερον L.· πῶϲ γὰρ ἄλλωϲ ἦν ὀνομάϲαι corr. ex ὀνομᾶϲαι B τοὺϲ τῶν Λαπιθῶν υἱοὺϲ ἢ τῷ πατρικῷ ὀνόματ;
δὲ αἱ νῆεϲ αἱ μὴ ἐπ᾿ ἴϲου ϲτίχου εἱλκυϲμέναι ἀλλ’ ἐξέχουϲαί εἰϲιν, ἐφ’ ὧν διὰ τὸ μὴ πάνταϲ ἔχειν ἰϲαρίθμουϲ ϲτήλαϲ τε προβλῆταϲ ἐμόχλεον (M 259), τοὺϲ λεγομένουϲ προμαχῶναϲ.
Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae. Porphyry. ed. Hermannus Schrader. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.