PORPHYRII IN ARISTOTELIS CATEGORIAS EXPOSITIO PER INTERROGATIONEM ET RESPONSIONEM
ΠΟΡΦΥΡΙΟΥ ΕΙΣ ΤΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΚΑΤΗΓΟΠΙΑΣ 1 KATAΠΕΥΣΙΝ KAI ΑΠΟΚΡΙΣΙΝ.
πρὸς τὰς δικαιολογίας, ᾗ ἀντίκειται ἡ ἀπολογία,
προελόμενος διδάσκειν, πῶς ἐπὶ τοῖς δικαστηρίοις τῶν ἀντιδίκων ἀλλ᾿ ἕτερόν τι, ὅπερ οὐ παρὰ τοῖς Ἕλλησι τῷδε καλεῖται τῷ ἀνόματι,
ξενίζειν εἵλετο εἴλετο κατηγορίας ἐπιγράψας τὸ βιβλίον;
παρέλαβεν, οἱ δέ φιλόσοφοι τῶν τοῖς πολλοῖς ἀγνώστων πραγμάτων ἐξηγηταὶ ὄντες καινοτέρων δεηθέντες ὀνομάτων εἰς παράστασιν τῶν ὑπ᾿ αὐτῶν
ἐξευρεθέντων πραγμάτων ἢ αὐτοὶ ἐποίησαν λέξεις καινὰς καὶ ἀσυνήθεις ἢ ταῖς κειμέναις κατεχρήσαντο εἰς δήλωσιν τῶν ὑπ᾿ αὐτῶν εὑρεθέντων πραγμάτων.
οἰκεῖον τέλος λάβῃ τὸ γινόμενον ἢ ὑπὸ φύσεως ἢ ὑπὸ τέχνης, ὥσπερ ὅταν ὑπὸ τῆς φύσεως τὸ καταβληθὲν σπέρμα ζῴου κινηθὲν καὶ ἀποτελεσθέν, φέρε ἵππος ἀποτελεῖται, ὅταν ἔμψυχον γένηται καὶ τὰ ἰδιώματα φέρῃ τοῦ
ἐμψύχου, τὴν ψυχὴν ἐντελέχειαν προσηγόρευσεν ἀπὸ τοῦ εἰς τέλος τὸ οἰκεῖον
ἀφικόμενον τὸ σπέρμα ἔμψυχον ἀποτελέσαι ζῷον, ὑπὸ δὲ τοῦ ἀνδριαντοποιοῦ ὅταν ὁ χαλκὸς ἀνδριὰς γένηται, ἐντελέχειαν εἶναι τὸ εἶδος τοῦ ἀνδριάντος τὸ περιτεθὲν ὑπὸ τοῦ τεχνίτου τῷ χαλκῷ· αὐτὸς γὰρ ἐποίησε τὸ τῆς ἐντελεχείας ὄνομα ἐπὶ τῶν τοιούτων μὴ ὂν ἐν τῇ συνηθείᾳ. 2
τὸ δὲ κεφαλωτὸν ἐπὶ ἄλλου ἐν τῇ συνηθείᾳ λεγόμενον αὐτὸς ἐπὶ τοῦ κε- 3 φαλὴν ἔχοντος καταχρῆται, οἰκειότερον λέγων τὴν κεφαλὴν κεφαλωτοῦ κεφαλὴν ἢ ζῴου κεφαλήν· τοῦ μὲν γὰρ κεφαλὴν ἔχοντος σημεῖον τὸ κεφαλωτὸν φαλωτὸν εἴη ἄν· κεφαλωτοῦ γὰρ κεφαλὴ διὰ τὸ μὴ πάντα τὰ ζῷα ἔχειν
κεφαλὴν ὥσπερ ἐχῖνοι καὶ ἀκαλῆφαι καὶ ὅσα τοιαῦτα. διὸ καὶ αὐτὸς ἔφη·
῾ἐνίοτε καὶ ὀνοματοποιεῖν δεῖ᾿. τὸ οὖν τῆς κατηγορίας ἐν τῇ συνηθείᾳ ἐπὶ δικαιολογίας ἐλεγκτικῆς, τῆς διὰ λόγων μηνύσεως, λαβὼν αὐτὸς τὰς τῶν λέξεων τῶν σημαντικῶν κατὰ τῶν πραγμάτων ἀγορεύρεύσεις
κατηγορίας προσεῖπεν. ὥστε πᾶσα ἁπλῆ λέξις σημαντικὴ ὅταν κατὰ τοῦ σημαινομένου πράγματος ἀγορευθῆ τε καὶ λεχθῇ, λέγεται κατηγορία.
ὄντος πράγματος τοῦδε τοῦ δεικνυμένου λίθου, οὗ ἁπτόμεθα ἢ ὃ ὅταν εἴπωμεν ἐπ᾿ αὐτοῦ ὅτι τόδε λίθος ἐστίν, ἡ λίθος λέξις κατηγόρημά
ἐστι· σημαίνει γὰρ τὸ τοιόνδε πρᾶγμα καὶ ἀγορεύεται κατὰ τοῦ δεικνυμένου πράγματος λίθου. καὶ οὕτω ἐπὶ τῶν ἄλλων.
Δέκα κατηγορίας;
τῶν τοπικῶν, ἀλλ᾿ οὐχὶ μᾶλλον Πρὸ τῶν ἀναλυτικῶν καὶ Πρὶ τοῦ
ἑρμηνείας οὐ γὰρ τὴν τῶν τοπικῶν διδασκαλίαν προμανθάνειν δεῖ τῶν κατηγοριῶν, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀναλυτικῶν καὶ διὰ τὴν τῶν κατηγορικῶν προτάσεων μάθησιν καὶ σχεδὸν διὰ τὰς ἄλλας πάσας μαθήσεις·
στοιχειωδέστατον γὰρ τοῦτο καὶ εἰσαγωγικὸν εἰς πάντα τὰ μέρη τῆς φιλοσοφίας τὸ βιβλίον. καὶ μάλιστα πρὸ τοῦ φυσικοῦ ἄν εἴη μέρους 4
τῆς φιλοσοφίας ἢ πρὸ τῶν ποπικῶν· φύσεως γὰρ ἔργον ποιὸν καὶ τὰ ὅμοια. Περὶ δὲ τῶν γενῶν τοῦ ὄντος ἢ Περὶ τῶν δέκα γενων ουοαμως χρη επιγραφειν.
πράγματά ἐστι καὶ οὐ ὁ δὲ Ἀριστοτέλης καταριθμησάμενος δέκα ταῦτα, τὴν οὐσίαν, τὸ ποιόν, τὸ ποσόν, τὰ λοιπά φησιν· ῾ἕκαστον 5 τῶν εἰρημένων αὐτὸ μὲν καθ᾿ αὑτὸ οὐδεμιᾷ καταφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται. εἰ γὰρ ἡ τούτων
συμπλοκὴ κατάφασιν ποιεῖ, ἡ δὲ κατάφασις ἐν φωνῇ σημαντικῇ καὶ λόγῳ ἀποφαντικῷ τὴν ὑπόστασιν ἔχει, οὐκ ἂν εἴη περὶ γενῶν τοῦ ὄντος
ἡ πραγματεία οὐδ᾿ ὅλως περὶ πραγμάτων ᾗ πράγματα, ἀλλὰ μᾶλλον περὶ φωνῶν σημαντικῶν τῶν πραγμάτων· οὐ γὰρ ἡ τῶν πραγμάτων συμπλοκὴ
πλοκὴ κατάφασις γίνεται, ἀλλ᾿ ἡ φωνῶν σημαντικῶν τῶν δηλουσῶν τὰ πράγματα συμπλοκὴ ἀποτελεῖ τὴν κατάφασιν, αὐτός τε ῥητῶς ἔφη· ῾τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει
ἢ ποσόν᾿ καὶ τὰ ἑξῆς· εἰ γὰρ περὶ πραγμάτων ἦν αὐτῷ ὁ λόγος, οὐκ ἂν εἶπεν τὸ ῾ἤτοι οὐσίαν σημαίνει᾿· οὐ γὰρ σημαίνουσι τὰ πράγματα
ἀλλὰ σημαίνεται.
ὅτι δὲ Περὶ τῶν κατηγοριῶν ἐπιγραπτέον, ἐπίδειξον ἡμῖν.
ἡ τοῦ βιβλίου· ταύτης γὰρ δειχθείσης καὶ τὸ ἐπίγραμμα ὅτι οἰκεῖον τὸ τῶν κατηγοριῶν, δειχθήσεται.
καὶ σημαντικὸς αὐτὸς ὁ ἄνθρωπος ἦλθεν ἐπὶ τὸ καὶ διὰ τῆς φωνῆς κατονομάζειν καὶ δηλοῦν ἕκαστον. καὶ γέγονεν αὐτῷ ἡ πρώτη χρῆσις τῶν λέξεων εἰς τὸ παραστῆσαι ἕκαστον τῶν πραγμάτων διὰ φωνῶν τινων καὶ λέξεων, 6 καθ᾿ ἥν δὴ σχέσιν τῶν φωνῶν τὴν πρὸς τὰ πράγματα τόδε μέν τι πρᾶγμα
βάθρον κέκληκεν, τόδε δὲ ἄνθρωπον, τόδε δὲ κύνα, ἥλιον δὲ τόδε, καὶ πάλιν τόδε μὲν τὸ χρῶμα λευκόν, τόδε δὲ μέλαν, καὶ τόδε μὲν ἀριθμόν, τόδε δὲ μέγεθος, καὶ τόδε μὲν δίπηχυ, καὶ οὕτως ἑκάστῳ
πράγματι λέλεις καὶ ὀνόματα τέθεικεν σημαντικὰ αὐτῶν καὶ μηνυτικὰ διὰ τῶν τοιούτων τῆς φωνῆς ψόφων. τεθεισῶν δὲ τοῖς πράγμασι συμβολικῶς
τινων λέξεων προηγουμένως, πάλιν ὁ ἄνθρωπος κατὰ δευτέραν ἐπιβολὴν ἐπανελθὼν (αὐτὰς τὰς τεθείσας λέξεις) τὰς μὲν τοιοῦτον φέρε τύπον
ἐχούσας, ὥστε ἄρθροις συνάπτεσθαι τοιοῖσδε, ὀνόματα κέκληκε, τὰς δὲ τοιαύτας οἷον τὸ περιπατῶ, περιπατεῖς, περιπατεῖ, ῥήματα, δηλώματα τῶν ποιῶν τύπων παριστὰς τῶν φωνῶν διὰ τοῦ τὰς μὲν ὀνόματα καλέσαι τὰς
δὲ ῥήματα. ὥστε τόδε μέν τι τὸ πρᾶγμα καλέσαι χρυσὸν καὶ τὴν τοι-
7 αύτην ὕλην τὴν οὕτω διαλάμπουσαν προσαγορεῦσαι ἥλιον τῆν πρώτης ἦν θέσεως τῶν ὀνομάτων, τὸ δὲ τὴν χρυσὸν λέξιν εἰπεῖν εἶναι ὄνομα τῆς δευτέρας θέσεως καὶ τοὺς τύπους τῆς ποιᾶς λέξεως σημαινούσης. ἔστι τοίνον ἡ πρόθεσις τοῦ βιβλίου περὶ τῆς πρώτης θέσεως τῶν λέξεων τῆς
παραστατικῆς τῶν πραγμάτων· ἔστιν γὰρ περὶ φωνῶν σημαντικῶν ἁπλῶν, καθὸ σημαντικαί εἰσι τῶν πραγμάτων, οὐμὴν τῶν κατὰ ἀριθμὸν ἀλλήλων διαφερόντων ἀλλὰ τῶν κατὰ γένος· ἄπειρα μὲν σχεδὸν καὶ τὰ πράγματα καὶ αἱ λέξεις κατὰ ἀριθμόν. ἀλλ᾿ οὐ τὰς κατὰ ἀριθμὸν πρόκειται διελθεῖν
λέξεις· ἑκάστη γὰρ κατὰ ἀριθμὸν σημαίνει τῶν ὄντων· ἀλλ᾿ ἐπεὶ τῷ ἀριθμῷ
πολλά ἐστιν ἓν ὄντα τῷ εἴδει ἢ τῷ γένει, καὶ ἡ ἀπειρία τῶν ὄντων καὶ τῶν σημαινουσῶν αὐτὰ λέξεων εἰς δέκα γένη εὕρηται περιλαμβανομένη εἰς τὸ γράφεσθαι. εἰς δέκα τοίνυν γενικὰς διαφορὰς περιληφθέντων τῶν
ὄντων δέκα καὶ αἱ δηλοῦσαι ταῦτα φωναὶ γεγόνασι κατὰ γένη καὶ αὐταὶ 8 περιληφθεῖσαι. δέκα οὖν λέγονται κατηγορίαι τῷ γένει δηλονότι, ὥσπερ καὶ
αὐτὰ τὰ ὄντα δέκα τῷ γένει. ὅθεν ἐπεὶ περὶ φωνῶν σημαντικῶν ἡ πρόθεσις θεσις καθὸ σημαίνουσι τῶν κατὰ γένος διαφόρων ὄντων, τὸ δὲ ἀγορεύειν τὰ πράγματα κατά τι σημαινόμενον κατηγορεῖν ἔλεγον καὶ ὅλως τὸ λέξιν
σημαντικὴν κατὰ πραγμάτων λέγειν, εἰκότως Κατηγορίας ἐπέγραψεν τὴν περὶ τῶν ἁπλῶν λέξεων στοιχείωσιν τὴν καθὸ σημαντικαὶ τῶν πραγμάτων
εἰσὶν προηγουμένως κατὰ γένος ἕκαστον θεωρουμένην. Ἐ. Ἀλλὰ πῶς, εἰ περὶ φωνῶν σημαντικῶν ἐστιν ἡ πραγματεία, ἐν
τοῖς ἑξῆς περὶ τῶν πραγμάτων ὁ πᾶς αὐτῷ γεγένηται λόγος; Ἀ. Ὅτι αἱ φωναὶ ἀγγέλῳ ἐοικυῖαι τὰ πράγματα ἀγγέλλουσιν, ἀπὸ δὲ τῶν πραγμάτων, ἀναγκαῖον ἔχουσιν, τὰς διαφορὰς λαμβάνουσιν· ἀφ᾿ ὧν τοίνυν
τὸ τῆς χρείας ἀναγκαῖον ἔχουσιν, ταῦτα ἀναγκαῖον θεωρεῖται, ἵνα κατὰ τὰς
γενικὰς διαφορὰς ὧν ἀγγέλλουσι καὶ αὐταὶ τὸ διάφορον λάβωσι τὸ κατὰ γένος. ἐμπίπτουσα τοίνυν γέγονεν ἡ περὶ τῶν κατὰ γένος διαφορῶν ζήτησις τῶν ὄντων, προηγουμένη δέ ἐστιν ἡ περὶ τῶν φωνῶν τῶν σημαντι κῶν ὡς εἴρηται.
πῶς ἐν τῷ Περὶ ἑρμηνείας εἰς δύο, εἰς ὄνομα καὶ ῥῆμα;
εἰσι τούτων σημαντικαί, ἀλλὰ περὶ τῶν σημαντικῶν λέξεων τοῦ τύπου τῶν
φωνῶν, καθὸ τύποι εἰσὶ τοιούτων· τύπος γὰρ τῆς φωνῆς τὸ εἶναι ἢ ὄνομα ἢ ῥῆμα. καὶ τὸ κυρίαν δὲ εἶναι τὴν λέξιν ἢ μεταφορικὴν ἢ ἄλλως 9 τροπικὴν τῆς δευτέρας ἐστὶ περὶ τῶν φωνῶν πραγματείας καὶ οὐ τῆς πρώτης.
γάρ ἐστι λέξεων καθὸ λέξεις εἰσί) τὰ τοιαῦτα οὖν προφέροντες καὶ ποίας ἐστὶ κατηγορίας ἀποροῦντες καὶ μὴ εὑρίσκοντες ἐλλιπῆ φασιν εἶναι διαίρεσιν, ὡς ἂν μὴ πάσης φωνῆς σημαντικῆς εἰς αὐτὴν εριλαμβανομένης.
γνωσεως;
πρώτων καὶ γενικωτάτων γενῶν οὐ γὰρ νέοις προσήκουσα ἡ τῶν τοιούτων διδασκαλία) οὔτε τίνες αἱ πρῶται καὶ στοιχειώδεις τῶν λεγομένων ὡς τὸν λόγον εἶναι δοκεῖν περὶ τῶν τοῦ λόγου μερῶν, ἀλλὰ μᾶλλον περὶ τῆς καθ᾿ ἕκαστον γένος τῶν ὄντων οἰκείας ἂν ἐσομένης τῶν
κατηγορίας· διὸ καὶ ἀναγκαῖον ἐγένετο ἀμωστήπως ἅψαθαι τῶν γενῶν, ἐφ᾿
ἅπερ ἡ τῶν κατηγορουμένων ἀναφορά· ἀδύνατον γὰν ἑκάτσου οἰκείαν σημασίαν γνώριμον εἶναι μηδεμιᾶς αὐτῷ προλήψεως προυποκειμένης. τοῦτο δὲ ἡ ἐπιηραφὴ Κατηγορία, δηλωτικὴ οὖσα τῆς ἑκάστῳ συνημμένης οἰκείας σημασίας. ὅτι δὲ αὐτὰ τὰ γένη τὸν ἀριθμὸν δέκα,
προϊὼν ὁ λόγος δηλώσει· ταύτῃ δὲ καὶ ὁ ἀριθμὸς ὁ τῶν κατηγοριῶν ὁ δὲ ἐπιγράφων Περὶ δέκα γενῶν οὐδὲ αὐτὸς ἀπεικότως, εἰ μόνον πρὸς ἐπὶ τὰ γένη ἀναφορὰν ποιοῖτο τὴν ἐπιγραφήν, ἀλλὰ μὴ ὅτι περὶ τῶν δέκα γενῶν νομίζοι.
τὴν ἀρχὴν τῆς διδασκαλίας πεποίηται, ἀλλὰ περὶ ὁμωνύμων καὶ συνωνύμων 11 καὶ παρωνύμων; ὅμοιος γάρ ἐστι τῷ ἄλλο μὲν δὲ ἕτερον.
διακόπτοι τὸ συνεχές. ὥσπερ οὖν οἱ γεωμέτραι προεκτίθενται ὅρους
καὶ ἀξιώματα καὶ αἰτήματα καὶ διαιρέσεις, ἃ χρήσιμά ἐστι προλαβόντα μαθεῖν εἰς σαφήνειαν τῶν θεωρημάτων, οὕτω καὶ ὁ Ἀριστοτέλης τὰ περὶ τῶν ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων καὶ πάντα
ἑφεξῆς χρησιμώτατα πρὸς αὐτὴν τὴν τῶν κατηγοριῶν παράδοδιν, τινὰ δὲ καὶ μετὰ τὴν τῶν κατηγοριῶν παράδοσιν ἐπιδιδάσκων, ὧν τὸ
τῷ τόπῳ χρὴ παριστάναι.
καὶ εἴ τιvα ἄλλα ἐστὶ τῆς τοιαύτης συστοιχίας, τί βούλεται καὶ πόθεν καὶ τῶς ὑπέστη;
εἶναι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· δηλοῦται γὰρ ἕκαστον τῶν πραγμάτων καὶ δι ὀνόματος καὶ διὰ λόγου τοῦ ὁριστικοῦ
παραστατικοῦ τῆς οὐσίας αὐτοῦ, ὡς ὅταν τὴν φωνὴν λέγωμεν τὸ ἴδιον ἀκοῆς· παντὸς οὖν πράγματος καὶ ὄνομα καὶ λόγον ὁριστικὸν ἔχοντος
σχέσεις ἐν τοῖς πράγμασι τῶν τοιούτων λόγων πρὸς τὰ ὀνόματα γινονται τέσσαρες· τὰ γὰρ πράγματα ἢ καὶ τοῦ ὁνόματος καὶ τοῦ λόγου αὐτοῦ κοινωνεῖ, ἢ τοῦ μὲν ὀνόματος οὐ μέντοι τοῦ λόγου, ἢ τοῦ
τοῦ δὲ ὀνόματος οὔ, ἢ οὔτε τοῦ λόγου οὔτε τοῦ ὀνόματος. καὶ ὅταν μὲν
τοῦ αὐτοῦ ὀνόματος κοινωνῇ τὰ πράγματα τοῦ δὲ λόγου μηδαμῶς, ὁμώνυμα 13 καλεῖται, ὅταν δὲ καὶ τοῦ λόγου καὶ τοῦ ὀνόματος, προσαγορεύεται διὰ τὸ ὥσπερ σὺν τῷ ὀνόματι καὶ τὸν τὸv αὐτὸν. ὅταν δὲ τοῦ μὲν λόγου κοινωνῇ τοῦ αὐτοῦ τοῦ
μή, πολυώνυμα ταῦτα καλεῖται, ἐπειδὰν δὲ μήτε τοῦ ὀνόματος μήτε τοῦ
λόγου, ἑτερώνυμα καλεῖται. πέμπτος δέ ἐστι τρόπος, ὅταν τινὰ ἕτερα ὄντα ἀπὸ ἑτέρων γένηται μετέχοντά πως καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου, διαφέροντα δὲ τῷ μετασχηματισμῷ, ἃ καὶ καλεῖται παρώνυμα.
τὰ συνώνυμα καὶ ὀνόματος τοῦ αὐτοῦ κοινωνεῖ καὶ τοῦ λόγου, σαφέτερον τὸ κατ’ ἄμφω κοινωνοῦν καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου τοῦ κατὰ μόνου του ονοματος κοινωνουντος;
πρῶτον περὶ τῶν ὁμωνύμων ποιεῖται τὸν λόγον.
δὲ αὐτὸν προηγουμένως περὶ φωνῶν ἐνίστασθαι τὴν πραγματείαν, οὐ μὴν περὶ
τῶν πραγμάτων;
πλειόνων τέτακται τὰ πράγματα τοῦ αὐτοῦ λόγου μὴ κοινωνοῦντα, οὐδ᾿ ἂν
εἴη ὁμωνυμία.
πράγματα γνωσθῆναι ὅτι ὁμώνυμά ἐστιν. ἀνάγκη τοίνυν τίνα ὁμώνυμά ἐστιν πράγματα, ἵνα καὶ ἡ ὁμωνυμία καὶ ἡ τοιαύτη
λέξις γνωσθῇ.
τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.
ἄλλου ἠνδραπόδισται· διὰ τί ὡς ἐν μόνοις τοῖς ὀνόμασιν οὔσης
ἔφη ὧν ὄνομα μόνον κοινόν;
῾τῷ ἀνδραποδίζεσθαι ὁμωνύμῳ ὄντι᾿ καὶ τὰ ἑξῆς. εἴληπται οὖν ὄνομα κοινῶς ἐπὶ παντὸς μέρους λόγου ταττόμενον.
ποῖον ὑπακούειν δεῖ, ἆρα τὸ δηλοῦν τὸ ἕν, ὥσπερ φαμὲν ὅτι ῾μόνος ἐστὶν ὁ κόσμος᾿ ἀντὶ τοῦ ῾εἷς ἐστιν᾿, ἢ τὸ δηλοῦν τὴν πρὸς ἕτερον ἀντιδιαστολήν,
ὅταν λέγωμεν ῾οὗτος χιτῶνα μόνον ἔχει᾿, ἔνθα δἐ οὐκ ἔχει᾿ ἢ τι τοιοῦτον;
καὶ ὁρισμόν, πρὸς ἀντιδιαστολὴν οὖν τοῦ ὁιρισμοῦ τὸ μόνον εἴληπται· τὰ ὁμώνυμα τὸ ὄνομα μὲν ἔχει κοινόν, οὐκ ἔτι δὲ τὸν λόγον τὸν ὁριστικόν. E. Τὸ κοινὸν πῶς εἴληπται; πρῶτον δὲ εἰπέ, ποσαχῶς λέγεται κοινόν;
ὡς ἄρτος καὶ οἶνος, εἰ εἶς εἴη τῶν διαιρούντων, καὶ τὰ χρήματα κοινὰ εἰς μέρη εἶναι διαιρετὰ τῶν ὄντων. λέγεται δὲ κοινὸν καὶ τὸ εἰς μέρη μὲν οὐ διαιρετόν, εἰς δὲ τῆν χρῆσιν ὑπὸ πολλῶν παραλαμβανόμενον ὡς
ἵππος καὶ οἰκέτης κοινὸς πλείοσιν ἀδελφοῖς. λέγεται κοινὸν καὶ τὸ τινὸς γινόμενον καὶ μετὰ τὴν χρῆσιν ἀναπεμπόμενον εἰς τὸ κοινόν,
οἷον δή τί ἐστι τὸ βαλανεῖον καὶ τὸ θέατρον. λέγεται δὲ κοινὸν τὸ ὅλον ἅμα εἰς χρῆσιν ἐρχόμενον πολλῶν ἀδιαιρέτως· οὕτως γὰρ
διὰ τῆς τοῦ κήρυκος φωνῆς κοινὴ ἡ χρῆσις τοῖς ἐν τῷ θεάτρῳ μὴ διαιρουμένης τῆς εἰς ἐλάχιστα φωνῆς καθ᾿ ἕκαστον τῶν
ἅ δὲ έξῆς ἐπήγαγεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος,
17 ἐξήγησαι ἡμῖν. καὶ πρῶτον διὰ τί προσέθηκεν, ὁ δὲ κατὰ τοὔνομα λόγος, ἀλλ᾿ οὐκ ἠρκέσθη εἰπὼν ὁ δὲ λόγος ἕτερος;
ἢ διὰ λόγου ὁριστικοῦ. δεῖ δὲ τὸν ὁριστικὸν λόγον σύζυγον εἶναι τῷ ὀνόματι καὶ ἐξηγητικὸν τοῦ πράγματος, καθὸ τῷδε κέχρηται τῷ ὀνόματι. οἶον ἥδε ἡ οὐσία, ἔστω δὲ ἄνθρωπος ὑποκείμενος, καλεῖται ἄνθρωπος, καὶ
ἀθρόως μὲν οὕτως, καὶ ζῷον ἐπὶ κεφαλαίου ἔχει τοὔνομα τούτου· διὰ δὲ λόγου ἐσοδυναμοῦντος εἰς δήλωσιν τῷ ὀνόματι ἀποδοθείη ἂν τῷ ζῷον λογικὸν 18 γικὸν θνητόν. ἔστι δὲ ὁ ἄνθρωπος καὶ οὐσία ἔμψυχος αἰσθητική· ἀλλὰ καθὸ μὲν ἄνθρωπος καλεῖται σύζυγον ἔχων κατὰ τοὔνομα τὸ τοῦ ἀνθρώπου λόγον, ζῷον λογικὸν θνητόν, καθὸ δὲ ζῷον, οὐσία ἔμψυχος αἰσθητική.
ἂν τοίνυν ἄνθρωπον εἰπὼν τὴν ὑποκειμένην οὐσίαν καὶ δι᾿ ὀνόματος οὕτως αὐτὴν δηλώσας διὰ λόγου μηνῦσαι αὐτὴν θέλων εἴπης οὐσία ἔμψυχοςαἰσθητική, εἴρηκας μέν τι ἀληθές, οὐκέτι δὲ συζύγως τῷ ἄνθρωπος ὀνόματι
ἀποδέδωκας τὸν λόγον, ἀλλὰ περιττῶς καὶ πεπλασμένως.
ζῷον λογικὸν θνητόν ἐστιν, ἢ τοῦτο, ἄνθρωπός ἐστιν· ἰσοδυναμεῖ γὰρ τῷ ὀνόματι τῷ τοῦ ἀνθρώπου ὁ ὁριστικὸς λόγος τὸ ζῷον λογικὸν θνητόν. τὸ δὲ ἄνθρωπον εἰπόντα ὁριστικὸν αὐτοῦ λόγον ἐπάγειν οὐσία ἔμψυχος
αἰσθητική οὐ κατὰ τοὔνομα τὸ ῥηθὲν τοῦ ἀνθρώπου ἐστὶν ἀπαδιδόντος τὸ
ἄνθρωπος. πᾶς οὖν ὅρος εἰ μέλλοι ἀποδίδοσθαι ὑγιῶς, κατὰ τοὔνομα καὶ συζύγως τῷ ὀνόματι ἀποδίδοσθαι ὀφείλει. καὶ ὅτι τοῦτο ἐπὶ παντὸν ὅρου 20 δεῖ θεωρεῖσθαι, δηλοῖ καὶ ὁ τούτου συνώνυμος ὅρος καὶ αὐτὸς κατὰ τοὔνομα ἀποδίδοσθαι τὸν ὁριστικὸν λόγον ἀεὶ παραγγέλλων. ὅταν οὖν Αἴαντος
καλουμένου τοῦ Τελαμῶνος παιδὸς καὶ τοῦ Ὀϊλέως θέλωμεν ἀποδοῦναι
τὸν τοῦ Ὀϊλέως, ὅστις ἐστί, καὶ προσαγορεύσας αὐτὸν Αἴας λέγῃς ὅτι ῾ οὗτός ἐστιν Αἴας ὁ τοῦ ᾿ Οϊλέως παῖς Λοκρὸς ὢν τῷ γένει᾿ , θέλων δὲ τὸν τοῦ Τελαμῶνος λέγῃς ῾ οὗτος δέ ἐστιν ὁ Αἴας τοῦ Τελαμῶνος παῖς Σαλαμίνιος τῷ γένει᾿ , δῆλον μὲν ὅτι τῷ Αἴας ὀνόματι κοινῶς ἐπ᾿ αὐτῶν
κέχρησαι (ἑκάτερος γὰρ Αἴας κ΄κληται), ἀποδιδοὺς δὲ ὑπογραφὴν τὴν παραπλησίαν
ὅρῳ δῆλον ὡς ἄλλον μὲν ὁριστικὸν ἢ ὑπογραφικὸν ἀπέδωκας τοῦ Αἴαντος τοῦ Λοκροῦ, ἄλλον δὲ τοῦ Σαλαμινίου. καίτοι εἰ ἀνθρώπους ἀμφοτέρους ὠνόμασας, οὐκ ἂν καὶ ἄλλον αὐτοῖς ὅρον αὐτοῖς ὅρον ἀπέδωκας κατὰ τοὔνομα τὸ τοῦ ἀνθρώπου, καθὸ ἀμφοτέρους ἀνθρώπους προσηγόρευσας, ἀπο
διδοὺς τὸν ὅρον· ἀμφοτέρους γάρ, καθὸ ἄνθρωποί εἰσιν καὶ καλοῦνται κοινῷ ὀνόματι τῷ ἄνθρωπος, ἀποδιδοίης ἂν εἶναι ζῷα λογικὰ θνητά.
τινὸς ἀποδιδόναι ὁγιῶς μὴ κατὰ τοὔνομα τὴν ἀπόδοσιν ποιούμενον τοῦ ὀριστικοῦ
λόγου, ὀρθῶς τοῦτο ἀπέδειξας· διὰ τί δὲ πρόσκειται τῷ λόγῳ ὁ λόγος τῆς οὐσίας, καὶ οὐκ ἠρκέσθη εἰπὼν ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος, δεῖξαι ὀφείλεις.
ἔστι λόγος καὶ προφορικός, ἔστι λόγος καὶ ἐνδιάθετος, ἔστιν λόγος καὶ
σπερματικός· καὶ πλειόνων ὄντων τῶν σημαινομένων ἐκ τοῦ λόγου διὰ τὸ 21 ὁμοίως πολλὰ παὶ διάφορα πράγματα χρῆσθαι τῷ τοῦ λόγυ ὀνόματι· λόγος δέ ἐστι καὶ κατ᾿ ἄλλο σημαινόμενον ὁ ὅρος, οὗτος δὲ ὁ λόγος ὁ ὁριστικός· τὸ ὅλον τοῦτο λέγεται λόγος τῆς οὐσίας, ἡ γὰρ προσθήκη τῆς οὐσίας διαστέλλει αὐτὸν ἀπὸ τῶν ἄλλων σημαινομέων τοῦ λόγου. ὥσπερ
οὖν δραχμῆς οὔσης ἀργυρᾶς, οὔσης δὲ καὶ χρυσῆς καὶ ἄλλης χαλκῆς ὁ 22 ἁπλῶς εἰπὼν ῾δραχμὴν δός μοι᾿ ἄδηλόν τινα λέγει, ὁ δὲ προσθεὶς ῾δός μοι χρυσῆν δραχμήν᾿ διέστειλεν ἣν θέλει λαβεῖν ἀπὸ τῶν ἄλλων· οὕτως πλεοναχῶς λεγομένου τοῦ λόγου ὁ εἰπὼν λόγος ὁ τῆς οὐσίας τῇ προσθήκῃ
τῆς οὐσίας ἐδήλωσεν τὸν ὁριστικὸν λόγον. ὁ οὖν κατὰ τοὔνομα
ὁριστικὸς λόγος καὶ ὁ τῆς οὐσίας δηλωτικὸς δηλωτικὸς λόγος, ἕτερος εἶναι ὀφείλει καθ᾿ ἕκαστον τῶν ὁμωνύμων πραγμάτων.
τούτων κομίσαι, ἆρά γε εἷς τρόπος ἐστὶ τῶν ὁμωνύμων, ἵνα καθ᾿ ἕνα τρόπον τοῦτον λαβόντες τὸ παράδειγμα αὐτάρκως αὐτῶν ἔχωμεν τὴν
διδασκαλίαν, ἢ πλείους εἰσὶν ὁμωνύμων τρόποι;
ἀπὸ διανοίας. διελόντι δὲ καὶ ἀπὸ διανοίας εἴς τε τὸν καθ᾿ ὁμοιότητα καὶ
τὸν ἐκ τῆς ἀναλογίας καὶ τὸν ἀφ᾿ ἑνὸς καὶ πρὸς ἓν οἱ πάντες ἔσονται τρόποι.
που ὁ Μακεδόνων βασιλεύσας. ταῦτα γὰρ κατὰ τύχην ὁμώνυμα εἶναι λέγεται,
οἱ δὲ ἄλλοι ἀπὸ διανοίας εἶεν ἂν ἠρτημένοι, ὅτι ὅ τε καθ᾿ ὁμοίωσιν συνιστάμενος τρόπος τῆς ὁμωνυμίας, ὅταν φέρε ἄνθρωπόν τε προσαγορεύσω τὸ ζῷον λογικὸν θνητὸν καὶ εἰκόνα εἰκόνα ἀνθρώπου, ὅταν ἰδὼν λέγω ὅτι ῾ἄνθρωπος τοῦτο᾿, δηλονότι οὐχ ὡς ἔτυχεν καὶ τὸ ἐν τῇ εἰκόνι γράμμα καλῶ
ἄνθρωπον, ἀλλ᾿ ὅτι ὁμοίωμά ἐστι τοῦ ζῶντος ἀνθρώπου· ἀπὸ διανοίας οὖν
ἄνθρωπόν τε τὸν ζῶντα καὶ τὸν ἀνδριάντα ἢ τὴν εἰκόνα καλῶ ἄνθρωπον. πάλιν ὅταν ἀρχὴν ἀριθμῶν καλέσω τὴν μονάδα, ἀρχὴν δὲ γραμμῆς τὴν στιγμήν, ἀρχὴν δὲ ποταμῶν τὴν πηγήν, ἀρχὴν δὲ τοῦ ζῴου τὴν καρδίαν,
τὸ τῆς ἀρχῆς ὄνομα ἐπὶ ὁμωνύμων ταττόμενον ἐκ διανοίας ἂν εἴην κατὰ 23 ἀναλογίαν πᾶσι τούτοις κοινὸν τοῦτο θέμενος ὄνομα· ὠς γὰρ ἔχει ἐν ἀριθμοῖς
ἡ μονάς, οὕτως ἔχει ἐν γραμμαῖς μὲν ἡ στιγμή, ἐν ποταμοῖς δὲ ἡ πηγή, ἐν ζῴοις δὲ ἡ καρδία. ὁ δὲ τοιοῦτος λόγος τῆς δείξεως κατὰ ἀνα- 24 λογίαν λέγεται παρὰ τοῖς γεωμέτραις. καὶ διὰ τοῦτο τὸ τῆς ἀρχῆς ὄνομα
εἴληπται ἐν τοῖς κατὰ ἀναλογίαν ὁμωνύμοις. τρίτος δέ ἐστι τρόπος τῶν ἀπὸ διανοίας τὸ ἀπό τινος ἑνὸς κοινὴν διαφόροις πράγμασι προσηγορίαν γενέσθαι· οἷον μιᾶς οὔσης τῆς ἰατρικῆς ἀπὸ ταύτης κεκλήκαμεν τό τε
ἰατρικὸν τό τε φάρμακον καὶ τὸ σμιλίον, ἀλλ᾿ ἰατρικὸν μὲν τὸ βιβλίον,
ὅτι ἰατρικῶν μαθημάτων ἀναγραφὴ ἔχει, τὸ δὲ σμιλίον ὅτι πρὸς τομὰς τὰς κατὰ ἰατρικήν ἐστιν ὄργανον, ἰατρικὸν δὲ τὸ ὅτι πρὸς τὰς ἰάσεις ἐστὶν χρήσιμον τῷ ἰατρῷ. ὥστε τοὔνομα, ὁ δὲ κατὰ τοὔνομα λόγος καθ᾿ ἕκαστον <τῶν> κοινῶς προσαγορευομένων
ἕτερος. ἀπὸ μιᾶς δὲ τῆς ἰατρικῆς ἐκλήθη ταῦτα ἰατρικὰ θέντων ἀπὸ τύχης ἀλλὰ ἀπὸ διανοίας πᾶσι τούτοις ὀνόματα τῶν οὕτως
ταῦτα. τέταρτος δὲ ἀπὸ διανοίας, ὅταν διάφορά τινα πρὸς τέλος ἀπ᾿ ἐκείνου τῆς κοινῆς προσηγορίας τύχῃ, ὥσπερ ὑγείας ἣν τέλος ποιεῖται ό ὑγιαζόμενος, ἀπὸ ταύτης τό τε σιτίον λέγεται ὑγιεινὸν
καὶ ὁ περίπατος ὑγιεινὸς καὶ τὸ ἀνάγνωσμα ὑγιεινόν. τοῦτον δὲ τὸν οἱ μὲν συνῆψαν τῷ ἀφ᾿ ἑνὸς τὸ ὅλον τοῦτο καλέσαντες ἀφ᾿ ἕν, οἱ δὲ οὐδὲ τοῖς ὁμωνύμοις κατηρίθμουν, ἀλλ᾿ οὐδὲ ἐν τοῖς συνωνύμοις,
ἀλλ᾿ ἐν μέσῳ ἐτίθεσαν τῶν ὁμωνύμων τε καὶ συνωνύμων διὰ λόγου μετοχῇ τοῦ αὐτοῦ ἰατρικὰ καλεῖσθαι κοινῶς τὰ διάφορα πράγματα
ὑγείας τε περιποιήσει τῆς αὐτῆς ὑγιεινὰ καλεῖσθαι τὰ οὕτω προσαγορευθέντα κοινῶς πράγματα.
<ἴδιον ἑκατέρου λόγον> ἀποδώσει· τὸν δὲ κατὰ τοὔνομα ἄλλον ἄλλῳ ἀποδώσει, τὸν μὲν ἄνθρωπον ζῷον εἶναι, ὅτι οὐσία ἔμψυχος αἰσθητική, τὸ δὲ γεγραμμένον ζῷον εἶναι, ὅτι ὁμοίωμά ἐστιν οὐσίας ἐμψύχου αἰσθητικῆς.
καὶ κατὰ μεταφορὰν ὁμώνυμά τε ἂν εἴη καὶ ὑπαχθείη τῷ τρόπῳ, ἢ ἕτερός ἐστί τις τρόπος ὁ κατὰ μεταφορὰν καὶ ἕτερος ὁ ἀναλογίαν; καὶ εἰ δεῖ ἐν τῷ κατὰ ἀναλογίαν τάττειν τὸν κατὰ μεταφορὰν
ἢ καθ᾿ αὐτὸν ἄλλον τρόπον ἡγεῖσθαι ὁμωνύμων κατὰ ἀναλγίαν;
ὄνομα, ἄλλως δὲ καταχρήσηταί τις ἐπ᾿ αὐτοῦ ἄλλῳ ὀνόματι μεταφέρων καὶ τούτῳ χρώμενος ὡς κειμένῳ ἐπ᾿ αὐτοῦ· ἐνταῦθα οὐκ ἂν εἴη ὁμωνυμία τις· ὅταν δὲ μὴ ἔχῃ ἄλλο ἀλλὰ τοῦτο, τότε γίνεται γίνεται ὁμωνυμία. οἷον ὀρῶν τὰ κάτω μέρη καλεῖται ὑπώρεια·
ταύτας τὰς ὑπωρείας ὄνομα οὔσας τῶν κάτω μερῶν τοῦ ὄρουςοἱ ποιηταὶ πολλάκις προσεῖπον πόδας·
οὐκ ἔτι ἂν εἴποιμι μεταφορὰν ἀλλ᾿ ὁμωνυμίαν· τοῦτο γὰρ ὄνομα ἔχει τῆς κλίνης τὸ βαστάζον τὸ ὅλον κοῖτος καὶ τῆς τραπέζης κατὰ ἀναλογίαν τῶν 27 τοῦ ζῴου ποδῶν. οὗ χάριν ὧν ὄνομα μόνον κοινὸν δεῖν εἴρηται εἶναι ἐπὶ τῶν ὁμωνύμων, ὄνομα δὲ ἐπὶ κλίνης καὶ τραπέζης οἱ πόδες τὰ τοιάδε μέρη, ἐπὶ δὲ ὄρους καὶ νηὸς ὀνόματα μὲν ὐπώρεια καὶ πἦδάλιον, ἄλλως δὲ μετενήνεκται
ἡ τῶν ποδῶν προσηγορία ἐπ᾿ αὐτῶν· κατὰ μεταφορὰν ἂν εἴη ταῦτα λεγόγενα, ὁμωνύμως δὲ οὔ. οὐδὲ γὰρ καθ᾿ ὁμοίωσιν εἴποις ἂν εἶναι ὁμώνυμα· ποίαν γὰρ ἔχειν ὁμοιότητα πρὸς ζῴου πόδας ὑπώρειαν; ἀλλὰ μετενηνεγμένως λέγεται ἡ ὑπώρεια πούς, ὀμωνύμως δὲ οὐ λέγεται, εἰ μή
τι τῷ ὅρῳ προσέχοι τῶν ὁμωνύμων, ὅτι ἥ τε ἡπώρεια λέγεται ποὺς καὶ
ἀνθρώπου πούς, καὶ τὸ μὲν ὄνομα κοινὸν τὸ τοῦ ποδός, ὀ δὲ λόγος ἕτεπος, κοινῶς τοῦ ὀνόματος καὶ ἐπὶ τῆς μεταφορᾶς ταττομένου. διὸ τούτου ζητῆσαι ἄξιον.
ὁμωνύμων, αὐτάρκως παρέστησας· μεταβατέον δέ σοι καὶ καὶ ἀποδότεον τὸν Ἀριστοτέλους ὅρον.
λόγον.
τὸ κοινῶς ἐπὶ παντὸς μέρους λόγου λεγόμενον καὶ τὸ κοινὸν ὡς
πρότερον. ἄν τε δὲ προστεθῇ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας, ἄν τε μὴ προστεθῇ, ἀλλὰ μόνον λέγηται ὁ δὲ λόγος ὁ αὐτός, δῆλον ὅτι
προσυπακουσόμεθα καὶ τὸ κατὰ τοὔνομα δεῖν ἀποδίδοσθαι τὸν λόγον καὶ ὅτι λόγον τὸν τῆς οὐσίας χρὴ ἐξακούειν· οὗτος γάρ ὅταν οὖν ὀνόματος ὄντος κοινοῦ ὁ κατὰ τοὔνομα ὁριστικὸς λόγος ὁ αὐτὸς 29
ᾖ, συνωνύμως ταῦτα καλεῖται τούτῳ τῷ ὀνόματι. δηλοῖ δὲ τὸ παράδειγμα τὸ εἰρημένον· ἄνθρωπος γὰρ ἔστω τὸ ὑποκείμενον καὶ βοῦς καὶ καύων, δὲ κοινῷ ὀνόματι καλείσθωσαν ζῷα· ἐπὶ ταύτης τῆς κοινότητος τοῦ ὀνόματος
ἐὰν ἀποδῶμεν τὸν κατὰ τοὔνομα ὅρον ἔστι δὲ ὁ σύζυγος τῇ ζῴου προσηγορίᾳ ὅρος οὗτος τὸ οὐσία ἔμψυχος αἰσθητική· καὶ ὁ
ζῷόν τε λέγεται καὶ ἔστιν οὐσία ἔμψυχος αἰσθητική), δῆλον ὅτι καὶ
ὁ ὅρος κοινὸς ἔσται πάντων· ἕκαστον γὰρ τῶν εἰρημένων ἀληθῶς οὐσία ἔμψυχος αἰσθητική.
λόγου κοινωνῇ τινα τοῦ αὐτοῦ, τοῦ δὲ ὀνόματος μή, ἃ δεῖ καλεῖσθαι πολυώνυμα, τίς ἂν γένοιτο ὅρος;
ὁ δὲ λόγος εἷς καὶ ὁ αὐτός, ὡς ἄορ, ξίφος, φάσγανον, καὶ λωπίον καὶ ἱμάτιον· τὸ μὲν γὰρ πρᾶγμα ἓν τὸ τοῦ ξίφους καὶ ὁ ὅρος καὶ λόγος εἷς ὁ κατὰ τοὔνομα ἔστι γὰρ σίδηρος ἀμφήκης εἰς ζᾠων
εἰργασμένος), ἄλλο δὲ ὄνομα καὶ διάφορον τὸ ξίφος καὶ τὸ ἄορ καὶ
τὸ φάσγανον. καὶ ἔοικεν ταῦτα ἀντικεῖσθαι τοῖς ὁμωνύμοις, ὡς εἴ τις αὐτὰ ἐκάλει ὁμοιόλογα ὀμοιόλογα καὶ ὁμοιόριστα καὶ τὸν μὲν τὰ δέ ὀνόματα κατὰ λόγον ἕτερα. οὕτω δὲ καὶ oi Ῥωμαίων παῖδες εἰώθασιν πολλἀ ἔχειν ὀνόματα ἔχαστος.
λέγε δὴ καὶ περὶ τούτων.
τὸv δὲ μετασχηματισμὸν πτῶσιν ἐκάλεσεν, οὐ γὰρ ἃς καλοῦμεν ἡμεῖς πτώσεις
ὀνόματος δεῖ νῦν λέγειν αὐτὸν νομίσαι· ὁ ἀνδρεῖος διαφέρων τῆς τῇ πτώσει, τοῦτ᾿ ἔστι τῷ μετασχηματισμῷ κατὰ τὸ αὐτὸ ὄνομα τῆς ἀνδρεῖος κέκληται μετεσχηματισμένως· τοῦτο γάρ ὃ ἔφη τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει μετεσχηματισμένην κατὰ τὸ τέλος μόνον.
παρώνυμόν ἐστιν, ἔστιν γὰρ ἡ ἀνδρεία πρᾶγμα ἧς μετέχει· ἀλλὰ καὶ τοῦ ὀνόματος αὐτῆς μετέχει· ἀπὸ γὰρ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. ἀλλὰ μετέχει καὶ μετασχηματισμοῦ τῆς πτώσεως γενομένης κατὰ τὸ τέλος τῆς
ἀνδρείας ὀνόματος· ἡ μὲν γὰρ ἀνδρεία εἰς τὴν αݲ λήγει συλλαβήν, ὁ δὲ
ἀνδρεῖος εἰς τὴν οݲςݲ.
μουσική. ἀλλ᾿ ἐπεὶ οὐ μετεσχηματίσθη, ἀλλ᾿ ὁμοίως καὶ ἡ ἕξις καὶ
ἡ γυνὴ κέκληται μουσική, οὐκ ἔστιν παρωνύμως λεγομένη ἡ γυνὴ μουσικὴ ἀλλ᾿ ὁμωνύμως. ὁ δὲ μουσικὸς παρωνύμως τῆς μουσικὴς κέκληται, ἐπειδὴ 32 πρόσεστιν αὐτῷ τὰ τρία, μετοχὴ πράγματος, μετοχὴ ὀνόματος, μετασχηματισμὸς τοῦ ὀνόματος. πάλιν ἀρετῆς οὔσης ὁ μετέχων ταύτης σπουδαῖος
κέκληται· ἐνταῦθα τὸ μὲν πρᾶγμά ἐστιν ἡ ἀρετὴ οὗ μετέχει ὁ ἄνθρωπος,
ἀλλ᾿ ἐπειδὴ τοῦ ὀνόματος οὐ μετέχει (ὁ γὰρ σπουδαῖος καὶ ἡ ἀρετὴ ἕτερά εἰσιν ὀνόματα), οὐκ ἂν εἴη παρώνυμα, ὥστε μετέχων ἀρετῆς ὁ σπουδαῖος οὐκ ἂν εἴη παρωνύμως κεκλημένος σπουδαῖος.
σπουδαῖος ἀλλὰ τοῦ ἔχειν ἀρετήν;
πραγμάτων ἡ πρόθεσις, καθὸ σημαντικαί εἰσιν αὐτῶν· εἰσὶ δὲ πρώτως κατὰ
γένος ἀφοριζόμεναι καὶ κατὰ γένη τῶν πραγμάτων καὶ οὐ κατὰ ἀριθμὸν λαμβανόμεναι τὸν τῶν καθ᾿ ἕκαστα καὶ τὸν τῶν ἀτόμων· ἐπεὶ τοίνυν ἡ πρόθεσις τοιαύτη, ἀναγκαίως ὅτι περὶ ἁπλῶν λέξεών ἐστι διδάξαι δεικνύς,
οἷαί εἰσιν αἱ ἁπλαῖ.
ἐμπεριέχεται συνδέσμῳ οἷον ῾Σωκράτης καὶ Πλάτων᾿, τὰ δὲ κατὰ συμπλοκὴν
λέγεται, ὅσα ὁμοῦ προφέρεται πράγματα διὰ τὸ τὸ ἕτερον συμβεβηκέναι τῷ ἑτέρῳ οἷον ῾Σωκράτης περιπατεῖ᾿. τῆς γὰρ περιπατήσεως συμβεβηκυίας 34 Σωκράτει, ὅταν λέγωμεν ῾Σωκράτης περιπατεῖ᾿, συμπλέξαντες τῷ Σωκράτει τὸ περιπατεῖν ἄνευ συνδέσμου τοῦ κατὰ φωνὴν λέγομεν ῾Σωκράτης
περιπατεῖ᾿, ἄνευ δὲ συμπλοκῆς εἴποιμεν ἂν ῾Σωκράτης᾿, εἶτα πάλιν
῾Πλάτων᾿, ἢ οὕτως ῾τρέχει᾿, εἶτα πάλιν ῾νικᾷ᾿. νῦν δὲ περὶ τῶν ἄνευ συμπλοκῆς λεγομένων πραγμάτων τε καὶ λέξεων ἡ πρόθεσίς ἐστιν, ἐν πόσοις γένεσι θεωρεῖται· ὡς γὰρ ἔχει τὰ πράγματα, οὕτως καὶ αἱ ταῦτα πρώτως δηλοῦσαι λέξεις.
εἰς γένη τινὰ ἀναφέρονται, παρέστησας· πῶς δ᾿ ἂν αὐτὰ διέλοις εἰς ἐλαχίστην διαίρεσιν, μεθ᾿ ἣν οὐκ ἔστιν ἐλάσσων, καὶ πῶς ἂν εἰς μεγίστην,́ μεθ᾿ ἣν οὐκ ἂν γένοιτο μείζων, ἐπίδειξον.
τὰς τούτων σημαντικὰς φωνὰς τὴν εἰς τέσσαρα, λέγων ὅτι τὰ ὄντα ἢ οὐσία καθόλου ἢ οὐσία ἐπὶ μέρους ἢ συμβεβηκότα καθόλου ἢ συμβεβηκότα ἐπὶ μέρους· εἰς γὰρ διαίρεσιν ταύτης ἐλάσσονα οὐκ ἂν γένοιτο ἄλλη. εἰς δὲ μεγίστην διαίρεσιν διέλοιμ᾿ ἂν εἰς δέκα, λέγων ὅτι τὰ ὄντα ἢ οὐσία ἢ
ποσὰ ἢ ποιὰ ἢ πρός τι ἢ ποιεῖν ἢ πάσχειν ἢ ποτὲ ἢ ποῦ ἢ ἔχειν ἢ
κεῖσθαι, ὥστε καὶ αἱ ταῦτα σημαίνουσαι ἁπλαῖ λέξεις τοσαύτας ἕξουσιν γενικὰς διαφοράς· μείζων δὲ τούτων οὐκ ἂν γένοιτο διαίρεσις.
καὶ συμβεβηκός· ἀλλ᾿ ἐπεὶ οὐκ ἔστι ταῦτα προενέγκαι ἄνευ τοῦ ἢ καθόλου
προενεγκεῖν ἢ ἐπὶ μέρους (αἵ τε γὰρ οὐσίαι ἢ καθολικῶς ἂν προενεχθεῖεν, ὥσπερ τὸ ζῷον, κύων, ἄνθρωπος, ἢ ἐπὶ μέρους, ὥσπερ Σωκράτης, Βουκέφαλος, τά τε συμβεβηκότα καθόλου ἢ ἐπὶ μέρους, ἡ γὰρ ἐπιστήμη καθόλου
συμβεβηκός, ἡ δὲ Ἀριστάρχου ἐπιστήμη μερικὸν συμβεβηκός)· ἐπεὶ 35 τοίνυν οὐχ ἁπλῶς οὔτε ἡ οὐσία λέγεται ἀλλ᾿ ἢ καθόλου ἢ μερικῶς καὶ
ἀτόμως, οὔτε τὸ συμβεβηκὸς ἀλλὰ καὶ τοῦτο ἢ καθόλου ἢ μερικῶς, εἰς τέσσαρα γίνεται ἡ διαίρεσις, καίτοι πρώτως γενομένη εἰς οὐσίαν καὶ συμβεβηκός.
γέγονεν οὖν εἰς οὐσίαν καθόλου καὶ συμβεβηκὸς καθόλου, εἰς οὐσίαν ἐπὶ μέρους καὶ συμβεβηκὸς ἐπὶ μέρους.
δὲ οὐσίαν συμβεβηκὸς ἀδύνατον ἢ τὸ συμβεβηκὸς εἶναι οὐσίαν. πάλιν τὸ καθόλου ἐπὶ μέρους εἶναι ἀδύνατον, καὶ τὸ ἐπὶ μέρους εἶναι καθόλου ἀδύνατον. τοῦ δὲ ἐπὶ μέρους δύναταί τι κατηγορεῖσθαι τῶν καθόλου, οἷον
Σωκράτους μερικῆς ὄντος οὐσίας κατηγορηθείη ἂν ὁ ἄνθρωπος, ὅπερ ἐστὶ καθόλου, ἔστι γὰρ Σωκράτης ἄνθρωπος. γίνονται οὖν συμπλοκαὶ τέσσαρες·
τὸ γὰρ καθόλου συμπλέκεται ἢ τῇ οὐσίᾳ ἢ τῷ συμβεβηκότι, καὶ εἰσὶν αὗται δύο συμπλοκαί, καὶ τὸ ἐπὶ μέρους συμπλέκεται ἢ τῇ οὐσίᾳ ἢ τῷ
συμβεβηκότι, καὶ εἰσὶν αὗται ἄλλαι δύο συμπλοκαί. οὔτε δὲ ἡ οὐσία καθόσον οὐσία γένοιτ᾿ ἂν συμβεβηκὸς οὔτε δὲ τὸ συμβεβηκὸς καθόσον συμβεβηκὸς γένοιτ᾿ ἂν οὐσία, καὶ πάλιν οὔτε τὸ καθόλου καθόσον καθόλου
γένοιτ᾿ ἂν μερικὸν οὔτε τὸ μερικὸν καθόσον μερικὸν γένοιτ᾿ ἂν καθόλου.
λευκὸν τὸ σῶμα, τὸ δὲ λευκόν, καθὸ λευκόν ἐστιν, οὐκ ἂν εἴη ταὐτὸν τῷ σώματι (ἔστι δὲ τὸ μὲν σῶμα οὐσία, τὸ λευκὸν δὲ συμβεβηκός), ἀλλὰ μετέχει 37 μὲν τὸ σῶμα λευκότητος ὡς συμβεβηκυίας αὐτῷ, οὐκ ἔστι δὲ ταὐτὸν τὸ σῶμα τῇ λευκότητι. οὐδὲν γὰρ αὐτοῦ μετέχει, ἄλλ᾿ ἔστι τοῦτο, ὅπερ ἐστίν. οὕτως καὶ τὸ καθόλου ᾗ καθόλου οὐκ ἂν εἴη τοῦ ἀτόμου
μέρος, μετέχοι δ᾿ ἂν τὸ ἄτομον πρᾶγμα τοῦ καθόλου, ὡς ἄν ἐν εἴδει ὄντος τοῦ ἀτόμου ἐν τῷ καθόλου ἢ ἐν γένει, ὡς ὁ Σωκράτης ἐν εἴδει μέν ἐστι τῷ ἀνθρώπῳ, ἐν γένει δὲ τῷ ζῴῳ. καὶ τὸ μέρος δὲ ἐν τῷ ὅλῳ, ὡς ἡ χεὶρ ἐν τῷ ὅλῳ σώματι. διὰ τοῦτο οὖν πρόσκειται τὸ ὃ ᾗ τοιοῦτον
ἕκαστον, οὐκ ἂν εἴη τὸ ἕτερον.
ἔλαβεν καὶ οἷον ὑπογραφικούς. τὴν δὲ διαίρεσιν ταύτην τῶν γενικωτάτων 38 εἶναι καὶ μὴ ἐχόντων ἄλλα πρὸ ἑαυτῶν ἕτερα γένη· οὔτε γὰρ τῆς οὐσίας εἴη ἄν τι ἐπαναβεβηκὸς γένος ἄλλο οὔτε τοῦ συμβεβηκότος.
λέγεσθαι καὶ δύο τούτων ποιήσας ἀποφάσεις τήν τε μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὴν καθ᾿ ὑποκειμένου μὴ λέγεσθαι ἐφήρμοσεν τοὺς τέσσαρας τούτους λόγους ταῖς ἁπλαῖς καὶ ἀσυνθέτοις τῆς διαιρέσεως ἐπινοίαις.
θόλου εἰπεῖν ἁπλῇ λέξει εἴρηται καὶ τὸ μερικὸν ὁμοίως. συμπεπλεγμένως 39
δέ πως ἂν εἴποις, ὄταν οὕτως εἴπω· τῶν ὄντων τὰ μὲν οὐσίαι καθόλου, συμπλέκεται γὰρ ταῖς οὐσίαις τὸ καθόλου, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, συμπλέκεται γὰρ τῇ οὐσίᾳ τὸ ἐπὶ μέρους, τὰ δὲ συμβεβηκότα καθόλου, συμπλέκεται
γὰρ τῷ συμβεβηκότι τὸ καθόλου, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα, συμπλέκεται γὰρ τῷ συμβεβηκότι τὸ ἐπὶ μέρους. εἰ τοίνυν δειχθείη τίνας
λόγους ἐξηγητικοὺς πεποίηται τῶν ἁπλῶν καὶ συμπλέξομεν, φανερὸν γίνεται.
ἢ συμβεβηκὸς εἰπεῖν ἢ ἐν ὑποκειμένῶ εἶναι· εἴ τι γὰρ συμβεβηκός, ἐκεῖνο ἐν ὑποκειμένῳ ἐστί, καὶ εἴ τί ἐστιν ἐν ὑποκειμένῳ, ἐκεῖνο συμβεβηκός
ἐστιν. πῶς δὲ ἐν ὑποκειμένῳ εἴρηκεν, ὕστερον δείξω. ἀλλ᾿ εἰ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ ἐστίν, ἡ οὐσία ἑτέρα οὖσα τοῦ συμβεβηκότος εἴη ἂν οὐκ ἐν ὑποκειμένῳ. ὥστε εἴ τις οὐσία ἐστίν, ἐκείνη ἂν οὐκ ἐν
ὑποκειμένῳ εἴη. πάλιν εἴ τί ἐστι καθόλου, ἐκεῖνο καθ᾿ ὑποκειμένου λέγεται,
εἰ δέ τί ἐστιν ἐπὶ μέρους, ἐκεῖνο οὐ καθ᾿ ὑποκειμένου λέγεται. γεγόνασιν οὖν λόγοι τέσσαρες ἐξηγητικοὶ τῶν ἁπλῶν ὀνομάτων, τῆς μὲν οὐσίας τὸ ἐν ὑποκειμένῳ μὴ εἶναι, τοῦ δὲ συμβεβηκότος τὸ ἐν ὑποκειμένῳ εἶναι, καὶ τοῦ μὲν καθόλου τὸ καθ᾿ ὑποκειμένου λέγεσθαι, τοῦ δὲ
ἐπὶ μέρους τὸ καθ᾿ ὑποκειμένου μὴ λέγεσθαι. ἀλλ᾿ ἐπεὶ οὐ τῶν ἁπλῶν
λεγομένων πεποίηται τὴν διαίρεσιν, συνθεὶς δὲ καὶ συμπλέξας, ὥστε εἶναι τὰ μὲν καθόλου οὐσίας, τὰ δὲ καθόλου συμβεβηκότα, τὰ δὲ ἐπὶ μέρους
σοῦ λέγοντος σύνθεσίν τινα ὀνομάτων σύλλεγε τούς συμφώνους λόγους ῥηθεῖσιν ὀνόμασι συμπλέξας.
εἶναι· καὶ ἔσται ὁ συντεθεὶς λόηος σημαίνων τὸ καθόλου συμβεβηκὸς τὸ
καθ᾿ ὑποκειμένου λέγεσθαι καἰ ἐν ὑποκειμένῳ εἶναι.
ῥηθείη, καθὸ δὲ οὐσία καὶ οὐ συμβεβηκός, οὐκ ἂν εἴη ἐν ὁποκειμένῳ.
τοὺς ἐξηγητικοὐς αὐτῶν λόγους ἀντ᾿
Ἀ. Ὅτι τῶν μὲν καθόλου παραστατικὸς ἦν ὁ λόγος ὁ καθ᾿ ὑποκειμένου λέγεσθαι, καὶ τῆς οὐσίας παραστατικὸς ἦν ὁ λόγος ὁ λέγων αὐτὴν μὴ ἐν ὑποκειμένῳ εἶναι.
ἀσποδέδωκας λόγον;
μερικόν τι καὶ ἄτομον, ἀλλὰ κατὰ πλειόνων λέγεται τῷ ἀριθμῷ διαφερόντων. καλῶς οὖν καὶ ὁ Ἀριστοτέλης εἶπεν ὅτι ἄνθρωπος καθ᾿ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ὅτι μὲν γὰρ καθόλου ἐστί, καθ᾿ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου·
λέγεται γὰρ ὁ Σωκράτης ἄνθρωπος καὶ ὁ Πλάτων. ἀλλ᾿ οὕτως λέγεται ἄνθρωπος οὐχ ὅτι συμβέβηκε τῷ Σωκράτει ὡς τὸ μουσικὸν καὶ τὸ λευκόν, ἀλλ᾿ ὅτι εἶδός ἐστι τοῦ Σωκράτους ὁ ἄνθρωπος, ὥσπερ καὶ τὸ ζῷον ἐὰν λέγῃς κατὰ τοῦ Σωκράτους, οὐχ ὡς συμβεβηκὸς ἐρεῖς ἀλλ᾿ ὡς γένος·
τὰ δὲ εἴδη καὶ τὰ γένη τῶν μὲν οὐσιῶν καὶ αὐτὰ οὐσίαι, τῶν δὲ συμβεβηκότων
συμβεβηκότα. αἱ δὲ οὐσίαι οὐκ ἦσαν ἐν ὑποκειμένῳ, ὥστε οὐδὲ τὰ εἴδη οὐδὲ τὰ γένη τῶν οὐσιῶν ἔσται ἐν ὑποκειμένῳ, ἀλλὰ καθ᾿ ὑποκειμένου μὲν ῥηθήσεται τῶν ἀτόμων οὐσιῶν, οὐ μέντοι καὶ ἐν ὑποκειμένῳ
ἔσται.
δὲ συμβεβηκότα ἐν ὑποκειμένῳ εἶναι; τί γὰρ βούλεται τὸ τὰ μὲν λέγεσθαι φάναι σε, τὰ δὲ συμβεβηκότα εἶναι; βαθὺς ὁ λόγος καὶ μείζων τῆς σῆς ἕξεως· ὅτι γὰρ τὰ μὲν συμβεβηκότα ἐστὶν ὥσπερ καὶ αἱ οὐσίαι, τὰ δὲ
καθόλου τι λέγεσθαι οὐκ ἔστιν ἐν ὑπάρξει, ἀλλὰ μέχρι ἐπινοίας λέγεται, οὐκ ἔστι τῆς τῶν εἰσαγομένων ἔξεως γνῶναι. ταῦτα μὲν οὖν παρείσθω· 43
ὅταν δὲ ἐπάγῃ τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται τί βούλεται, παράστησον.
οὐδενὸς λέγεται δηλοῖ τὸ ἐπὶ μέρους.
44 ματικὴ ἡ Ἀριστάρχου φέρε εἰπεῖν· μερικὴ γὰρ ἡ Ἀριστάρχου γραμματική. αὕτη δὲ συμβέβηκε μὲν αὐτοῦ τῇ ψυχῇ , καὶ διὰ τοῦτό ἐστιν ὡς ἐν ὑποκειμένῳ τῇ ψυχῇ. καθ᾿ ὑποκειμένου δὲ οὐ λέγεται· μερικὴ γάρ ἐστι, τὸ δὲ μερικὸν ἄτομον ὂv οὐκ ἄν ῥηθείη καθ᾿ ὑποκειμένου. τοῦτο μέν oὖv
τὸ παράδειγμα ψυχικοῦ συμβεβηκότος, σωματικοῦ δὲ τὸ τὶ λευχόν· ἐν
ὑποκειμένῳ γάρ ἐστι τῷ σώματι, ἔστι γὰρ τὸ λευκὸν χρῶμα, ἄπαν δὲ χρῶμα ἐν σώμασι· καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται, οὐ γάρ ἐστι καθόλου τὸ λεοκὸv ἀλλ᾿ ἐπὶ μέρους.
λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστί. τί σημαίνει διὰ τῆς τοιαύτης τῶν λόγων συμπλοκῆς;
λέγεσθαι. διὰ δὲ τοῦ ἐν ὑποκειμένῳ εἶναι, ὅτι συμβεβηκότα λέγει· ταῦτα γὰρ ἦν ἐν ὑποκειμένῳ. λέγει τοίνυν ὅτι τὰ δὲ ἐστι καθόλου συμβεβηκότα.
αὑτῇ ἔχει τὴν ψυχήν· ὑπόκειται γὰρ τῇ ἐπιστιήμῃ ἡ ψυκή. καθολικὴ
γὰρ οὖσα κατὰ τῶν μερικωτέρων ἐπιστημῶν λέμεται οἷον κατὰ τῆς γραμματικῆς· γένος γάρ ἐστιν ἡ ἐπιστήμη τῆς γραμματικῆς. ἔστι δέ συμβεβηκὸς 45 βηκὸς ἡ γραμμακτική, συμβεβηκὸς δὴ καὶ ἡ ἐπιστήμη· τὰ γὰρ τῶν συμβεβηκότων γένη καὶ εἴδη καὶ αὐτὰ συμβεβηκότα.
λέγεται.
ἄνθρωπος οἷον Σωκράτης· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ ἐστίν, οὐ γάρ ἐστι συμβεβηκός ἀλλ᾿ οὐσία, οὔτε καθ᾿ ὑποκειμένου λέγεται, οὐ γὰρ λέγεται καθόλου ἀλλ᾿ ἐπὶ μέρους. ταῦτα ἐπήγαγε διδάξαι θέλων τοὺς 46 ἁπλῶς καὶ ἄνευ συμπλοκῆς αὐτῶν λεγομένους ὑπογραφικοὺς λόγους, ὅπερ
ἐξἀρχῆς ἡμεῖς ὑπεδείξαμεν εἰπόντες ὅτι τοῦ ἀτόμου καὶ μὴ καθόλου ἀλλ᾿ ἓν ἀριθμῷ ὄντος σημαντικόν ἐστι τὸ μὴ καθ᾿ ὑποκειμένου τινὸς λέγεσθαι, ὥσπερ τοῦ καθόλου τὸ καθ᾿ ὑποκειμένου τινὸς λέγεσθαι, ὥσπερ
καὶ τοῦ μὲν συμβεβηκότος παραστατικὸς λόγος τὸ ἐν ὑποκειμένῳ εἶναι, τῆς δὲ οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. ἐπεὶ τοίνυν συμπλέκεται ἡ
οὐσία τῷ συμβεβηκότι, φησί, καθὸ μὲν ἐπὶ μέρους ἐστίν, ἄν τε οὐσία ᾖ ἄν τε συμβεβηκός, καθ᾿ ὑποκειμένου οὐδενὸς λέγεται. εἰ μέντοι συμβεβηκὸς εἴη τὸ ἐπὶ μέρους, ἐνδέχεται ἐν ὑποκειμένῳ εἶναι, ὡς εἴ γε οὐσία εἴη
τὸ ἐπὶ μέρους, οὔτε ἐν ὑποκειμένῳ ἂν εἴη οὔτε καθ᾿ ὑποκειμένου τινὸς λέγοιτο, εἰ δὲ ἐπὶ μέρους συμβεβηκός, καθ᾿ ὑποκειμένου μὲν οὐκ ἂν κληθείη
τινός, ἐν ὑποκειμένῳ δὲ ἂν εἴη.
τινα, ἵνα ὃ ἰδίως βούλεται ἔν τινι σημαντικὸν εἶναι τοῦ συμβεβηκότος καὶ τοῦ ἐν ὑποκειμένῳ ἀφορισθῇ. ἔστι τοίνυν τὸ ἔν τινι τῶν πλεοναχῶς λεγομένων· καὶ γὰρ τὸ ἐν τόπῳ ἔν τινι λέγεται ὡς ἐν τῇ οἰκίᾳ ὁ Σωκράτης ἢ ἐν Λυκείῳ ἢ ἐν βαλανείῳ ἢ ἐν θεάτρῳ. ἔστιν ἔν τινι καὶ τὸ ὡς
ἐν ἀγγείῳ οἷον ὡς ἐν τῷ ἐκπόματι τὸ ὕδωρ καὶ ἐν τῷ ἀμφορεῖ ὁ οἶνος.
ἔστιν ἔν τινι καὶ τὸ ὡς μέρος ἐν τῷ ὅλῳ ὥσπερ ἡ χεὶρ ἐν τῷ ὅλῳ τοῦ ἀνθρώπου σώματι. ἔστιν ἔν τινι καῖ τὸ ὥσπερ τὸ ὅλον ἐν πᾶσι τοῖς αὐτοῦ μέρεσιν. ἔστιν ἔν τινι καὶ τὸ ὡς ἐν τῷ γένει τὸ εἶδος καθάπερ ἐν
τῷ ζῴῳ ὁ ἄνθρωπος· περιέχεται γὰρ τὸ εἶδος ὑπὸ τὸ γένος. ἔστιν ἔν τιvι ὡς γένος ἐν τῷ εἴδει· μετέχει γὰρ τὰ εἴδη τοῦ γένους· τὸ γὰρ ζῷον
κατηγορεῖται τοῦ ἀνθρώπου ὡς μετεχόμενον ὑπὸ τοῦ ἀνθρώπου. ἔστιν ἔν τινι ὡς τὸ ἐν τέλει εἶναι· ἐν γὰρ τῷ εὐδαιμονεῖν, ὅπερ ἐστὶ τέλος τοῦ
ἀνθρώπου, τὰ πάντα ἐστὶ τοῖς ἀνθρώποις. ἔστι δὲ ἄλλο ἔν τινι τὸ ἐν τῷ κρατοῦντι, ὡς λέγομεν ἐν τῷ βασιλεῖ εἶναι τὰ πράγματα. ἄλλο δὲ πάλιν ἔν τινι τὸ ὡς ἐν τῇ ὕλῃ τὸ εἶδος καθάπερ ἐν τῷ χαλκῷ ἡ μορφὴ τοῦ
ἀνδριάντος κἀν τῷ σιδήρῳ τὸ σχῆμα τῆς μαχαίρας κἀν τῇ ψυχῇ ἡ ἐπιστήμη κἀν τῷ σώματι τὸ χρῶμα.
ὡς ἐν τῇ ὕλῃ τὸ εἶδος.
ἐν ἀγγείῳ ὄντος· ἔφη γὰρ ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον· οὐ γὰρ
οὕτως ἐστὶν ἐν ὑποκειμένῳ ἔν τινι, ὥσπερ ἐν τῷ ὅλῳ τὸ μέρος. οὖδὲ 49 μὴν οὕτως, ὡς τὸ ἐν ἀγγείῳ· τὰ μὲν γὰρ ἐν ἀγγείῳ δύναται χωρὶς ἐκείνων σωζόμενα ἐν οἶς ἔστιν, τὸ δὲ συμβεβηκός, ὅπερ ἐν ὑποκειμένῳ, ἔφη ἀδύνατον χωρὶς εἶναι ἐκείνου ἐν ἐν ᾧ ἔστιν, οὐχ ὅτι χωρίζεται ἡ λευκότης φέρε τοῦ σώματος καὶ τὸ σχῆμα τοῦ χαλκοῦ, ἀλλ᾿
ὅτι οὐ σωζόμενον χωρίζεται ὡς ὁ οἶνος ἐκ τοῦ ἀγγείου, ἀλλ᾿ ὅτι φθείρεται, οὐδὲ χωρίζεται οὖν, ἀλλὰ μόνον φθείρεται.
οὕτως ἦν εἰπεῖν· ἐρῶ διὰ τῶν ὀνομάτων, λέγων ὅτι τῶν ὄντων
καθόλου συμβεβηκότα, τὰ δὲ καθόλου οὐσίαι, ἢ ἔμπαλιν τὰ μὲν καθόλου οὐσίαι, τὰ δὲ καθόλου συμβεβηκότα, ἢ τὰ μὲν ἐπὶ μέρους τὰ δὲ ἐπὶ μέρους οὐσίαι, ἢ ἔμπαλιν τὰ μὲν ἐπὶ μέρους οὐσίαι, τὰ δὲ ἐπὶ
μέρους συμβεβηκότα· ἐνὸν οὖν πολλαχῶς οὕτως εἰπεῖν, ὅτι τῶν μὲν καθόλου οὐσίαι, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, τὰ δὲ καθόλου συμβεβηκότα,
τὰ ἐπὶ μέρους συμβεβηκότα· ἐνὸν δὲ καὶ οὕτως, τῶν ὄντων τὰ καθόλου οὐσίαι, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα, ἢ ἔμπαλιν τὰ μὲν ἐπὶ
μέρους συμβεβηκότα, τὰ δὲ καθόλου οὐσίαι, καὶ τὰ μὲν καθόλου συμβεβηκότα, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, ἢ ἔμπαλιν τὰ μὲν ἐπὶ μέρους τὰ δὲ καθόλου συμβεβηκότα· ἐνὸν οὖν πολλαχῶς οὕτως διελεῖν, εἰπὲ τοίνυν,
ὁ Ἀριστοτέλης κατὰ ποίαν τάξιν τὴν διαίρεσιν
οὐσίαι ἢ ἐπὶ μέρους συμβεβηκότα, καὶ τὰ μὲν<ἢ>καθόλου συμβεβηκότα ἢ ἐπὶ μέρους οὐσίαι, χιάζοντος ἦν καὶ μήτε τὰ καθόλου κατὰ στοῖχον ἀριθμοῦντος 51 μοῦντος μέτε τὰ κατὰ μέρος, μήτε τὰς οὐσίας κατὰ στοῖχον μήτε τὰ συμβεβηκότα.
οὓτως ἐξέθετο, ὡς ἀπεδείχθη.
ἄν εἴη συμβεβηκός;
τὸ σῶμα καὶ ἐν ἄλλῳ καὶ ἄλλῳ γενέσθαι, ὁ δὲ Σωκράτης τóπου μὲν οὐ χωρίζεται, τοῦδε δὲ τοῦ τόπου χωρίζεται.
ἐν ᾧ ἔστιν.
εἶναι ἐκείνου ἐν ᾧ ἦν, ἀλλὰ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἔστιν.
ἡ γὰρ εὐωδία χωρίζεσθαι μὲν δύναται τοῦ ἐν ᾧ ἔστι, χωρὶς δὲ εἶναι καθ᾿ αὑτὴν οὐχ οἵα τέ ἐστιν, ἀλλ᾿ ἢ φθείρεται ἢ μεταδίδοται εἰς ἄλλο ὑποκείμενον. ὃτι γὰρ χωρὶς εἶναι καθ᾿ αὑτὸ ἄνευ ὑποκειμένου τινὸς θεωρούμενον
ἀμήχανον τὸ συμβεβηκός, τοῦτο ἐπεσημήνατο, ἀλλ᾿ οὐχ ὅτι χωρίζεσθαι ἀδύνατον.
τί ἐστι κατηγορῆται ἐκεῖνο <ὃ> ἀποδίδοται. οἷον τὸ Σωκράτους· ἀλλ᾿ ἐὰν ἀποδιδῶμεν, τί ἐστιν Σωκράτης, οὐκ ἂν εἴποιμεν 53 αὐτὸν τὸ περιπατεῖν, ὥστε οὐ καθ᾿ ὑποκειμένου κατηγορεῖται τοῦ Σωκράτους τους τὸ περιπατεῖν. κατηγορεῖται δὲ τοῦ Σωκράτους καὶ ὁ ἄνθρωπος· γὰρ ἄν· Σωκράτης ἄνθρωπος· ἀλλὰ κἂν ἐρωτηθῇς, τί Σωκράτης,
ἀποδιδοίης ἂν ὅτι ἄνθρωπος. ὁ τοίνυν ἄνθρωπος κατὰ καθ᾿ ὑποκειμένου κατηγορεῖται. πάλιν ἡ γραμματικὴ ὄνομα δήπου ἄν· ἂν· ἀλλ᾿ ἐξετάζῃς, τί ἐστιν ἡ γραμματική, οὐκ ἂν εἴποις γὰρ ἡ οὐσία τῆς γραμματικῆς ὄνομά ἐστιν, ἐπεὶ πᾶςav ἂν ἐδύνατο τοῦ ὀνόματος
μετέχων εἶναι γραμματικὸς τῷ ὄντι· ἀλλ᾿ ἔστιν ἡ γοαμματική ἐπιστήμη,
ὥστε ἡ μὲν ἐπιστήμη κατὰ τῆς γραμματικῆς καθ᾿ λέγεται, τὸ δὲ ὄνομα οὐ καθ᾿ ὑποκειμένου λέγεται. καὶ αὐτὸς δὲ φησὶν ὅτι τὰ καθ᾿ ὑποκειμένου κατηγορούμενα καὶ καὶ κατὰ τὸν λόγον ἐφαρμόζειν ὀφείλει τῷ ὑποκειμένῳ, τὰ δὲ ἐν ὑποκειμένῳ κατὰ μὲν τὸν λόγον οὐδέποτε, κατὰ δὲ τοὔνομα ἐφαρμόσειεν ἄν
ποτε τῷ ὑποκειμένῳ· ὥστε τὸ καθ᾿ ὑποκειμένου κατηγορεῖται, ὂν τοῦ ὑποκειμένου ἐφαρμόζειν αὐτῷ δύναται καὶ κατὰ τοὔνομα
καὶ κατὰ τὸν λόγον, τοῦτ᾿ ἔστι συνωνύμως λέγεσθαι δύναται κατὰ τοῦ τοιαῦτα δέ ἐστι τὰ εἴδη καὶ τὰ γένη τῶν ὑποκειμένων, εἴτε οὐσίαι εἶεν εἴτε συμβεβηκότα· ὅτι γὰρ καθολικόν ἐστι τὸ καθ᾿
ἐδήλωσεν εἰπὼν τὰ ἄτομα μἠ εἶναι καθ᾿ ὑποκειμένου. δεῖ τοίνυν τὸ καθ᾿ ὑποκειμένου μὴ ἄτομον εἶναι ἐν τῷ τί τοῦ ὑποκειμένου κατηγορούμενον. διὸ καὶ καθολικώτερόν ἐστι τοῦ ὑποκειμένου.
κατηγορῆται ὡς καθ᾿ ὑποκειμένου, ὅσα κατὰ τοῦ λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται.
εἴρηκεν ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ἀλλ᾿ ἕτερον καθ᾿ ἑτέρου κατηγορῆται ὡς καθ᾿ ὑποκειμένου δέδωκεν
ὑπολαβεῖν τὸ συνωνύμως καὶ ἐν τῷ <τί ἐστι> τὸ τηνικαῦτα· ὅσα τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. οἷον τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου ὡς καθ᾿
κατηγορεῖται· ἐφαρμόζει γὰρ τῷ ἀνθρώπῳ καὶ τοὔνομα τοῦ ζῴου καὶ ὁ λόγος· ζῶόν τε γὰρ ὁ ἄνθρωπος καὶ οὐσία ἔμψυχος αἰσθητική. τὸ δὲ
εἶδος ἐφαρμόζει μὲν κατὰ τοὔνομα· εἶδος γὰρ ἂν ῥηθείη ὁ μὴν ἐν τῷ τί ἐστιν ὁ ἄνθρωπος τῷ ἐρωτῶντι περὶ τῆς αὐσίας ἥτις ἐστὶν ἀποδοθείη ἂν ὅτι εἶδος, ἀλλ᾿ ὅτι ζῷον. τὸ δὲ δἶδος
τὸν ἄνθρωπον ἀντιδιαιρεῖται πρὸς τὸ μὴ τῶν ἀτόμων εἶναι, ἀλλὰ τῶν κατὰ
κοινότητα προσαγορευομένων. τὸ δε κατὰ κοινότητα τὸν ἄνθρωπον λέτεσθαι συμβεβηκότος ἐστὶ παραστατικὸν μᾶλλον ἢ οὐσίας, συμβεβηκότος δὲ οὐ τοὺ κυρίως ἀλλὰ τοῦ ἐοικότος διαφορᾷ τινι. διαφέτει δὲ ὁ ἄνθρωτος τοῦ
Σωκράτους, ὅτι ὁ μὲν κατὰ κοινότητα λέγεται, ὁ δὲ Σωκράτης οὐ κατὰ
κοινότητα ἀλλὰ ἀτόμως. ᾗ οὖν κατὰ κοινότητα εἶδος, ὁ ἄνθρωπος καὶ καθὸ γένος, τὸ ζῷον. συμβέβηκε δὲ τούτοις κατὰ πλειόνων εἶναι περιεκτικά, ἐν δἐ τῷ τί ἐστιν ἡ οὐσία τοῦ ἀνθρώπου κατηγορεῖται.
εἶναι. τῶν δέ γε ὑπαλλήλων γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς διαφορὰς εἶναι· τὰ γὰρ ἐπάνω τῶν ὑποκάτω κατηγορεῖται, ὥστε ὅσαι τοῦ κατηγορουμένου διαφοραί, τοσαῦται καὶ τοῦ ὑποκειμενου εσονται.
διδάξαι, παράστησον.
ἐν τῷ τί ἐστιν ἕκαστον ἐρωτηθὲν κατηγορεῖται· τί γάρ ἐστιν
ἀποδιδόντες ζῷον ἐροῦμεν. λαμβάνεται δὲ εἶδος τὸ κατὰ πλειλόνων τῷ ἀριθμῷ διαφερόντων ἐν τῷ τί ἐστι κατηγορούμενον· ὁ γὰρ ἄνθρωπος ὢν κατὰ πλειόνων τινῶν ἀνθρώπων ἀριθμῷ μόνον διαφερόντων ἐν τῷ τί
ἐστιν ἕκαστος κατὰ μέρος ἐρωτηθέντων κατηγορεῖται· τί γάρ ἐστιν ἐὰν ζητῶμεν, οἰκείως ἀποδιδοῖμεν ὅτι ἄνθρωπος. ἐπεὶ δὲ τὰ
εἴδη πολλάκις τὰ αὐτὰ ὄντα κατὰ γένος διαφορῖς χωρίζεται, ὥσπερ ὁ
ἄνθρωπος καὶ ὁ βοῦς καὶ ὁ κύων τὰ αὐτὰ ὄντα κατὰ γένος ζῷα πάντα) διαφοραῖς ἀλλήλων χωρίζεται, ἡ δὲ διαφορὰ ποῖόν τι ἕκαστον τῶν 57 εἰδῶν ἐστιν παρίστησιν ( ὅτι γὰρ ὁ ἄνθρωπος ζῷόν ἐστι λογικὸν ὁ κύων ζῷον ἄλογον ὑλακτικόν, αἱ διαφοραὶ παριστᾶσιν), εἴη ἂν
τὸ κατὰ πλειόνων διαφερόντων ἀλλήλων ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον.
οἶον τὸ πτηνὸν διαφορά ἐστι κατὰ πλειόνων κατηγορούμενον· κατὰ γὰρ κύκνου καὶ κόρακος καὶ ἀετοῦ λέγεται.
ἆρά γε καθάπερ ἔστι τοῦτο εἴρηκας;
τῆς οὐσίας, ἄλλα δὲ τὸ γένη τὰ τῆς ποιότητος καὶ ἄλλα τὰ τοῦ καὶ τῶν ἄλλων. ὡσαύτως δὲ καὶ τὰ εἴδη τὰ ὑφ᾿ ἕκαστον γένος ἄλλα τῶν ὑπ᾿ ἄλλο γένος, τῶν οὕτως ἑτερογενῶν, καὶ αἱ διαφοραὶ γὰρ τοῦ ζῴου γένους ὄντος καὶ τῆς ἐπιστήμης ἄλλαι τὸ μὲν γὰρ ζῷον
τῆς οὐσίας ἐστίν, ἡ δὲ ἐπιστήμη τῆς ποιότητος), καὶ ἄλλα μὲν τὰ εἴδη 59
τοῦ ζῴου, ἄλλα δὲ τῆς ἐπιστήμης, καὶ ἄλλαι μὲν αἱ διαφοραὶ
ἄλλαι δὲ αἱ διαφοραὶ τῆς ἐπιστήμης· ζῷον μὲν γὰρ ζῴου διαφέρει μὲν εἶιναι δίπουν, τὸ δὲ τερράπουν, ἐπιστήμη δὲ ἐπιστήμης τῷ δίπους οὐ διαφέρει. ταῦτα μὲν οὖν ἕτερα γένη καὶ εἶδη ἕτερα καὶ αί ἕτεραι. " ὑπάλληλα δὲ γένη ἐστίν, ὧν
ἐν ταὐτῷ γένει τῆς κατηγορίας, ὡς ὑπὸ τὸ ζῷον τὸ πτηνὸν ζῷον, τοῦτ᾿ ἔστι τὸ ὄρνεον, ὅπερ τῆς κατὰ τὴν οὐσίαν ἐστὶ κατηγορίας.
δὲ διαφοραί. τῶν δὲ δἰδῶν καὶ γενῶν τὰ μέν ἐστιν μόνον εἴδη, ἃ διαιρεῖται
εἰς τὰ καθ᾿ ἕκαστα, τὰ δὲ ἦν μόνον γένη· ταῦτα δὲ ἦν εὑρίσκεται γένος. ὅσα δὲ τούτων μεταξύ, ταῦτα εἴδη μὲν ἐπαναβεβηκότων, γένη δὲ τῶν ὑποκαταβεβηκότων εἰκότως ἂν εἴη ὑπάλληλα
τα γενη.
τὰ δὲ μετὰ τὴν οὐσίαν ἄχρι τοῦ ἀνθρώπου, ὃς ἦν μόνον εἶδος, ὅσα μεταξὺ εὑρίσκεται, ταῦτα εἴδη μέν ἐστι τῶν πρὸ αὐτῶν, γένη δὲ τῶν
ταῦτα· ὥσπερ τὸ ζῷον εἶδος μέν ἐστι τῆς οὐσίας, γένος δὲ τοῦ ζῴου, τὸ δὲ λογικὸν ζῷον γένος μὲν τοῦ ἀνθρώπου, εἶδος δὲ τοῦ τὰ δὴ ταῦτα ὅσα μεταξὺ ὄντα τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου πρὸς ἄλλο καὶ ἄλλο λαμβανόμενα καὶ γένη ἐστὶ καὶ εἴδη, ταῦτα ὑπάλληλα γένη.
ἀλλήλων πάντῃ διεστῶτα, οἷον τὰ δέκα γένη τῶν δέκα κατηγοριῶν, ὧν διάφοροί εἰσιν παραστατικαὶ κατηγορίαι καὶ ὧν ἀνωτάτω καὶ οὐκέτι ἄλλο τεραγμένα ἐστὶ δἐλα γένη) τούτων ἕτεραί εἰσιν καὶ αἱ διαφοραί, δέ ὑπ᾿ ἄλληλα γενῶν ἐνδέχεται τὰς αὐτάς εἶναι διαφοράς. οὐ γάρ δὴ των αἱ αὐταί ἀλλ᾿ ἔστιν ἐφ᾿ ὧν αἱ αὐταὶ, ἐφ᾿ ὧν δὲ οὔ.
οὐκ ἂν εἶεν αἱ αὐταὶ διαφοραί. εἶεν δ᾿ ἄν τινες ζῴου ὀρωέου· τῶν τε γὰρ ζῴων τὰ μέν ἐστι ποηγάγα, τὰ δὲ σπερμοφάγα, τὰ
δὲ κρεηφάγα, ἀλλὰ καὶ τῶν ὀρνέων αἱ αὐταὶ διαφοραί.
δὲ ἐπιστήμην οὐ περιέχει, οὐδὲ ἔστιν αὐτοῦ εἶδος ἡ ἐπιστήμη. τοῦ δὲ περιέχοντος γένοιντο ἂν καὶ τοῦ περιεχομένου διαφοραὶ αἱ αὐταὶ τοῦ
μήτε περιέχοντος μήτε περιεχομένου οὐκ ἂν εἶέν ποτε αἱ αὐταὶ διαφοραί.
φοραί εἰσιν, καὶ τοῦ ὑποκειμένου ἔσονται.
τὰς τῶν ὑπαλλήλων γενῶν διαφορὰς καὶ τῶν ὑποκάτω ὡς μὴ πασῶν δυναμένων τῶν ὑποκάτω εἶναι, νῦν δέ ἁπλῶς τοῦ κατηγορουμένου, τοσαῦται καὶ τοῦ ὑποκειμένου διαφοραὶ ἔσονται.
φημι ἐξ αὐτοῦ τούτου † τοῦ ἐκ τοῦ ἐνίας φάναι καί πάλιν πάσας τὴν λύσιν
τῆς ἀπορίας λαμβάνεσθαι. εἰ γὰρ οὐ πᾶσαι αἱ τοῦ καὶ τοῦ ὑποκειμένου ε εἶναι εὐρέθησαν, ἀλλά τινές, πάλιν δέ λέγονται τοῦ κατηγορουμένου εἶναι καὶ τοῦ ὑποκειμένου, δεῖ ἐλθεῖν ἐπὶ τὰς διαφοπάς κἂν μὲν ἐν αὐταῖς εἶδος ᾖ, ἰδεῖν, ἐπὶ ποίου εἴδους αἱ διαφοπαὶ πᾶσαι δύνανται τοῦ ὐποκειμένου κατηγορεῖσθαι.
πετικαί, καθ᾿ ἃς διαιρεῖται εἰς εἴδη τὸ γένος τὰ ὑπ᾿ αὐτό. οἶον τὸ τὸ αἰσθητικὸν διαφοραὶ δήπου ἐστίν, ἀλλ᾿ αὗται προσγενόμεναι τῇ οὐσίᾳ
εἰδοποίησαν αὐτὴν καὶ οἰονεὶ ἐποίωσαν πρὸς τὸ γενέσθαι ζῷον. εἰδοπεποίηται τοίνυν τοίνυν καὶ πεποίωται τὸ ζῷον τῇ τοῦ ἐμψύχου διαφορᾷ καὶ τῇ
τοῦ αἰσθητικοῦ, αἷς διαμορφωθεῖσα ἡ οὐσία γέγονεν ζῷον. διὸ σιὸ καὶ λέτοῦ γομεν εἶναι τὸ ζῷον οὐσίαν ἔμψυχον αἰσθητικήν. καὶ εἰσὶν αῦται αἰ αἱ γεννητικαὶ καὶ ἀποτελεστικαὶ τοῦ ζῴου καὶ ἐπάνω γε αὐτοῦ.
καὶ κατηγοροῦνται αὐτοῦ· εἴτοις γὰρ ἂν τὸ ζῷον ἔμφυχον καὶ εἰσὶν δὲ ἄλλαι διαφοραί, αἳ οὐκέτι εἰσοποιοῦσι τὸ ζῷον, ἀλλὰ
τέμνουσιν αὐτὸ εἰς εἴδη, καὶ εἰσὶ πᾶσαι ὑποκάτω αὐτοῦ καὶ ὑπ᾿ αὐτό. 62 διὸ οὐδὲ ἐκάστην δυνηθείη τις τοῦ ζῷου κατηγορῆσαι οἶον τὸ λογικόν, τὸ ἄλογον, τὸ θνητόν, τὸ ἀθάνατον, τὸ πτηνόν, τὸ χερσαῖον, τὸ ἔνυδρον, τὸ
δίπουν, τὸ τετράπουν, τὸ ἐρπυστικόν, τὸ πτερωτόν, τὸ ἄπτερον· πολλαὶ γὰρ ὑπὸ τὸ ζῷον διαφοπαί, αἶς τέμνεται μέν αὐτό, εἰδοποιεῖται δὲ τὰ ὑπ' αὐτὸ
εἴδη τῶν ζῴων, οὐ μὴνξ ἔτι καὶ αὐτὸ ταύταις εἰσοποιεῖται, αἶς δὴ καὶ τέμνεται, ἀλλὰ ταῖς προτέραις.
δύναται τὰ ὐποκείμενα χρῆσθαι, τισὶ δέ, καὶ ταῖς γε τισὶ ταύταις πάσαις
δύναται λέγεσθαι τά ὐποκείμενα:
ταύτας δὲ οἶόν τε κατὰ ἀνθρώπου κατηγοπῆσαι· αἰσθητικὸν γὰρ καὶ ἔμψυχον ὁ ἄνθρωπος. ὀρθῶς ἄρα εἴρηται, ὅτι πάντα τὰ κατηγορούμενα τῶν ἐπάνω καὶ τῶν ὐποκάτω κατηγοπήσομεν· τὰς μὲν γὰρ διαιρετικὰς διαφορὰς οὐχ οἶόν τε κατηγοπεῖν τοῦ ζῴου, τὰς δὲ εἰδοποιοὺς οἶόν τε· εἰσὶν γὰρ ἐπάνω. ὥσθ᾿ ὅσα οἶόν τε κατηγορῆσαι τοῦ κατηγορουμένου, οἶόν τε δὲ τὰς ἑπάνω
63 αὶ εἰδοποιοὺς διαφοράς, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου κατηγορῆσαι, δὲ οὐχ οἶόν τε κατηγορεῖν, ταῦτα οὐ κατηγορήσομεν. εἰσὶ μέντοι τῶν ὑποκάτω καὶ διαιρετικῶν τοῦ ζῴου διαφοραί, ἃς οἷόν τε καὶ τῷ ὑποκειμένῳ ποιεῖσθαι διαιρετικάς, ὡς ἀπεδείξαμεν.
’E, Μετὰ δὲ τὸ ταῦτα διδάξαι ἐπὶ τίνα μεταβαίνει διαίρεσινα;
οἷον ῾ἄνθρωπος τρέχει᾿, ῾ἄνθρωπος ἐν Λυκείῳ περιπατεῖ᾿.
ἐστιν ἢ χωρὶς συμπλοκῆς;
ποσὸν δὲ οἷον τρία, πρός τι δὲ οἷον πατήρ, ποῦ δὲ ἐν Λυκείῳ,
ποτὲ δὲ πέρυσιν, ποιεῖν δὲ οἷον τύπτειν, πάσχειν δὲ οἷον τύπτεσθαι, ἔχειν δὲ οἷον ὑποδεδέσθαι, κεῖσθαι δὲ οἷον ἀνακεῖσθαι.
ποιᾷ συμπλοκῇ πρότασις γίνεται.
κατηγορία καθ᾿ ἑαυτὴν οὔτε ἀληθὴς οὔτε ψευδὴς ἐλλιπὴς οὖσα.
καὶ μὴ μετὰ φωνῆς· τὸ γὰρ ζῶ ἴσον ἐστι τῷ ἐγὼ ζῶ, καὶ τὸ ὕει ἴσον
ἐστὶ τῷ ὁ Ζεὺς ὕει.
δέ ἤδη δεδώκαμεν. ἔννοιαν δὲ αὐτῆς τοιαύτην ἀποδίδωσιν τὸ μὴ ἐν εἶναι (αὕτη μὲν γὰρ ὑπόχειται τοῖς ἄλλοις γένεσιν, τὰ ἄλλα δὲ ἄνευ αὐτῆς τό εἶναι οὐκ ἂν ἔχοι) καὶ τὸ ἴδιον
λέγει οὐσίαν.
τὰς πρώτας οὐσίας τῶν δευτέρων. αἱ μὲν γὰρ δεύτεραι οὐσίαι, εἰσὶν τὰ εἴδη τὰ γένη, καθ᾿ ὑποκειμένων τῶν πρώτων οὐσιῶν
αἱ δὲ πρῶται οὐσίαι αὗται οὖσαι τὰ ὑποκείμενα τοῖς πᾶσιν οὐ λεγονται. ὥστε κοινοῦ ὄντος ταῖς † προτέραις τοῦ μὴ μὴ ἐν ὑποκειμένῳ εἶναι διαιροῦνται ἀπ᾿ ἀλλήλων τῷ τὰς μὲν δευτέρας οὔσας καθ’ ὑποκειμένου λέγεσθαι, τὰς δὲ πρώτας ἐν ὑποκειμένῳ μὴ οὔσας ὁμοίως, μηδὲ καθ᾿
λέγεσθαι οὐσίας ἔφη καὶ πρὸς τίνας ἀντιδιαστελλομένας τὰς δευτέρας;
δὲ τὰ οἰκεῖα εἴδη καὶ γένη, τὰ δὲ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν, λέγω δὲ
τὰ ἄλλα ἐννέα συμβεβηκότα. μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν, οὐδὲν ἂν τῶν ἄλλων ὑπάρχοι. οἷον κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως τὸ ζῷον. πάλιν τὸ χρῶμα εἰ
λαὶ ἄλλο τι τῶν συμβεβηκότων ἐν σώματι ἢ καὶ ἐν οὐσίᾳ ἐστίν, ἀλλὰ ἐν τινὶ σώματι ἢ καὶ ἐν τινὶ οὐσίᾳ· εἰ γὰρ <ἐν> μηδενὶ τῶν καθ᾿ σωμάτων ἢ ουσιῶν, οὐδὲ ὲν σώματι οὐδὲ ὲν οὐσίᾳ ὅλως ἔσται. ὥστε πάντα τὰ ἄλλα καθ᾿ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται ἢ ἐν ὑποκειμέναις
ἀυταῖς ἐστι καὶ μὴ οὐσῶν τούτων τῶν οὐσιῶν ἀδύνατον τῶν ἄλλων
τι εἶναι, εἰκότως αἱ τοιαῦται οὐσίαι κυριώταται καὶ πρώτως εἰσίν οὐσίαι.
ἅπασιν τοῖς μὲν οἰκείοις εἴδεσιν καὶ τοῖς γένεσι καθ᾿ ὑποκειμένης αὐτῆς, τοῖς δὲ δυμβεβηκόσιν ἐν ὑποκειμένῃ αὐτῇ οὖσιν. ὥστε κυριωτάτη ἂν εἴη ἡ ἄτομος οὐσία καὶ μάλιστα καὶ πρώτως
Ἀ. Ἐν οἷς, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη. ἐν γὰρ τοῖς εἴδεσί 70
πως τὰ ἄτομά ἄτομά ἐστιν, ὅτι ἐν τοῖς ἐπὶ πλέον λεγομένοις τὰ ἔλαττον περιέχεσθαι λέγεται. ταῦτά τε οὖν τὰ τὰ εἴδη τὰ περιέχοντα τὰς ἀτόμους οὐσίας καὶ τὰ τούτων τῶν εἰδῶν γένη τὰ περιέχοντα τὰ τοιαῦτα
εἴδη εἴη ἂν δεύτεραι οὐσίαι οἷον ἄνθρωπος καὶ ζῷον· ἐν γὰρ τῷ ὁ τὶς ἄνθρωπος ἐν εἴδει, γένος δὲ τοῦ εἴδους τοῦ ἀνθρώπου τὸ
δεύτεραι οὖν αὖται οὐσίαι λέγονται οἶον ὁ ἄνθρωπος καὶ τὸ ζῷον καὶ ομοια.
τὰς πρώτας οὐσίας πρώτας εἶναι καὶ μάλιστα καὶ κυριώτατα, διὰ τοῦτο λέγεσθαι τὰς ἀτόμους οὐσίας εἶναι οὐσίας, ἀνθρώπου δὲ τοῦ κοινοῦ κατηγορουμένου
ἀναιρεθέντος τῇ ἐπινοίᾳ καὶ ὁ Σωκράτης, ὅσπερ ἦν ἄτομος καὶ πρώτη, ἀναιρεῖται, οὐκ ἂν εἴη τὸ εἶδος μᾶλλον οὐσία, * * * ἐπεὶ καὶ
τοῦ ζῴου ἀναιρεθέντος ὁμοίως ; τῷ λόγῳ καὶ ὁ ἄνθρωπος οὐκέτι εἰσίν; ὥστε διὰ τί οὐ πρότερον Σωκράτους ὁ ἄνθρωπος, εἴ γε συναναιρεῖ, ἀναιρουμένου δὲ οὐ συναναιρεῖται· Σωκράτους γὰρ μὴ
ὄντος ἔσταιν ὁ ἄνθρωπος ἀνθρώπου δὲ μὴ ὄντος οὐκ ἔστιν Σωκράτης. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ζῴου· ζῴου μὲν γὰρ ὄντος δύναται εἶναι ζῴου δὲ πάντως ἀναιρεθέντος οὐδ᾿ ἂν εἴη Σωκράτης. οὐκοῦν τί ἐκ συνάγεται; δὲ γὰρ πρῶτά ἐστι ταῦτα, ἃ συναναιρεῖ μέν, ὀ συναναιρεῖται
δέ, τὸ δὲ ζῷον καὶ ό ἄνθρωπος συναναιρεῖ μὲν τὸν Σωκράτην, οὐ
συναναιρεῖται, δὲ σῦν τῷ Σωκράτει, οὐχ ὁ Σωκράτης ἂν εἴη ἀλλὰ τὰ γένη ἰαὶ εἴδη. τί οὖν πρὸς τὴν τοιαύτην ἀπορίαν εἴποις ἂν;
ὁ ἄνθρωπος καὶ τὸ ζῷον μένει, δεῖ δὲ οὐκ ἐφ᾿ ἑνὸς ποιεῖσθαι τὸν 72 λόγον, ἀλλ᾿ εὖ εἰδέναι, ὅτι οὐκ ἔστιν ἄτομος οὐσία ὁ εἷς ἀλλ᾿ οἱ καθ᾿ ἕκαστον ἄνθρωποι πάντες, ἐξ ὧν καὶ ὁ ἄνθρωπος ἐπενοήθη, καὶ τὰ καθ᾿ ἕκαστον ζῷα, δι᾿ ἃ τὸ κοινῇ ἐνοήσαμεν ζῷον. ἃ δὴ καὶ αἴτια τοῖς κοινῇ κατηγορουμένοις ἐστὶ 73 τοῦ εἶναι· παρὰ γὰρ τὰ καθ’ ἕκαστον οὔτε βοῦν οὔτε ἄνθρωπον οὔτε ἵππον οὔτε ὅλως ἔστι νοῆσαι ζῷον. εἰ δὲ ἀπὸ τῆς τῶν καθ’ ἕκαστον αἰσθήσεως ἐπὶ τὸ καινοῇ τῇ διανοίᾳ ἀφικνούμεθα, ὄπερ οὐκέτι τόδε τι νοοῦμεν ἀλλὰ τοιόνδε, εἰ τὰ καθ’ ἕκαστον ἀναιρεθῇ ζῷα, οὐκέτι οὐδὲ τὸ
κοινῇ κατηγορούμενον κατ’ αὐτῶν ἔσται. εἰδὲ δὲ καὶ αἱ σημαντικαὶ λέξεις τῶν ὄντων ἐπὶ πρότερα τὰ ἄτομα κατωνομασμέναι, εἶτα ἀπὸ τούτων ἐπὶ τὰ κοινὰ ἡ διάνοια μετῆλθεν. ἐπεὶ τοίνυν περὶ λέξεων σημαντικῶν ἡ πρόθεσις, αἱ δὲ λέξεις ἐπὶ πρῶτα τὰ αἰσθητὰ ἐπετέθησαν τούτοις γὰρ
πρώτοις κατ’ αἴσθησιν ἐντυγχάνομεν), ταύτας καὶ πρώτας ἔθετο ὁ Ἀριστοτέλης
εἶναι οὐσίας κατὰ τὴν πρόθεσιν, ὤσπερ πρῶται αἱ αἰσθηταὶ κατωνομάσθησαν, οὕτως ὡς πρὸς τὰς σημαντικὰς λέξεις πρώτας τιθεὶς τὰς ἀτόμους οὐσίας.
καὶ πρώτως λεγομένων πρώτων οὐσιῶν τῶν νοητῶν οἷον τοῦ νοητοῦ θεοῦ καὶ τοῦ καὶ, εἴπερ εἰσὶν ἰδέαι, καὶ τῶν ἰδεῶν, παριστὰς ταύτας πρώτας οὐσίας ἔφη τὰς ἐν τοῖς αἰσθητοῖς ἀτόμους. ’E. Πῶς γὰρ λύσεις αὐτοῦ τὴν αἰτίαν;
’A. Ὅτι, φήσω, ἐπεὶ περὶ λέξεων σημαντικῶν ἡ πρόθεσις, αἱ δὲ
λέξεις πρώτως ἐπὶ τὰ αἰσθητὰ ἐτέθησαν (ἃ γὰρ εἶδον καὶ ὧν ᾔσθοντο ἄνθρωποι πρῶτον ταῦτα κατωνύμασαν, δευτέρως δὲ τὰ τῇ φύσει μὲν πρῶτα. αἰσθήσει δὲ δεύτερα), εἰκότως ἃ ταῖς λέξεσι πρῶτα κατωνομάσθη (ἔστι δὲ
τὰ αἰσθητὰ καὶ τὰ ἄτομα), πρώτας οὐσίας ἔθετο. ὥστε ὡς πρὸς τὰς σημαντικὰς λέξεις πρῶται οὐσίαι αἱ ἄτομοι αἰσθηταί, ὡς δὲ πρὸς τὴν φύσιν 74
πρῶται αἱ νοηταί. πρόκειται δὲ κατὰ τὰς σημαντικὰς λέξεις τὰ γένη τῶν ὄντων διελεῖν, αἱ δὲ σημαντικαὶ πρώτως εἰσὶν τῶν αἰσθητῶν ἀτόμων οὐσιῶν. ’E. Ἀλλ’ ἐπεὶ ὁμωνύμως καὶ τὸ εἶδος καὶ τὸ γένος λέγεται, ποῖα
εἴδη λαμβάνει καὶ ποῖα γένη;
’A. Ἃ λέγει εἶναι δευτέρας οὐσίας.
εἰδῶν τούτων γένη. ἐξηγεῖται δὲ καὶ αὐτὸς ὃ λέγει, ἐν οἷς φησιν ὅτι ὁ 75 <τὶς> ἄνθρωπος ὡς ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους ἐστὶ τούτου τὸ ζῷον.
διδάξαι. Ἀ. Λέγω ὅτι τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων οὐσιῶν εἰκότως δεύτεραι οὐσίαι λέγονται, μόνα γὰρ δηλοῖ τὴν πρώτην οὐσίαν τῶν κατηγορουμένων ταῦτα· τὸν γὰρ Σωκράτην ἂν ἀποδιδῷ τις τί ἐστιν, τὸ μὲν εἶδος καὶ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει καὶ γνωριμώτερον ποιήσει
ἄνθρωπον ἀποδιδοὺς καὶ ζῴον ἤ τι ἄλλο τῶν ἐννέα· τούτων γὰρ ὅτιπερ
ἂν ἀποδῷ, οὐ κυρίως ἔσται ἀποδεδωκώς, οἷον ἢ λευκὸν ἢ τρίπηχυ ἢ ὑγρὸν ἢ τρέχον ἢ ὁτιοῦν τῶν τοιούτων· αἱ γὰρ τοιαῦται κατηγορίαι ἀπὸ τῶν συμβεβηκότων γινόμεναι παρὰ φύσιν ἂν εἶεν οὐ τὸ τί ἐστι τὸ ὑποκείμενον δηλοῦσαι, ἀλλὰ ἄλλων τί αὐτῷ συμβέβηκεν, οἰκείως δὲ αἱ ἀπὸ τῶν εἰδῶν
καὶ τῶν γενῶν. ὥστε εἰκότως τὰ εἴδη καὶ τὰ γένη τῶν οὐσιῶν μόνα τῶν ἄλλων μετὰ τὰς πρώτας οὐσίας δεύτεραι οὐσίαι λέγονται.
οὐσίαις ἔχει. ὡς γὰρ ἐκεῖναι πᾶσιν τοῖς ἄλλοις ὑποκείμεναι κυριώταται 76 οὐσίαι λέγονται, οὕτως καὶ τὰ εἴδη καὶ τὰ γένη πρὸς τὰ ἄλλα πάντα ἔχει· κατὰ γὰρ τούτων τὰ λοιπὰ κατηγορεῖται, λέγω δὲ τὰ συμβεβηκότα. ὡς γὰρ τὸν τινὰ ἄνθρωπον εἰπεῖν ἔστι γραμματικὸν καὶ τρίπηχυν καὶ ἀπὸ τῶν
ἄλλων συμβεβηκότων παρωνύμως, οὕτως δὲ καὶ ἄνθρωπον καὶ ζῷον γραμματικὸν
καὶ τρίπηχυν ἔστιν εἰπεῖν. διὸ αἱ μὲν δεύτεραι οὐσίαι κατὰ τῶν πρώτων οὐσιῶν κατηγοροῦνται συνωνύμως· ὅλως γὰρ τὰ καθ᾿ ὑποκειμένου λεγόμενα συνωνύμως τῶν ὑποκειμένων λέγεται· τοῦ γὰρ ἀνθρώπου κατὰ
τοῦ τινὸς ἀνθρώπου καθ᾿ ὑποκειμένου κατηγορουμένου συνωνύμως ὁ ἄνθρωπος ῥηθήσεται, ἐπεὶ γὰρ ὁ. Σωκράτης καὶ ἄνθρωπος καὶ ζῷον λογικον
θνητόν. τὰ δὲ ἄλλα συμβεβηκότα κατὰ μὲν τὸν λόγον οὐκ ἂν ταῖς οὐσίαις συναρμόσειεν, κατὰ δὲ τοὔνομα ἐπὶ τινῶν μὲν κατηγορηθήσεται ὡς
ἐπὶ τοῦ σώματος τὸ λευκόν (εἴποι γὰρ ἄν τις τὸ σῶμα λευκόν), ἐπὶ δὲ τινῶν οὔ (οὐκέτι γὰρ ἡ λευκότης ῥηθείη ἂν ἐπὶ τοῦ σώματος)· ὁ μέντοι λόγος τοῦ λευκοῦ οὐκ ἂν κατὰ τοῦ σώματος ῥηθείη πότέ· οὐ γάρ ἐστι
χρῶμα διακριτικὸν ὄψεως τὸ σῶμα.
ἆρα ἐπ᾿ ἴσης ἂν ἔχοι ταῦτα πρὸς τὰς πρώτας οὐσίας;
αὐτὸ ἄν μᾶλλον οὐσία· τὸ μὲv γάρ ἔγγιον καὶ ἴδιον μᾶλλον τοῦ τινὸς
ἀνθρώπου, λέγω δὲ ὁ ἄνθρωπος, κοινότερον δὲ τὸ ζῷον.
καὶ πάντα τὰ ἄλλα † κατ’ αὐτῶν ἢ καθ’ ὑποκειμένου κατηγορεῖσθαι
ἢ ἐν αὐταῖς ὡς ἐν ὑποκειμέναις εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι λέγονται, οὅτω καὶ τὸ εἶδος ἔχει. ὡς γὰρ αἱ πρῶται οὐσίαι πρὸς τὸ εἶδος καὶ τὸ 78 γένος ἔχουσιν, οὔτω καὶ τὸ εἶδος πρὸς τὸ γένος, καὶ πάλιν ὡς αἱ πρῶται οὐσίαι πρὸς τὰ συμβεβηκότα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος ἔχει. ὑπόκειται
γὰρ τὸ εἶδος τῷ μὲν γένει καθ’ ὑποκειμένου κατηγορουμένῳ αὐτοῦ, τὰ
γὰρ γένη τῶν εἰδῶν οὕτω κατηγορεῖται· ὁμοίως δὲ καὶ τοῖς συμβεβηκόσιν ὑπόκειται τὸ εἶδος καὶ ἔστιν ἐν τούτοις ὡς ὑποκείμενον. ὥστε καὶ ἐκ τούτων τὸ εἶδος μᾶλλον οὐσία. αὐτῶν μέντοι τῶν εἰδῶν καὶ τῶν γενῶν ὅσα μὴ ὑπάλληλα ὄντα ἐστὶ οὐθὲν μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου οὐσία ἐστίν,
κἂν τὸ μὲν τῇ ἐξίᾳ ὑπερίεχῃ, τὸ δὲ λείπηται· οὐθὲν γὰρ οἰκειότερον κατὰ τινὸς ἀνθρώπου ἄνθρωπον ἀποδιδοὺς ἢ κατὰ τινὸς ἵππου τὸν ἴππον. οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν· οὐ γὰρ ἐπεὶ ἀξίᾳ 6 Σωκράτης τοῦ Βουκεφαλᾶ ἵππου ἀξιώτερος, διὰ τοῦτο οὖν μᾶλλον
οὐσία λέγοιτο ὁ Σωκράτης τοῦ Βουκεφαλᾶ.
Ἐ. Ἀλλὰ ἄχρι μὲν δὴ τούτων τερὶ τῶν πρώτων οὐσιῶν καὶ τῶν δευτέρων διελέχθης, χρὴ δέ σε καὶ τὸ ἴδιον τῆς οὐσίας εἰπεῖν· ἐπήγγελσαι γὰρ τοῦτο παραστῆσαι, ὅτε ὅρους μὲν ἔφης μὴ ἐνεῖναι παραδοῦναι αὐτῆς, παραδείγματα δὲ καὶ τά ἴδιον. καὶ δέδωκας μὲν καραδείγματα, τὸ δὲ ἴδιον
παραδοῦναι ὀφείλεις. οὐκοῦν χρὴ πρῶτον ὑπογράψαι τί ἐστιν ἴδιον·
ὑπόγραψον
ὅ μόνοις μέν, οὐ πᾶσι δέ, ἢ τὸ γοῦν κυριώτατον ὃ καὶ πᾶσι καὶ μένοις.
μόνοις μὲν γὰρ ἀνθρώποις ἐστὶ ταῦτα, οὐ πᾶσι δέ. ἀλλ’ ὁρᾷς ὅτι ταῦτα οὐ κυρίως ἂν εἴη ἴδια, ἀλλ’ ἐκεῖνά γε ἃ καὶ πᾶσι καὶ μόνοις, ὡς τὸ γελαστικὸν 80
πᾶσιν ἀνθρώποις πρόσεστι καὶ μόνοις. ἐπεὶ τοίνυν οὐσίας ἴδιον ζητοῦμεν, εἴ τε πάσαις συμβέβηκε τοῦτο, μὴ μόναις δέ, ἢ μόναις μέν, οὐ πάσαις δέ, δόξειεν μὲν ἂν ἴδια ταῦτα εἶναι, οὐ μὴν κατὰ ἀλήθειαν ἔσται.
μόνον δὲ ἂν ἐκεῖνο ἴδιον, ὃ καὶ μόναις καὶ πάσαις προσείη. αὐτίκα τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κοινὸν καὶ τῶν πρώτων οὐσιῶν καὶ τῶν δευτέρων,
ἀλλ’ οὐχὶ μόναις ταῖς οὐσίαις τοῦτο τρόσεστιν, ἀλλὰ καὶ ταῖς τῶν οὐσιῶν· οὐ γάρ εἰσιν ἐν ὐποκειμένῳ.
εἶναι, ὅπου γε τὰ μέρη τῶν οὐσιῶν ὄντα οὐσίαι ἐν ὑποκειμένῳ ἐστὶ τῷ ὅλῳ· τὰ γὰρ μέρη ἐν τῲ ὅλῳ ἐστίν;
μέρη τῶν οὐσιῶν ἐν τοῖς ὅλοις ὅντα οὐκ ἐν ὑποκειμένῳ ἐστίν, ἀλλ’ ὡς οὐσίαι καὶ οὐχ ὡς συμβεβηκότα. κοινὸν οὖν ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς
τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· ἀλλ᾿ οὐκ ἴδιον ὡς ἴδιον τοῦτο ἀλλὰ τὸ παντὶ προσὸν καὶ μόνῳ· τὸ γὰρ 〈μὴ εἶναι> ἐν ὑποκειμένῳ προσέστι καὶ ταῖς διαφοραῖς, ὥστε τὸ κυρίως ἴδιον οὐκ ἂν προσείη τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι.
λεγομένη;
δὲ τὸν ἄνθρωπον εἴποις ἂν πεζόν, εἴποις δ᾿ ἂν καὶ λόγον τοῦ πεζοῦ, ὅπερ
ἐστὶν ἐπὶ γῆς διὰ σκελῶν βαδιστικόν. διὸ καὶ τοῦτο κοινὸν ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ συνωνύμως πάντα κατὰ τούτων λέγεσθαι. οὐ πάσαις δέ οὐσίαις, ἀλλὰ ταῖς δευτέραις. ἡ μὲν γὰρ ἄτομος οὐσία διὰ τὸ μὴ καθ’
81 ὑποκειμένου λέγεσθαι συνωνύμως οὐ κατὰ τινὸς κατηγορεῖται· οὐ γὰρ ἔχει 82 ἄλλο ὑποκείμενον· τὸ δὲ καθ’ ὑποκειμένου ἦν κατηγορεῖσθαι τὸ συνωνύμως τοῦ ὑποκειμένου κατηγορεῖσθαι. ὥστε τὰ εἴδη καὶ τὰ γένη καθ᾿ ὑποκειμένων λεγόμενα τῶν ἀτόμων συνωνύμως αὐτῶν κατηγορεῖται. ὁμοίως δὲ
καὶ αἱ διαφοραί· πᾶσα γὰρ διαφορά καθ’ ὑποκειμένου κατηγορεῖται, οὗ ἂν εἴη διαφορά, διὰ τοῦ τῶν ἀτόμων διαφορὰς μὴ εἶναι· διαφορὰ γάρ ἐστι, καθ᾿ ὃ ἕκαστον τῶν ἄλλο ἄλλου διαφέρει ἤτοι <τὸ> κατὰ πλειόνων διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον. εἰδῶν οὖν καὶ γενῶν αἱ διαφοραί, οὐκ ἀτόμων.
πάντα γὰρ ἢ οὐσίαι ἢ συμβεβηκότα, συμβεβηκότα μὲν ὡς τὰ ἐν
ταῖς ἐννέα κατηγορίαις, οὐσίαι δὲ ὡς ἔχει ἡ οὐσία· εἰ οὖν μήτε οὐσία μήτε συμβεβηκὸς ἡ διαφορά, τί ἂν εἴη;
τί ἐστι κατηγορεῖται ἑκάστου οὗ κατηγορεῖται ἀλλ᾿ ἐν τῷ ποῖόν τί ἐστιν.
δέ εἰσιν ἐκεῖνα, ἅτινα ἀπογινόμενα φθείρει τὰ ὑποκείμενα. ἃ δὲ γινόμενα καὶ ἀπογινόμενα οὐ φθείρει, οὐκ ἂν εἴη οὐσιώδη. οἷον ἡ θερμότης
πρόσεστι τῷ θερμῷ ὕδατι, πρόσεστι δὲ καὶ τῷ πυρί· ἀλλὰ τῷ μὲν ὕδατι οὐκ οὐσιωδῶς πρόσεστιν· ἀρθείσης γὰρ τῆς θερμότητος οὐ φθείρεται ψυχρὸν γινόμενον τὸ ὕδωp. τῷ δὲ πυρὶ οὐσιωδῶς πρόσεστιν· ἀρθεῖσα γὰρ
ἡ θερμότης φθείρει τὸ πῦp. καὶ αἱ διαφοραὶ οὖν σχεδὸν τοιαῦταί εἰσιν ὡς ποιότητες οὐσιώδεις· τὸ γὰρ λογικὸν ἐὰν ἀρθῇ ἀπὸ τοῦ ἀνθρώπου, 83
φθείρεται, καὶ τὸ χερσαῖον ἐὰν ἀρθῇ αὐτοῦ, φθείρεται, ἐπεὶ καὶ τὸ θνητὸν ἐὰν ἀρθῇ αὐτοῦ, φθαρείη ἂν μεταβάλλων εἰς ἀθόνατον. διὸ καὶ εἰς τὸν ὁρισμὸν τῆς οὐσίας παραλαμβάνεται ἡ διαφορὰ ὡς συμπληρωτικὴ οὖσα τῆς
οὐσίας, τὰ συμπληρωτικὰ δὲ τῶν οὐσιῶν οὐσίαι. καὶ τὰ συμβεβηκότα μὲν οὐ δηλοῖ τὴν οὐσίαν, ἡ διαφορὰ δὲ δηλοῖ· ζῴου γὰρ ὄντος τοῦ ἀνθρώπου,
ποῖόν τι ζῷον, δηλοῦσιν αἱ διαφοραί· ἔσονται οὖν οὐσιώδεις ποιότητες. τὸ μὲν οὖν μὴ εἶναι ἐν ὑποκειμένῳ προσὸν πάσαις ταῖς οὐσίαις οὐ μόναις
84 προσῆν, ἀλλὰ καὶ ταῖς διαφοραῖς. καὶ διὰ τοῦτο οὐκ ἂν εἴη ἴδιον ὡς τὸ κυρίως λεγόμενον ἴδιον.
τι στημαίνω.
ἄνθρωπον εἰπὼν ἢ τὸν Πλάτωνα; ὁμοίως δέ, κἂν τὸ ζῷον εἴπω,
οὐδὲν μᾶλλον ἀκούεται ὑπὸ τῆς φωνῆς ταύτης ἄνθρωπος ἢ ἵππος ἢ βοῦς ἢ κύων ἤ τι τῶν ἄλλων ζῴων. οὐκ ἐφαρμόζει οὖν ἐπὶ τῶν δευτέρων οὐσιῶν τὸ τόδε ἀλλὰ μᾶλλον τὸ τοιόνδε.
καὶ τὸ ζῷον ὥσπερ τὸ λευκόν, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν
ἀφορίζει· ποιὰν γάρ τινα οὐσίαν σημαίνει; καὶ γὰρ τὸ ποιόν· οὐ γὰρ τὸ μέλαν καὶ ὅσαι εἰσὶ ποιότητες περὶ οὐσίαν ἀφορίζουσι τὸ ποιόν· οὐ γὰρ ἄνευ οὐσίας δύνανται εἶναι, ἀλλ᾿ ἐν αὐτῇ εἰσιν.
δύο τινὰ τοὐλάχιστον· οὐσιώδη γὰρ ποιότητα καὶ κοινότητα τῶν ὑποβεβλημένων
οὐσιῶν δηλοῖ. τὸ δὲ λευκὸν οὔτε οὐσιώδη ποιότητα παρίστησιν οὔτε ἀνθρώπου οὔτε βοὸς οὔτε λίθου οὔτε ἄλλης οὐδεμιᾶς οὐσίας κοινότητα 85 * * * ἔτι τὸ συνωνύμως τὰ ὑπ᾿ αὐτῶν κατηγορεῖσθαι· ἀλλ᾿ οὐ πάσαις ὑπάρχει ταῖς οὐσίαις τοῦτο· αἱ γὰρ ἄτομοι κατ᾿ οὐδενὸς κατηγοροῦνται. ἴδιον
δέ ἐστιν τὸ μόνῳ καὶ παντὶ ὑπάρχον, τοῦτο δὲ οὐ παντὶ ὑπάρχει· οὐκ ἄρα
ἴδιον τῆς οὐσίας. ἔτι εἴρηκεν ὅτι τόδε τι δοκεῖ σημαίνειν ἡ οὐσία· ἀλλ᾿ οὐδὲ τοῦτο πάσῃ ὑπῆρχεν· τὰ οὖν γένη καὶ τὰ εἴδη οὐ τόδε τι ἀλλὰ τὸ τοιόνδε μᾶλλον σημαίνει. οὐκ ἄρα οὐδὲ τοῦτο ἴδιον αὐτῆς.
γωγή· οὔτε γὰρ τῷ Σωκράτει ἐστί τι ἐναντίον ἀλλὰ μὴν οὐδὲ τῷ λίθῳ οὐδὲ τῷ βοῒ οὐδέ τινι ἄλλῃ οὐσίᾳ.
86 φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ. ἀλλὰ ταῦτα οὐκ ἔστι τῶν ἀφωρισμένων ποσῶν, οἷς οὐκ ἐῤῥέθη τὸ εἶναι ἐναντίον, μήποτε οὔτε γένους ἐστὶ ταῦτα τοῦ ποσοῦ, ἀλλὰ μᾶλλον τοῦ πρός τι, ὡς ἐν τῷ περὶ τοῦ ποσοῦ
ἐπιδείξει. οὐκ ἴδιον οὖν οὐδὲ τὸ μὴ ἔχειν τι ἐναντίον τῆς οὐσίας.
κατὰ τὸ εἶδος καὶ τὸ γένος οὐσία οὔτε ἑαυτῇ οὔτε ἄλλῃ παραλαμβανομένη
ὁμοστοίχῳ οὐσίᾳ μᾶλλον ἂν εἴη οὐσία ἢ ἧττον.
δέκα. οὐδέ γε μᾶλλον ἢ ἧττον Σωκράτης οὐσία ἢ Πλάτων. οὐδὲ μὴν τὸ
εἶδος ὁ ἄνθρωπος μᾶλλον ἢ αὐτὸς ἑαυτοῦ γένοιτο μᾶλλον οὐσία ἢ ἄλλου ἀνθρώπου. οὐκοῦν καθ᾿ αὑτὸ τοῦτο, καθό ἐστιν οὐσία, μᾶλλον οὔτε ἑαυτοῦ 87 οὔτε ἄλλου δόξεινε εἶναι οὐσία. τὸ μέντοι λευκὸν αὐτὸ ἑαυτοῦ μᾶλλον ἂν γένοιτο λευκότερον καὶ ἄλλου μᾶλλον ἂν εἴη λευκόν. ἄλλη μέντοι ἄλλης
οὐσία ἐῤῥέθη εἶναι μᾶλλον, ὅταν μὴ ὁμόστοιχος ᾖ, ἀλλ᾿ ἡ μὲν ἄτομος, ἡ
δὲ γένος ἢ εἶδος. ἡ γὰρ ἄτομος οὐσία μᾶλλον τῆς κατὰ τὸ εἶδος καὶ τὸ γένος ἐῤῥέθη εἶναι οὐσία.
ἦν ἐν τῇ Ἰθάκῃ ἢ ὅτε ἐπανῆλθεν ἔκ τῆς; Τροίας; ὥστε οὐκ ἴδιον τῆς 88 οὐσίας μόνον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον καθ᾿ ἑαυτήν τε ἐξεταζομένη καὶ τῶν ἄλλων τῶν ὁμοστοίχων.
ἐναντίων, οἷον Σωκράτης εἷς ὢν ἀριθμῷ δεκτικός ἐστιν ὑγείας καὶ νόσου καὶ ἡ αὐτὴ ψυχὴ φρονήσεως καὶ ἀφροσύνης.
βάλλων, ὁ δὲ λόγος οἷον ὁ ῾ἡμέρα ἐστίν᾿ ποτὲ μὲν ἀληθὴς γίνεται, ποτὲ 89
δὲ ψευδὴς μὴ μεταβάλλων ἑαυτὸν ἀλλὰ τοῦ πράγματος περὶ οὗ λέγεται μεταβάλλοντος αὐτόν. * * * μὴ δεχόμενος αὐτὸς μεταβολὴν ὁτὲ μὲν ἀληθὴς εὑρίσκεται, ὁτὲ δὲ ψευδής.
μόνῳ, δεῖξον ὅτι πάσῃ τε οὐσίᾳ τοῦτο πρόσεστι καὶ μόνῃ.
τοῦτο ἐπιδεχομένην. τὴν γοῦν πρᾶξίν φαμεν καλήν, ποτὲ δὲ καὶ αἰσχρὰν
εἶναι, ἀλλ᾿ οὐ τὴν αὐτὴν καὶ μίαν οὖσαν ἀριθμῷ ἀλλὰ τὴν ἢ καιροῖς διαφόροις ληφθεῖσαν ἢ ἄλλως καὶ ἄλλως πραχθεῖσαν. ἡ δὲ οὐσία οὐκ ἄλλης ἂν γένοιτο ἀλλὰ μία καὶ ἡ αὐτὴ μένουσα ἀγαθή τε καὶ αἰσχρά. καὶ οὕτως
ἐπὶ τῶν ἄλλων.
ἔδειξας· ἀλλ᾿ εἰ καὶ πάσης, τότε ἂν εἴη ἴδιον τῆς οὐσίας τοῦτο.
κίνησις ἐναντία. ἀλλ᾿ ἔστω μὴ ἐπὶ τῶν ἀιδίων ὁ λόγος οὐσιῶν. μονοειδῆ γὰρ ταῦτα καὶ ὡς ἐπὶ τὸ πλεῖστον οὐκ ἐπιδεκτικὰ τῶν ἐναντίων· ἀλλὰ καὶ τὸ πῦρ τῶν φθαρτῶν ὂν θερμότητος μέν ἐστιν ἐπιδεκτικόν, ψυχρότητος
δ᾿ οὔ, καὶ ἡ χιὼν ψυχρότητος μὲν ἐπιδεκτική, θερμότητος δ᾿ οὔ, καὶ τὸ
ὕδωρ ὑγρότητος μέν, ξηρότητος δ᾿ οὔ. πρὸς δὴ ταῦτα φήσειεν ἂν ὁ Ἀριστοτέλης τὴν οὐσίαν εἶναι δεκτικὴν φάναι ἀλλ᾿ οὐχὶ οὐσιῶσθαι δύνασθαι ἐν τοῖς ἐναντίοις, τὸ δὲ πῦρ τὴν θερμότητα οὐκ ἐπεδέξατο, ἀλλ᾿ ἔστιν αὐτοῦ ἐν τῇ οὐσίᾳ ἡ θερμότης, οὐκ ἔστι δὲ τὰ ὑαυτοῦ ἐπιδέχεσθαι ἀλλὰ
τῶν ἔξωθέν τι. αὐτίκα καὶ τὸ ὕδωρ τῷ μὴ οὐσιῶσθαι ἐν θερμότητι ἐπι- 91 δεκτικόν ἐστιν θερμότητος καὶ ψυχρότητος, ὑγρότητος δὲ οὐκ ἔστιν ἐπιδεκτικόν, ὥσπερ ἡ γῆ, ἐπειδὴ ἐν οὐσίᾳ ἐστὶν ἡ ὑγρότης αὐτοῦ. τῆς δὲ γῆς οὐκ ἐν οὐσίᾳ ἐστὶν ἡ ὑγρότης· διὸ ἐπιδέχεται καὶ ξηρότητα. καὶ τὰ οὐράνια δὲ οὐκ ἐπιδέχεται ἐναντιότητα τὴν ἀντικειμένην τῇ οὐσιώδει αὐτῶν
ποιότητι. ὅθεν οὐδὲ ποιότητες ἁπλῶς ἀλλ᾿ οὐσιώδεις. τῶν δὲ παρὰ τὰς συμπληρωτικὰς οὐσίας ποιοτήτων ἐπιδεκτικαὶ αἱ οὐσίαι.ἀνὰ μέρος μὲν οὐσίαι ὅ εἰσιν ἓν ἀριθμῷ, ἐπιδέχονται τὰς ἔξωθεν ἐναντιότητας, ὅπερ οὐδὲν ἄλλο τῶν ἐννέα γενῶν. ὡς δὲ ἡ μία τῷ ἀριθμῷ ἡ ἄτομος τοῦτο
πέπονθε, οὕτως καὶ αἱ δεύτεραι· εἰ γὰρ ὁ Σωκράτης σπουδαῖος καὶ ἄφρων,
καὶ ἄνθρωπος ἂν εἴη σπουδαῖος καὶ ἄφρων καὶ ζῷον διὰ τὸ τὸν Σωκράτην καὶ ἄνθρωπον εἶναι. ὡς οὖν οὐσία, εἴπερ καὶ ἄνθρωπος οὐσία καὶ τὸ ζῷον οὐσία, ἐπιδεκτικὸν καὶ ὁ ἄνθρωπος τὸ ζῷον τῶν ἐναντίων· ὡς δὲ καθόλου ὄντα οὐ ταῦτα ἂν εἴη ἐπιδεκτικὰ ἀλλὰ τὰ ὑπ᾿ αὐτά. ὥσπερ τὸ
χρῶμα οὔτε λευκὸν οὔτε μέλαν, ὑπ᾿ αὐτὸ δὲ τὸ λευκὸν καὶ τὸ μέλαν,
οὕτω δὲ καὶ ὁ ἄνθρωπος ᾗ κοινὸν καὶ τὸ ζῷον ᾗ κοινὸν καὶ κατὰ πλειόνων, οὕτω μὲν οὖν οὔτε φρόνιμος οὔτε ἄφρων οὔτε νοσῶν καὶ ὑγιαίνων, ὑπ᾿ αὐτὰ δὲ καὶ οἱ φρόνιμοι καὶ οἱ ἄφρονες καὶ οἱ νοσοῦντες καὶ οἱ
ὑγιαίνοντες. καθὸ μέντοι οὐσίαι καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον τῶν ἐναντίων ἀνὰ μέρος εἰσὶ δεκτικά· ἐπινοεῖται γὰρ καὶ ὁ ἄνθρωπος, καθόσον
ἐστὶν οἰσία, ἐπιδεκτικὸς τῶν ἐναντίων καὶ τὸ ζῷον· ὑπομένει γὰρ ἑκάτερα μένον τὸ αὐτό. τὸ δὲ χρῶμα ᾗ χρῶμα οὐκ ἐπινοεῖται μέλαν
γινόμενον ταὐτὸν καὶ λευκόν, ἀλλὰ τὸ μὲν ἐν ὑποκειμένῳ τῷ χρώματι σῶμα ἀνὰ μέρος δέχεται τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ δὲ χρῶμα τὸ μὴ 92 μένον οὐκ ἐπιδέχεται τὸ λευκὸν καὶ τὸ μέλαν, ἀλλ᾿ ἅμα τῷ ἐξελθεῖν τὸ λευκὸν συναπῆλθεν, καὶ ἅμα τῷ ἐπελθεῖν τὸ μέλαν συνεισῆλθεν· ἀλλ᾿ οὐχὶ
μένει μὲν τὸ χρῶμα, ἔξεισι δὲ τὸ λευκὸν καὶ εἴσεισι τὸ μέλαν εἰς αύτό. 29i δεῖ τοίνυν καθόσον οὐσία ὁ ἄνθρωπος καὶ τὸ ζῷον σκοπεῖν, εἰ μὴ μένει
ἑκάτερον καὶ ἐπιδέχεται τὰ ἐναντία ἀνὰ μέρος, ὥστε κοινὸν πάσης οὐσίας καθὸ οὐσία τῶν εναντίων εἶναι δεκτικὴν ἀνὶ μέρος. καὶ μόνης τε ταύτης ἴδιον ἂν εἴη τοῦτο, τῆς μέντοι μεταβολῆς δυναμένης γίνεσθαι καὶ οὐ τῆς
ἐν τῷ εἶναι περιεχούσης τὸ ἀμετάβατον τῶν ποιοτήτων.
ὀφείλει, ἵνα δὲ ποιὸν σῶμα ᾖ, τότε λευκὸν ἢ μέλαν εἶναι ὀφείλει· προηγεῖται δὲ τὸ σῶμα εἶναι τοῦ ποιὸν εἶναι σῶμα.
μᾶλλον καὶ τὸ ἧττον· ταῦτα γὰρ οὐσίᾳ τε πρόσεστι καὶ τῷ ποσῷ. ἔπειτα τὸ ποιὸν μὲν καὶ τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις δηλούμενα εἰ ἀφέλοις τῆς
οὐσίας, καταλείποις δὲ ἐν αὐτῇ τὸ ποσόν, δύναται εἶναι ἔτι οὐσία· εἰ μέντοι τὸ ποσὸν αὐτῆς ἐξέλοις παντελῶς, τότε κατὰ τὸ συνεχὲς καὶ κατὰ τὸv διωρισμένον ἀριθμὸν οὐδὲν ἂν εἴη ἔτι. ὅλως τε πλησίον τῆς οὐσίας τὸ
ποσὸν μᾶλλον ἢ τὰ ἄλλα συμβεβηκότα.
τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν, ποταπὴν ποιεῖται ταύτην;
οὐδὲν κωλύει γίνεσθαι τοῦ αὐτοῦ πλείους διαιρέσεις.
καὶ πάλιν ἐξ ὑπαρχῆς εἰς τὸ λογικὸν καὶ ἄλογον, καὶ πάλιν εἰς ὑπόπουν καὶ ἄπουν, καὶ αὖθις ὅλον εἰς τὸ πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον.
οὕτως οὖν καὶ τὸ ποσὸν ὅλον τέμνεται εἰς τὸ συνεχὲς καὶ τὸ διωρισμένον, καὶ πάλιν κατὰ ἄλλην ἐπιβολὴν εἰς τὸ ἐξ ἐχόντων θέσιν πρὸς ἄλληλα τῶν μορίων καὶ εἰς τὸ μὴ ἐξ ἐχόντων θέσιν.
οὗ μὴ ἔστιν κοινὸν ὅρον λαβεῖν, πρὸς ὃν συνάπτει τὰ μέρη. τῶν γὰρ πέντε οὐκ ἔστιν ἡ μονὰς μόνη συνάπτουσα τὰ δύο καὶ τὰ δύο τὰ ἐφ᾿ ἑκάτερα·
οὐ γὰρ συνῆπται οὐδὲ αὐτὴ ταῖς δύο ταῖς ἐφ᾿ ἑκάτερα· εἰ γὰρ συνῆπτο. κἂν εἴπομεν τί ἐστι τὸ συνάπτον. τῶν οὖν διῃρημένων ποσῶν εἴη ἂν ὁ ἀριθμός.
Ἀ. Πᾶς λόγος ἐξ ὀνομάτων σύγκειται καὶ ῥημάτων καὶ τῶν λοιπῶν, ἃ λέγεται εἶναι τοῦ λόγου μέρη. ταῦτα δὲ πάντα ἐκ συλλαβῶν συνέστηκεν· αἱ δὲ συλλαβαὶ ἢ μακραί εἰσιν ἢ βραχεῖαι· αἱ δὲ μακραὶ πρὸς τὰς βραχείας ἔχουσιν, ὥσπερ τὰ δύο πρὸς τὸ ἕν· ἓν δὲ καὶ δύο ἀριθμός· ὁ
δὲ ἀριθμὸς ποσὸν διωρισμένον ἐστί· ὥστε καὶ αἱ συλλαβαί· ὁ δὲ λόγος
ἐκ συλλαβῶν· τὸ δὲ συνεστὸς ἔκ τινων τοιοῦτόν ἐστιν, οἷά πέρ εἰσιν 30r ἐκεῖνα, ἀφ᾿ ὧν συνέστηκεν· ποσὸν οὖν καὶ ὁ λόγος, καὶ διωρισμένον γε ποσόν.
οὐδὲν δὲ ἔστι λαβεῖν, ὃ συνδεῖ τὰς συλλαβὰς πρὸς ἀλλήλας, διωρισμένον
ἄρα ποσὸν εἶεν ἂν αἱ συλλαβαὶ καὶ ὁ λόγος. οἷόν ἐστιν ὄνομα Σωκράτης· τί δή ἐστι τὸ συνάπτον τὴν σݲωݲ συλλαβὴν πρὸς τὴν κݲρݲαݲ ἢ κݲρݲαݲ πρὸς τὴν τݲηݲςݲ, οὐκ ἂν ἔχοιμεν εἰπεῖν. οὐ γὰρ τὸ σημαινόμενον. καὶ γὰρ ἡ
βλίτυρι φωνὴ ἁπλῶς ἔχει τὰς τρεῖς συλλαβὰς κειμένας καὶ οὐ συναπτομένας ὅρῳ· οὐδὲν γὰρ σημαίνει. ποσὸν ἄρα διωρισμένον ὁ λόγος.
ἐκείνῳ μὲν γὰρ οὐδὲν παρενέπιπτεν, ὃ συνέδει αὐτοῦ τὰ μόρια, τὸ δὲ συνεχὲς ἔχει κοινὸν ὅρον, ὃρον, ὃς συνάπτει πρὸς ἄλληλα τὰ μόρια. οἷον ἐπὶ
τῆς γραμμῆς μῆκος οὔσης ἀπλατὲς τὰ μόρια φαίνεται ἀλληλοῦχα. διὸ καὶ κινουμένῳ τῷ μορίῳ συγκινεῖται ἐφεξῆς τὰ μόρια. ἐπὶ δὲ τοῦ διωρισμένου
οὐκ ἂν πάθοι τι τοιοῦτον τὰ μόρια· εἰ πυρῶν εἴη μόδιος γέμων, οὐκ ἂν δήπου ἑνὸς πυροῦ κινηθέντος συγκινοῦνται καὶ οἱ ἄλλοι πυροί, ἑνὸς δὲ πυροῦ μορίου τινὸς κινηθέντος κινεῖται ὅλος ὁ πυρὸς τῷ ἀλληλουχεῖν τὰ μέρη.
ἡ γραμμὴ τοίνυν εἴη ἂν τοῦ ποσοῦ συνεχοῦς.
ταύτην δὲ τὴν γραμμὴν εἰ ἐπινοήσειας ἐνεργείᾳ γινομένην καθ᾿ ἑαυτὴν 96
μεταξὺ τῶν μερῶν, τέμνοι ἂν τὸ ὅλον· ἐὰν δὲ οὐ τέμνῃ, τοῦ μὲν ὥσπερ πέρας θεωρουμένη πέρας μέρους τοῦ δὲ ὡς ἀρχὴ κοινωνοῦσα ἀμφοῖν ὅρος τοῖν μεροῖν συνάπτοι ἂν ταῦτα πρὸς ἄλληλα δι᾿ ἑαυτῆς.
γραμμὴ καὶ ἡ ἐπιφάνεια;
ἡ ἐπιφάνεια συσταίη ἂν ἐκ γραμμῶν, ἀλλὰ μέρη μὲν ἐπιφανείας ἐπιφάνειαι,
περατοῦται δὲ γραμμαῖς, οὔτε μὴν σώματος μέρη αἱ ἐπιφάνειαι, ἀλλὰ μέρη μὲν σώματος σώματα, περατοῦται δὲ ἐπιφανείαις. ἡ οὖν μεταξὺ τῶν μερῶν τοῦ σώματος ἐπινοουμένη ἐπιφάνεια οὐκ ἔστι κυρίως ἐπιφάνεια
ἀλλ᾿ ἐπινοίᾳ· εἰ γὰρ γένοιτο ἐνεργείᾳ, τέμνει τὸ σῶμα καὶ πέρας ἐστὶ τῶν σωμάτων. καθὸ δὲ τμηθῆναι δύναται ἐπιφανείᾳ τοῦτο, ἐὰν
ἐπινοήσῃς τοῦ μὲv τινὸς μέρους οἷον πέρας τοῦ δὲ ἀρχήν, κοινὸς ὅρος ἐστὶν ἡ επιφάνεια τῶν μερῶν τοῦ σώματος, οὐκ οὐσα μέν πως, ἐπινοου-
μενη οε.
ἐπιφάνεια. ὁ δὲ τόπος οὐχ ἥνωται τῷ σώματι, ἀλλ᾿ ἔξωθεν ἐπηκολούθησεν. καὶ ὁ χρόνος ὁμοίως οὐδεμίαν ἔχοι συνάφειαν πρὸς τὸ σῶμα.
τὸ δὲ ἐκ μορίων οὐκ ἐχόντων θέσιν πρὸς ἄλληλα.
τὰ μόρια, αὐτὰ τὰ μόρια μὴ ἀφανιζόμενα, συνέχειαν τῶν μορίων ἀλληλοῦχον. ὅταν δὲ τινὰ τούτων προσῇ, λείπῃ δὲ τινά, δύναται τάξιν μὲν
ἔχειν, θέσιν δὲ τὴν τοῦ ποσοῦ μὴ ἔχειν. οἷον τὰ δέκα κεράμια κεῖται μέν που ἐν ἐπιπέδῳ καὶ ἔστι τὸ μὲν δεῖξαι πρῶτον, τὸ δὲ δεύτερον, καὶ
ὅτι τοῦτο μὲν ἐνθάδε, τοῦτο δὲ ἐνθάδε, καὶ οὐκ ἀπόλωλε τὰ μόρια ἀλλὰ μένει. οὐ μὴν ἀλληλοῦχα τὰ μόριά ἐστιν, ὥστε τάξιν μὲν ἔχειν, θέσιν 100 δὲ οὔ. πάλιν ἐπὶ τοῦ ῥέοντος ὕδατος ἐκ κλεψύδρας ἀλληλουχούμενα μὲν
τὰ μόρια, οὐκέτι μέντοι δεικνύμενα τὰ πρῶτα οὐδὲ μένοντα, ἀλλ᾿ ἅμα τῷ προκύψαι ἐκ τοῦ τρυπήματος ἀπολλύμενα, ταῦτα τάξιν μὲν ἔχει, θέσιν
δὲ οὐκ ἔχει. καὶ ἐπὶ τοῦ χρόνου· τάξιν μὲν γὰρ αὐτοῦ ἔχει τὰ μόρια, θέσιν δὲ οὐκ ἔχει, οὐδὲν γὰρ ὑπομένει τοῦ χρόνου μόριον. ἐν μὲν οὖν τοῖς διωρισμένοις ποσοῖς θέσις οὐκ ἔστι, τάξις δὲ εἴη ἄρα, ὥσπερ ἐν
ἀριθμοῖς, καθὸ πρῶτον μὲν λέγομεν τὸ εἶναι τὰ δύο ἢ τὰ τρία. ἐν δὲ τοῖς τοῦ λόγου μορίοις οὐδὲ τάξις· τί γὰρ μᾶλλον ἡ βݲαݲ συλλαβὴ τῆς βݲηݲ ἢ τῆς ψݲεݲ προτέρα; κἂν τάξιν ἔχῃ τινά, ἐὰν μὴ σὺ ὄνομα προενέγκας
τάξιν ἐπιθήσῃς ταῖς συλλαβαῖς τοῦ ὀνόματος ἐοικότως τοῖς διωρισμένους ἀμφορέας συνθεῖσιν καὶ τοὺς μὲν ἐν πρώτῳ θεῖσιν, τοὺς δὲ ἐν
δευτέρῳ, καθάπερ παράταξίν τινα στρατιωτῶν ἐν πολέμῳ. ἐν μὲν τοῖς κατὰ τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν καὶ τὸ σῶμα καὶ τόπον θέσις
τίς ἐστι καὶ κατὰ τὸ κεῖσθαί που ἕκαστον τῶν μορίων καὶ κατὰ τὸ μένειν καὶ κατὰ τὸ ἀλληλοῦχα εἶναι τὰ μέρη ἀλλήλων, κατὰ δὲ τὸν χρόνον τάξις μέν ἐστιν, θέσις δὲ οὔ, τῷ μὴ μένειν τὰ μόρια τοῦ χρόνου. ἐπὶ δὲ τοῦ
ῥέοντος ποταμοῦ καὶ θαλάσσῃ μιγνυμένου ἡ ἐπιφάνεια τοῦ μίγνυσθαι μέλ-
101 λοντος καὶ πελάζοντος τῇ θαλάσσῃ θέσιν οὐκ ἔχει διὰ τὸ μὴ ἑστάναι ἀλλὰ κινεῖσθαι· οὕτω γὰρ καὶ ἡ κίνησις τῶν συνεχῶν μέν ἐστιν, οὐ μέντοι καὶ τῶν θέσιν ἐχόντων, ᾗ καὶ ὁ χρόνος ἐπιγινόμενος συνεχής ἐστι μὴ ἔχων θέσιν, ἡ δὲ κίνησις οὐ ποσόν, ποσοῦ δὲ μετέχουσα, ὡς ὕστερον δειχθήσεται.
ὥστε κατὰ μὲν τὴv πρώτην διαίρεσιν πέντε μὲν ἦν συνεχῆ, γραμμή,
ἐπιφάνεια, σῶμα, χρόνος, τόπος, διωρισμένα δὲ δύο, ἀριθμὸς καὶ λόγος. κατὰ δὲ τὴν δευτέραν τέσσαρα μὲν ἐκ θέσιν ἐχόντων τῶν μορίων, γραμμή, ἐπιφάνεια, σῶμα, τόπος, τρία δὲ θέσιν μὴ ἐχόντων, ἀριθμός, λόγος, χρόνος, ὧν τὰ μὲν δύο τάξιν ἔχει, ἀριθμός, χρόνος, ὁ λόγος δὲ πὼς μὲν ἔχει τάξιν,
πὼς δὲ οὔ.
δὲ τὸ κατ’ ἄλλο. οἷον προηγουμένως μὲν ποσὰ τὰ εἰρημένα ἅπαντα, κατὰ συμβεβηκὸς δὲ οἷον τὸ λευκὸν πολὺ λέγεται, οὐ καθόσον ἐστὶν λευκόν, ἀλλ᾿ ὅτι ἡ ἐπιφάνεια, ἐν ἦ ἔστιν, πολλή ἐστι. καὶ ὁ ἄνθρωπος μακρὸς οὐ καθόσον
ἄνθρωπος, καθόσον δὲ τὸ μῆκος αὐτοῦ τοιοῦτον.
και τα ομοια.
εἴποιμεν ἂν πολύν, ἐπειδὴ ἐν πολλῷ παρετάθη χρόνῳ, ὡς ἐάν γε μὴ τὸν ἐπὶ πλεῖστον παρατείνοντα εἴποι τις πολὺν ἀλλὰ τὸν σφοδρόν, οὐ
κυρίως τῇ λέξει κέχρηται ὁ τοιοῦτος ποιόν τε μᾶλλον ἢ ποσὸν εἴρηκεν· τὸ γὰρ σφοδρὸν τῆς ποιότητός ἐστιν. κἂν εἴπωμεν δὲ ὅτι ὁ δεῖνα πολὺ δεδράμηκεν τὴν κίνησιν ἀναλογιζόμενοι, ὅτι ἐν πολλῷ γεγένηται χρόνῳ,
ἀπὸ χρόνου πολύν φαμεν γεγενῆσθαι τὸν δρόμον.
κατὰ συμβεβηκὸς δέ, καὶ τῇ κινήσει προσεῖναι ῥηθήσεται. ἐὰν οὖν ἀποδιδῷ
τις τὸ πολὺ καὶ τὸ ὀλίγον τῆς κινήσεως ἢ τῆς πράξεως, τὸ ποσὸν αὐτῆς τῷ χρόνῳ ὁριεῖ ἐνιαυσιαίαν ἢ μηνιαίαν ἢ ἄλλως ἀποδιδούς.
ἔχοντα, ἔτι τε τίνα τὰ συνεχῆ καὶ τίνα τὰ διωρισμέναι· τὸ δὲ ἴδιον ἀφορισαι 104
χρη τι αν ειη του ποσου.
τῇ εὐθύτητι, οὔτε τῇ ἐπιφανεφίᾳ καθόσον ἐπιφάνεια ἔστι τι ἐναντίον.
σῶμα καθὸ σῶμα οὐκ ἔχει τι ἐναντίον.
μὴν οὐδὲ τῷ χρόνῳ ἔστιν τι ἐναντίον, καθὸ χρόνος ἐστίν· ἡ γὰρ νὺξ καὶ
ἡμέρα εἰ ἐναντίως ἔχουσιν, ἀλλ᾿ οὐχὶ καθὸ ἐν χρόνῳ εἰσὶ τὴν ἐναντιότητα ἔχουσι, καθόσον δὲ ἡ μὲν ἡμέρα ἀήρ ἐστι πεφωτισμένος, ἡ δὲ νὺξ ἀήρ ἐστιν ἐπεσκιασμένος, ὁ δὲ ἀὴρ οὐ ποσόν, καθόσον ἀήρ, ἀλλὰ μὴν οὐδὲ
τῷ λόγῳ ἔστι τι ἐναντίον, καθὸ λόγος ἐστίν.
ἐναντίωσιν. ἀλλ᾿ οὐδὲ ἐν τῷ ἀριθμῷ ἔστι τι ἐναντίον. τοῖς γὰρ δύο καθὸ δύο τί ἂν εἴη ἐναντίον; ἢ τοῖς πέντε ἢ ὅλως τινὶ τῶν ἀριθμῶν;
οὐ καθ’ ἡντιναοῦν ἄλλην διάστασιν ἀλλὰ κατὰ τὴν τοῦ παντός, ὥστε
σφαιροειδοῦς ὄντος τοῦ παντὸς κάτω μὲν εἶναι τὸ πρὸς τὴν μέσην χώραν τοῦ παντός, ἄνω δὲ τὰ ἀπὸ τοῦ μέσου πρὸς τὰ πέρατα, ἐναντίον ἂν εἴη τὸ ἄνω τῷ κάτω διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὴν ἔξω εἶναι ἐπιφάνειαν, ὡς ἐν κύκλῳ καὶ σφαίρᾳ πρὸς τὰ πέρατα· ἐν γὰρ
ταύτῃ καὶ τὸ ἄνω μόνως ἄνω ἐστὶ καὶ τὸ κάτω μόνως κάτω, ἐν δὲ ταῖς ἄλλαις διαστάσεσιν, ἐφ’ ὃ τὸ ἄνω καὶ τὸ κάτω λέγεται, πρὸς ἕτερον καὶ ἕτερον λαμβανόμενον τὸ αὐτὸ καὶ ἄνω καὶ κάτω εἶναι δοκεῖ. διὸ ἐκεῖνα καθ’ αὑτά ὄντα ὡς τόπου διαφοραὶ καὶ ποσὰ τὸ ἄνω καὶ τὸ κάτω ἐναντίωσιν
ἐπιδέχοιτο ἄν, ὥστε εἶναι περὶ μόνον τὸν τόπον ἐν τῷ ποσῷ ἐναντιότητα.
ὅτι δὲ ἐν τῷ τόπῳ ἐναντιότης, ἐοίκασιν δηλοῦν καὶ οἱ τὰ ἐναντία ὁρισάενοι τὰ πλεῖστον ἀλλήλων διεστηκότα· ἀπὸ γὰρ τῆς κατὰ τὸν τόπον ἐν τῷ ἄνω καὶ κάτω ἐναντιύσεως ἐοίκασι τὸν ὁρισμὸν εἰληφέναι· τὸ γὰρ
διεστηκέναι πρώτως ἐν τόπῳ ἐστίν· ὥστε ἐν μόνῳ τῷ τόπῳ εἴη ἂν ἡ ἐναντίωσις.
τι, ἕτερον δὲ τὸ ποσόν. ἀλλὰ καὶ ὁ Ἑρμῖνος οὕτως ἀφῄρει τοῦ ποσοῦ
τὴν ἐναντίωσιν.
γάρ τι ὂν πολὺ ἢ ἀλίγον ἐστὶ καὶ μέγα ἢ μικρόν.
τὰ ἐναντία ἀλλ’ ὡς τὰ πρός τι, ὥστε κἂν τῶν πρός τι ᾖ, οὐκ ἔστιν ἐναντία ἀλλὰ ἀντικείμενα.
ἔφαμεν καὶ ἀπόλυτον καὶ πρός τι.
ὄρος μικρὸν λέγεται καίτοι ἁπλῶς οὕτως οὐκ ὂν μικρόν, ἀλλὰ δῆλον τὸ 110 πρὸς ἕτερον ὁμογενὲς αὐτὸ μεῖζον γίνεσθαι τὴν ἀναφοράν. καὶ πάλιν ἡ κέγχρος πάντων οὖσα μικροτέρα ὅμως λέγεται μεγάλη, δηλονότι ἀναφερομένη
πρὸς ἄλλην κέγχρον.
λέγεσθαι ἰατὰ τὸ πρός τι;
ἑαυτὸ οὐ λέγεται, οὐκ ἄρα τὸ μέγα καὶ τὸ μικρόν ἐστι ποσά.
φαμὲν ὀλίγους εἶναι, ἐν δὲ τῇ κώμῃ κἂν ὦσιν τριακόσιοι, λέγομεν πολλοί εἰσιν, καίτοι πολλαπλασίων ὄντων Ἀθήναζε. καὶ ἐν μὲν τῇ οἰκίᾳ οἱ πεντακόσιοι
πολλοί, ἐν δὲ τῇ πόλει κἂν πολλαπλάσιοι τούτων ὦσιν, ὀλίγοι λέγονται. πρὸς ἕτερον οὖν ἡ ἀναφορὰ τοῦ πολλοῦ καὶ ὀλίγου λέγεται. καὶ
ἄλλο ἐπιχείρημα· τὸ μὲν δίπηχυ καὶ τρίπηχυ καὶ τὰ δύο καὶ πέντε ποσὸν 111 ἕκαστον σημαίνει, τὸ δὲ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶν τοῦ τοσοῦ δηλωτικά· ἐκ γὰρ τοῦ φάναι πολὺ ἢ ὀλίγον οὐ σημαίνεται ἀριθμός, ὠσαύτως
δὲ οὐκ ἂν εἴπωμεν μέγα ἢ μικρόν, οὐ δηλοῦται διωρισμένον τι ποσόν. οὐκ αρα ποσα ταυτα.
καθ’ ἑαυτὰ νοεῖται πρότερον. τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ
τὸ ὀλίγον οὐκ ἔστι καθ’ πρῶτον εἰπεῖν, ἀλλὰ ἀνάγκη συνεπινοεῖσθαι αὐτῶν ἑκάστῳ, πρὸς ὃ τὴν ἀναφορὰν ἔχει· τότε γὰρ μέγα οὐκ ἔστιν οὔτε εἰπεῖν οὔτε νοῦσαι μὴ οὐχὶ ἀνενεγκόντα ἐπί τι ἔτερον, πρὸς ὃ ἀποβλέπων
112 μέγα φήσει τις εἶναι αὐτό. ὁμοίως δὲ καὶ τὰ λοιπὰ τὰ τρία· τί γὰρ ὁριστόν ἐστι νοῆσαι ἐκ τοῦ ἀκοῦσαι μέγα ἢ μικρὸν ἢ τολὺ ἢ ἀλίγον, οὐκ ἔστιν εἰπεῖν. εἰ τοίνυν τά μὲν ἔχοντα ἐναντιότητα καθ’ ἑαυτά πρώτως λέγεται, τὰ δὲ τέτταρα τὰ εἰρημένα οὐκ ἔστιν εἰπεῖν πρώτως καθ’ ἑαυτά,
οὐκ ἂν ἐπιδέχοιτο ἐναντιότητα.
αὐτὸ ἑαυτῷ ἐναντιοῦσθαι. οὐκ ἄρα τὸ μέγα καὶ τὸ μικρόν εἰσιν
ἐναντία. ὁ αὐτὸς δὲ λόγος καὶ επὶ τοῦ πολλοῦ καὶ ἀλίγου. ἀλλ’ εἰ μήτε ἐν τούτοις ἐναντίωσις μήτε ἐν τῷ τόπῳ, ὥς τισιν ἐδόκει, οὐκ ἔσται δήπου ἐν τῶ ποσῶ ἐναντίον.
τινῶν δὲ τῶν τοῦ τοιοῦ δειχθήσεται μὴ προσοῦσα ἐναντίωσις, ὥστε οὐκ ἴδιον τοῦ ποσοῦ τοῦτο, κἂν παντὶ ποσῷ μηδὲν ᾖ ἐναντίον.
τοῦτο δὲ δῆλον ἐπιοῦσι τὰ κατὰ μέρος· γραμμή τε γὰρ γραμμῆς καθὸ γραμμὴ οὐκ ἔστιν μᾶλλον γραμμὴ οὐδὲ ἐπιφάνεια ἐπιφανείας οὐκ ὄστιν
μᾶλλον ἢ ἧττον ἐπιφάνεια, οὐδὲ σῦμα ᾖ σῶμα οὐδὲ τόπος ἧ τόπος οὐδὲ ἀριθμὸς ᾗ ἀριθμὸς οὐδὲ μὴν χρόνος ᾗ χρόνος. ἀφ’ ὧν δὴ δῆλον ὅτι οὐκ ἐπιδέχεται τὸ ποσὸν τὸ μᾶλλον καὶ τὰ ἧττον.
γὰρ ὅτι καὶ ἡ οὐσία οὐδὲν μᾶλλόν ἐστιν ἑτέρα ἑτέρας οὐσία.
ἴση ἢ ἄνισός ἐστι καὶ σῶμα σώματι καὶ ἐπιφάνεια ἐπιφανείᾳ.
μῆκος, πλάτος, βάθος.
καὶ τὸ ἄλλττον, ἅπερ ἐστὶν πρός τι.
ἐστι τά πρός τι.
καὶ Ἀριστοτέλης εἰπὼν πρός τι εἶναι ταῦτα, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων
εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον.
ἀλλὰ τῶν πρὸς ἄλληλα, οὕτως οὐ τοῦ πρός τι ἀλλὰ τῶν πρός τι.
δι᾿ ἣν αἰτάν καὶ περὶ οὐσίας καὶ περὶ ποσοῦ ἑνικῶς εἶπεν, περὶ δὲ τῶν πρός τι πληθυντικῶς ἔφη· πρός τι δὲ τὰ τοιαῦτα λέγεται. ἔπειτα ἡ ἐκκειμένη ὑπογραφὴ Πλατωνικὴ εἶναι λέγεται, ἣν καὶ παρελθὼν διορθοῦται.
οὐ κατὰ πτῶσιν.
εἴρηται πτῶσιν, καἰ πρὸς ὅν, κατὰ γενικήν. καὶ πάλιν δοῦλος μὲν
κατ᾿ εὐθεῖαν, δεσπότου δὲ κατὰ γενικήν. ταῦτα μὲν κατὰ τὰς πτώσεις ἐξισάζει· αἴσθησις δὲ αἰσθητοῦ αἴσθησις, εὐθείας μὲν τὸ ἀφ᾿ οὖ, γενικῆς δὲ τὸ πρὸς ὅ, τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητόν, εὐθείας μὲν τὸ αἰσθητόν, πρὸς ὃ δὲ λέγεται, αἰσθήσει, κατὰ δοτικὴν πτῶσιν καὶ οὐκατὰ γενικήν.
ἐνήλλακται οὖν τὰ τῶν πτώσεων ἐνταῦθα. τὸ μέγα δὲ ώς μὲν πρὸς τὸ μικρὸν λέγεται, οὐκέτι μέντοι ἄν ῥηθείη μικροῦμέγα, οὐδε τὸ μικρὸν μεγάλου 116 γάλου μικρόν, ἀλλ᾿ δἰ μὲν ἐπινοίᾳ ἐπινοεῖται, κατ᾿ ἐκφορὰν δὲ οὐκέτι πτωτικὴν τοιαύτην τάδε προφέρεται. ταῦτα οὖν ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἔχει, οὐ μὴν κατ᾿ ἐκφορὰν ἤ ὡς πτῶσις ἀνὰ λόγον τοῖς ἄλλοις ἐκφέρεται.
πάντα δὲ ταῦτα ἅπερ ἐστὶν οὐ καθ᾿ αὑτὰ λέγεται ἀλλ᾿ ἑτέρων τινῶν.
φησὶν ἕξις, διάθεσις, αἴσθησις, ἐπιστήμη· πάντα γὰρ τὰ εἰρημένα ταῦτα ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται. οὐκέτι τοίνυν καὶ κατὰ τὴν αὐτὴν πτῶσιν ἀντιστρέφει ἀλλήλοις· ἐπιστήμη μὲν γὰρ ἐπιστητοῦ ἐπιστήμη καὶ αἴσθησις αἰσθητοῦ αἴσθησις, οὐκέτι δὲ τὸ ἐπιστητὸν ἐπιστήμης ἐπιστητὸν
οὐδὲ τὸ αἰσθητὸν αἰσθήσεως αἰσθητόν, ἀλλ᾿ ἐπιστήμῃ ἐπιστητὸν καὶ αἰσθήσει
αἰσθητόν. ὡσαύτως δὲ καὶ ἡ μὲν ἕξις ἑκτοῦ ἕξις, τὸ δὲ ἑκτὸν ἕξει ἑκτόν, καὶ ἡ θέσις θετοῦ θέσις, τὸ δὲ θετὸν θέσει θετόν ταῦτα μὲν ἄρα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται.
καὶ τὸ μικρότερον μείζονος μικρότερον.
* * * ἡ θέσιε καὶ τὰ εἴδη τῆς θέσεως τῶν πρός τι· καὶ τὸ θετὸν θέσει θετόν. εἰ δὲ ἡ θέσις τῶν πρός τι, θετοῦ γὰρ θέσις ἡ θέσις ἂν εἴη.
ἑστῶτός ἐστι στάσις καὶ ὁ ἑστὼς στάσει ἐστὶν ἑστώς, ἥ τε καθέδρα τοῦ καθημένου ἐστὶ καθέδρα καὶ ὁ καθήμενος καθέδρᾳ ἐστὶ καθήμενος.
ἀπὸ τῆς γραμματικῆς γραμματικὴ ῥηθείη, οὐκ ἔστι παρώνυμον.
πρῶτον ἐζήτησας, τὸ ἔχειν ἐναντίον ἢ μὴ ἔχειν εἰ ἴδιον αὐτῶν, ἐστιν καὶ ζητήσας ἀπέδειξας ὅτι μὴ ἦν ἴδιον αὐτῶν τὸ μὴ ἔχειν ἐναντίον, οὕτως καὶ ἐπὶ τῶν πρός τι ζήτησον, μὴ ἴδιον αὐτῶν τὸ ἔχειν ἔναντίον ἤ τὸ μὴ ἔχειν.
ἀρετὴ καὶ ἡ κακία ἕξεις εἰσίν· τῶν πρός τι δὴ ἂν εἴη ἡ ἀρετὴ καὶ ἡ κακία· ἥ τε γὰρ ἀρετή τινός ἐστιν ἕξις ἥ τε κακία.
. . . . ἡ ποιότης καθὸ μὲν ποιοὺς παρέχει τοὺς μετέχοντάς τι αὑτῆς, τῆς τοῦ ποιοῦ ἂν εἴη κατηγορίας, καθὸ δέ τινός ἐστι ποιότης (ποιοῦ γὰρ ἡ ποιότης) τῶν πρός τι ἂν εἴη. ἄνευ δὲ ἑτέρας κατηγορίας οὐκ ἔστιν ἐπινοῆσαί
τι τῶν πρός τι καθ᾿ ἑαυτό, <διότι> ἐὰν μὲν ἐπὶ κατηγορίας ὀφθῇ ἐναντίωσιν * * *, ἐὰν δὲ ἐπὶ κατηγορίας μὴ ἐπιδεχομένης, οὐδὲ
αὐτὸ δέχεται, οἶον ἐπὶ τῆς ποιότητος, ἐπιδέχεται γὰρ ἐναντίωσιν, ποιότης γὰρ οὖσα ἡ ἀρετὴ ἐναντία ἐστὶ τῇ κακίᾳ· καὶ τῶν πρός τι ἄρα τὸ κατ’ ἀρετήν
καὶ κακίαν ἐναντίωσιν ἔχει. ἡ δέ γε οὐσία καθὸ οὐσία οὐκ ἐπιδέχεται ἐναντίωσιν· Σωκράτης δὲ καὶ ὅλως οὐσία ὑπόκειται τῷ πατρὶ ἢ υἱῷ καὶ τῷ δεσπότη καὶ τῷ δούλῳ· ὥστε οὐδὲ τὰ τοιαῦτα τῶν πρός τι οὐκ ἐπιδέχεται
δέχεται ἐναντίωσιν. οὐδὲ τὸ διπλάσιον οὖν, ᾧ ὑπόκειται ποσόν, ἐναντίωσιν
οὐκ ἐπιδέχεται· τί γὰρ δύο πρὸς ἓν ἢ τέσσαρα πρὸς δύο ἐναντίον; οὐδὲ τὸ ἥμισυ. ὅθεν οὐκ ἂν ἴδιον εἴη τῶν πρός τι τὸ ἐπιδέχεσθαι ἐναντίωσιν.
ἴσον ἐλέγετο τῶν πρός τι εἶναι.
121
δὲ τὸ ἴδιον τοῦ ποσοῦ. ἔστι γὰρ γὸ ἴδιον ποιότης <καὶ> πάθος οὐσιῶδες τοῦ ποσοῦ· αἱ δὲ ποιότητες καὶ τὰ πά πάθη ἐπιδέχονται τὸ μᾶλλον καὶ καὶ τὸ 122 ἧττον· ἐπιδέχοιτο * ἄν καὶ τὸ ισον καὶ τὸ ἄνισον τὸ μᾶλλον καὶ ἦττον, καίτοι τοῦ μὴ επιδεχομένου.
πρός τι τὸ ἴσον;
γὰρ ἅ ἐστι τὸ ἴσον καὶ τὸ ἄνισον ἑτέρου λέγεται.
καὶ ἔστι καὶ ὁ υἱὸς παρτὸς υἱός.
ὡς ἤδη ἔδειξεν· αἴσθησις μὲν γὰρ αἰσθητοῦ αἴσθησις πρὸς γενικὴν
ἐῤῥέθη πτῶσιν, τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητὸν πρὸς δοτικὴν τὸ ἀντιστρέφον συνετάχθη. τινὰ δὲ κατ᾿ ἐκφορὰν οὐκ ἐπιδέχεται, πρὸς ὃ λέγεται. οὐ λέγομεν γὰρ μέγα μικροῦ μέγα οὐδὲ μικρὸν μεγάλου μικρόν. ταῦτα δὲ
εἴρηται πρότερον.
λέγομεν, οἰκείως δὲ οὔ. διὸ οὐκ ἀντιστρέφει· οὐκέτι γὰρ λέγομεν ὄρνις πτεροῦ. αἴτιον δὲ οὐ τὸ ἀντιστρέφειν, αλλὰ τὸ τὸ πρῶτον οἰκείως μὴ ἀποδεδόσθαι· 124 τὸ γὰρ πτερὸν οὐ καθὸ ὄρνιθός ἐστι λέγεται πτερόν, ἀλλὰ καθὸ
πτερωτοῦ. διὸ ἂν οὕτως ἀπιδῷς τὸ πτερὸν πτερωτοῦ πτερόν, ἀντιστρέφει· καὶ γὰρ καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν· πολλῶν γὰρ καὶ ἄλλων ἔστι
πτερά, ἃ οὐκ ἔστιν ὄρνιθες, μελισσῶν, σφηκῶν, ἀκρίδων, τεττίγων καὶ μυρίων ἄλλων.
ἃ ποιησόμεθα τὴν τῶν πρός τι ἀπόδοσιν;
καὶ φάναι τὸ ζῷον κεφαλῇ ζῷον διὰ τὸ πολλὰ εἶναι ἀκέφαλα ζῷα.
πλοίου πηδάλιον οὐκ ἐπὶ πάντων ἁρμόσει διὰ τὸ εἶναι πολλὰ πλοῖα, ἃ μὴ πηδαλίῳ εὐθύνεται, ὥσπερ τὰ μικρὰ καὶ ὑπὸ ἐρετῶν ἐλαυνόμενα μόνως. διὸ οὐκ ἀντιστρέφει· οὐ γὰρ ὑγιὲς φάναι πλοῖον πηδαλίῳ πλοῖον. ἐὰν δὲ ἀπὸ τοῦ πηδαλίου παρώνυμον ποιήσωμεν ὄνομα οἷον πηδαλιωτόν, ὑγιῶς ἐροῦμεν οἷον πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ ἀντιστρέψομεν πηδαλιωτὸν
πηδαλίῶ πηδαλιωτόν.
οὐκ ἀντιστρέφει, οὐδὲ <ἐπὶ> τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων καὶ ὀνόματα ἐχόντων κείμενα, ὡς ὁ δοῦλος καὶ ὁ δεσπότης· 126
δούλου γὰρ δεσπότης· ἐὰν δέ τις μὴ πρὸς δεσπότην λέβῃ τὸν δοῦλον λέγεσθαι ἀλλὰ πρὸς ἄλλν, ἤ πρὸς δίποδα ἤ ὁτιοῦν τῶν τοιούτων, οὐκ ἀντιστρέφει· λεγέσθω γὰρ ὁ δοῦλος ἀνθρώπου δοῦλος, ἀλλ᾿ οὐκέτι ἄνθρωπος
δούλου ἄνθρωπος ῥηθήσεται.
δεσπότην λέγεται· ἐὰν τοίνυν περιέλῃς τὸ δίπουν, τὸ ἐπιστήμης δεκτικόν, τὸ θνητόν, τὸ ἄνθρωπον, μένῃ δὲ τὸ δεσπότην εἶναι, ἀεὶ ὁ δοῦλος πρὸς
δεσπότην ῥηθήσεται. καὶ ἔμπαλιν ἐὰν μὲν τηρήσῃς πάντα, περιέλῃς δὲ τὸ δεσπότην, περιεῖλες καὶ τὸ δοῦλον εἶναι, κἄν ἄνθρωπος ᾗ, κἄν δίπους,
κἄν ζῷον λογικὸν θνητόν· δεσπότου γὰρ μὴ ὄντος πρὸς οὐδὲν τῶν μεινάντων δοῦλος οἰκείως ῥηθήσεται. ὡσαύτως καὶ ἐπὶ ὄρνιθος ἐὰν περιαιρεθῇ τὸ εἶναι πτερωτόν, οὐδὲ τὸ πτερὸν ἔσται τῶν πρός τι μὴ ὄντος πτερωτοῦ
ἐν τοῖς πράγμασιν.
ἀὰν μὲν ᾗ ὄνομα κείμενον, τῷ κειμένῳ χρῆσθαι, μὴ ὄντος δὲ ὀνοματοποιεῖν αὐτόν· οὕτω γὰρ ἀποδιδομένων φανερὸν ὅτι πάντα πρὸς ἀντιστρέφοντα
ῥηθήσεται.
θάτερον μήτε ἐλλείπειν. ὅταν μὲν οὖν θάτερον πλεονάζῃ ὡς τὸ πτερὸν ὄρνιθος, θάτερον δὲ ἐλλείπῃ ὡς τὸ πηδάλιον τοῦ πλοίου, ἀμήχανον ἀντιστρέψαι
ταῦτα, ἄν μη τὸ ἐπίσης αὐτὰ ἔχειν ἤ εὑρὼν τὸ ἐπίσης ὄνομα ἤδη ποιήσας παράσχῃς.
πρός τι, ἐάνπέρ τις οἰκείως ἀποδεδῷ πρὸς ἅ λέγεται τὰ πρός τι, τί ἄλλο
συνεισάγει οὖν ὁ μὲν πατὴρ ἑαυτῷ υἱόν, ὁ δὲ υἱὸς ἑαυτῷ πατέρα. καὶ πάλπάλιν υἱοῦ μὴ ὄντος οὐκ ἔστι πατήρ, οὐδὲ πατρὸς μὴ ὄντος υἱὸς οὐκ ἂν εἴη ὐκοῦν ἐπειδὴ ὁ πατὴρ καὶ ὁ υἱὸς συνεισάγουσιν ἀλλήλους καὶ ἀναιρεθέντος ρεθέντος θατέρου καὶ θατέρον ἀναιρεῖται, ἅμα ἂν εἴη τὰ τοιαῦτα φύσει.
δοκεῖ δὲ τὰ πρός τι τοιαῦτα εἶναι πάντα εἰσάγειν τε ἄλληλα ὅσα αὐτὰ
ἅπερ ἐστὶν ἑτέρων λέγεται καὶ ἀναιρεῖν ὁμοίως ἄλληα. τοιαῦτα μὲν δὴ τὰ ἅμα τῇ φύσει.
τὰ ὕστερα.
πολλαχῶς γὰρ καὶ ταῦτα λέγεται. ὁ δὲ νῦν ζητούμενος τρόπος ἐκεῖνος ἂν εἴη· λέγομεν γὰρ πρότερον ὃ συναναιρεῖ μέν, οὐ συναναρεῖται δέ, οἷον ἡ μονὰς τῆς δυάδος ἐστὶ προτέρα· μονὰς μὲν γὰρ αναιρεθεῖσα ἀναιρεῖ τὴν δυάδα, δυὰς δὲ ἀναιρεθεῖσα οὐκ ἀναιρεῖ τὴν μονάδα. ἐπεὶ οὖν ἡ μονὰς
συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ, προτέρα ἂν εἴη ἡ μονὰς τῆς δυάδος.
κατὰ μὲv οὖν τὴν ἀναίρεσιν πρότερον τὸ ἀναιροῦν τοῦ μὴ συναναιροῦντος. 129 κατὰ δὲ τὸ εἶναι οὖ ὄντος ἐξ ἀνάγκης τι εἶναι ἔμπαλιν οὗ ὄντος οὐκ ἀνάγκη τι εἶναι ὕστερον τὸ οὗ ὄντος ἐξ ἀνάγκης εἶναί τι· δυάδος γὰρ οὔσης ἀνάγκη μονάδα εἶναι, μονάδος δὲ οὔσης οὐκ ἀνάγκη δυάδα εἶναι· ὑστέρα ἄρα ἡ
δυὰς τῆς μονάδος. εἰ τοίνυν δυοῖν ὄντοιν θατέρου μὲν ὄντος οὐκ ἀνάγκη
θάτερον εἶναι, θατέρου δὲ ὄντος ἀνάγκη θάτερον εἶναι, οἷον ἐπὶ οὐσίας καὶ συμβεβηκότος· συμβεβηκότος γὰρ ὄντος ἀνάγκη οὐσίαν εἶναι, οὐσίας δὲ οὔσης οὐκ ἀνάγκη συμβεβηκὸς εἶναι· προτέρα ἄρα ἡ οὐσία τοῦ συμβε-
130 βηκότος. ὥστε ἔμπαλιν ἔχει ἡ ἀναίρεσις πρὸς τὴν ὕπαρξιν· μὲν γὰρ συναναιροῦ καὶ μὴ συναναιρούμενον πρότερον, τὸ δὲ καὶ μὴ συνεισαγόμενον ὕστερον ἐξ ἀνάγκης.
καὶ ἐπὶ τῆς αἰσθήσεως οὔσης καὶ αὐτῆς τῶν πρός τι (ἔστιν γὰρ ἡ αἴσθησις καὶ τὸ αἰσθητόν αἰσθήσει αἰσθητόν)· κειμένων κειμένων
οὖν τῶν πρός τι εἶναιτὴν ἐπιστήμην καὶ τὴν αίσθησίν φησιν μήτε τὴν ἐπιστήμην ἅμα τῷ ἐπιστητῷ εἶναι μήτε τὴν αἴσθησιν ἅμα τῷ αἰσθητῷ πάντως. εἰ γὰρ ἅμα ἦν τὰ συνεισάγοντα ἄλληλα καὶ συναναιροῦντα, οὔτε
δὲ τὸ αἰσθητὸν συνεισάγει τὴν αἴσθησιν οὔτε τὸ ἐπιστητὸν τὴν ἐπιστήμην
οὔτε † ἀναιρουμένη ἡ ἐπιστήμη ἢ ἡ αἴσθησις ἀνῄρηται τὸ ἐπιστητὸν ἢ τὸ αἰσθητόν, οὐκ ἂν εἴη ἄρα ἅμα οὔτε τὸ αἰσθητὸν τῇ αἰσθήσει οὔτε τὸ ἐπιστητὸν τῇ ἐπιστήμῃ.
δι᾿ ὃ ἀνάγκη μὴ εἶναι αὐτὰ ἅμα. τὸ αἰσθητὸν καὶ τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν, ἐὰν ἀναιρεθῇ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, ὅμως μένει, τοῦ δὲ αἰσθητοῦ καὶ 131
ἐπιστητοῦ ἀναιρεθέντος οὔτε ἡ αἴσθησις οὔτε ἡ ἐπιστήμη μένει. ὥστε οὐχ ἅμα διὰ τοῦτο τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις καὶ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητόν, ἀλλὰ πρότερον μὲν τὸ αἰσθητὸν αἰσθήσεως καὶ τὸ ἐπιστητὸν
ἐπιστήμης.
σεως μὴ οὔσης εἴη ἂν τὸ αἰσθητόν, καὶ ἔμπαλιν ὄντος ἐπιστητοῦ καὶ αἰσθητοῦ οὐ πάντως ἂν εἴη ἐπιστήμη καὶ αἴσθησις, δεῖξον.
ἂν ἐλάβομεν μαθόντες καὶ παιδευθέντες ἐπιστήμην, εἰ μὴ ἦν αὐτά. ἀλλὰ
μὴν καὶ εἴ τις φθείρειεν τὰ ζῷα, ὥσπερ φασὶν οἱ ἀπὸ τῆς ἐκπυρώσει γίνεσθαι, αἴσθησις μὲν οὐκ ἔστιν ζῴου μὴ ὄντος, αἰσθητὸν μέντοι ἔσται· τὸ γὰρ πῦρ ἔσται. ὡμολόγηται δὲ καὶ τὰ μαθήματα ὅτι ὀψὲ εἰς
132 τοὺς Ἔλληνας ἦλθεν, οἶον ἡ γεωμετρία καὶ ἡ ἀριθμητικὴ καὶ ἠ ἀστρο. νομία· ἀλλ' ὅμως ἦν ἐπιστητά, καίπερ τῶν Ἑλλήνων αὐτὰ μὴ ἐπισταμενων.
ἆρα διὰ τοῦτο οὐκ ἔστι τὰ γεωμετρικά;
τοῦτο διάστημα, εἰ καὶ ἡ αἴσθησις ἐκλέλοιπεν. Ἀριστοτέλης δὲ ἐπιστητοῦ;
μὲν ὄντος, ἐπιστήμης δὲ αὐτοῦ μὴ οὔσης μέμνηται τὸ τοῦ κύκλου τετραγωνισμόν. ἔστι δὲ τὸ τοιοῦτον ζήτημα, ὅποῖον ἐζητεῖτο παρὰ τοῖς παλαιοῖς, εἰ ὥσπερ τῶν ἄλλων σχημάτων ἔστι τοσοῦτον χωρίον περιλαβεῖν, ὅσονπερ ὁ κύκος, οὕτως καὶ ἐπὶ τοῦ τετραγώνου. καὶ φαίνετα μὲν ὅτι
ἔστι τις ἀπόδειξις, καθ' ἣν ἔστι τετράγωνον σχῆμα κύκλῳ περιλαβεῖν ὥσπερ καὶ ἄλλα σχήματα, οὐχ εὕρηται δὲ πῶς, ἢ εἰ καὶ εὕρηται, ὥς φασί τινες, 133 ἀλλ' ἐπὶ Ἀριστοτέλους οὔπω εὕρητο. ὥστε ὄντος ἐπιστητοῦ τοῦ παραλαβεῖν τετράγωνον χωρίον κύκλῳ οὐδέπω ἡ ἐπιστήμη εὕρητο. ἐπεὶ καὶ τὸ τὰ ἐκλείψεις τοῦ ἡλίου καὶ τῆς σελήνης γνῶναι καὶ προειπεῖν ἔστιν o
μέν, ὥσπερ καὶ εὕρηται, πρὸ μέντοι θαλοῦ οὐδέπω ἦν ὄντος τοῦ ἐπιστηντοῦ. ἀλλὰ τὸ μὲν ἐπιστητὸν ἀναιρεθὲν ἀνέλοιλ ἂν καὶ τὴν ἐπιστήμην, ἐπιστήμη δὲ ἀναιρεθεῖσα οὐκ ἂν ἀνέλοι τὸ ἐπιστητόν. πρότερον ἄρα τὸ ἐπιστητόν, ὑστέρα δὲ ἡ ἐπιστήμη, πρός τι δὲ ὄντα, οὐχ ἅμα. ωστε οὐκ ἐν
πᾶσι τοῖς πρός τι εἴη ἂν τὸ ἅμα φύσει, ὥστε οὐδὲ ἴδιον ἂν εἴη τοῦτο
των προς τι.
ἔσται μὴ οὔσης αὐτοῦ ἐπιστήμης, ἐνεργείᾳ δὲ οὐκ ἔσται ἐπιστητόν, ἐὰν μὴ καὶ ἡ ἐπιστὴμη ᾖ αὐτοῦ. ἀλλ' εἰ δυνάμει ἐστὶ ἐπιστητόν, ὅτι δύναται αὐτοῦ ἐπιστήμη γενέσθαι, δυνάμει ἂν εἴη καὶ ἡ ἐπιστήμη, ὅτι δύναται αὐτοῦ ἐπιστή<μη εἶναι>. μήποτε δὲ καὶ ἐν ἀνθρώποις μὴ εἴη ἐπιστήμη
τινὸς ἐπιστητοῦ, ἀλλ' ἐν τῇ φύσει ἐστὶν ἡ ἐπιστήμη πάντων τῶν ἐπιστητῶν
νοῦ τοῦ ἀιδίου καὶ πάντα ἐπισταμένου τὰ ὄντα, καὶ ἀεὶ εἰς τοὺς ἀνδὲ 134 θρώπους κάτεισιν ἡ τῶν πολλῶν ἐπιστήμη. ὥστε αἰσθητοῦ ὄντος ἔστι καὶ καθόλου αἴσθησις καὶ ἐπιστητοῦ ὄντος ἔστι καθόλου ἐπιστήμη, καὶ ἅμα τέ ἐστι τὰ πρός τι.
χόντων πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν, ἐπ᾿ ὀλίγων γὰρ ἢ ἐπ᾿ οὐδενὸς ἴδοι τις ἂν ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην, ἐπὶ τίνων ἅμα ἡ ἐπιστήμη συνυφίσταται;
καὶ ὁ πρῶτος γράμματα διδάξας ἅμα τῇ ἐπιστήμῃ τῶν γραμμάτων εἰσή- 135 γαγεν τὰ γράμματα, καὶ ὁ ζωγραφίαν εὑρὼν πρῶτος ἅμα τῇ ζωγραφίᾳ εἰσήγαγε τὰς εἰκόνας.
ὕστερον ἐλάβον.
τι, ἔσται τινὰ τῆς οὐσίας τῶν πρός τι.
οὐκ ἔστιν ὅρους ἀποδοῦναι, ἀνώτατα δὲ γένη τὰ ταῖς κατηγορίαις ὑποπίπτοντα. οἷον δὲ ὅρος τῶν πρός τι ἀπεδόθη τὸ εἶναι τὰ πρός τι ἐκεῖνα, < ἃ >
ἅπερ ἐστὶν ἑτέρων λέγεται. κατὰ δὲ ταύτην τὴν ὑπογραφὴν ἔσονταί τινες οὐσίσι τῶν πρός τι.
οτι οὐδεμια οὐσια των προς τί ἐστιν.
τῶν οὐσιῶν τι τῶν πρός τι;
ἔστι τὰ γένη καὶ τὰ εἴδη τῶν οὐσιῶν, ἢ τὰ μέρη τῶν εἰδῶν καὶ τῶν γενῶν ἢ οὐδὲν αὐτῶν. ὅτι μὲν οὖν ἐπὶ τῶν πρώτων οὐσιῶν, τοῦτ᾿ ἔστι τῶν ἀτόμων, οὐκ ἔστιν εἰπεῖν ὅτι τῶν πρός τί ἐστί τις, οὐ χαλεπὸν δεῖξαι·
ὁ γὰρ Σωκράτης οὐ λέγεται τινός τις Σωκράτης· εἰ γάρ τις ἐρεσχελῶν θεοῦ λέγοι εἶναι τὸν Σωκράτην, ἀλλὰ καὶ ἀναστρέψας ἐρεῖ τὸν θεὸν Σωκράτους
εἶναι θεόν, ὅπερ ἄτοπον· ἔσται γὰρ τοῦ λίθου καὶ τῶν τυχόντων οὐσιῶν ὁ θεὸς, καὶ οὐ μόνων τῶν λογικῶν ζῴων. ἔπειτα ὡς κτήματα εἴη
ἂν τοῦ θεοῦ τὰ κατὰ μέρος τῶν ἐν κόσμῳ, ζητοῦμεν δὲ οὐχὶ ὡς τὰ κτήματα εἰ εἰσὶν οὐσίαι κτημάτων τινῶν, ἀλλ᾿ εἰ καθὸ οὐσίαι εἰσὶν τινῶν οὐσίαι αἱ οὐσίαι, ὅπερ οὐκ ἔστιν ἐπιδεῖξαι ἐπὶ τῶν ἀτόμων οὐσιῶν. ἀλλὰ
μὴν οὐδὲ τὰ μέρη τῶν ἀτόμων οὐσιῶν εἴη ἂν τῶν πρός τι· οὐδὲ γὰρ ἡ
τινὸς χεὶρ εἴη ἂν τινὸς χείρ, ὥστε εἰπεῖν ἂν ἡ τινὸς χεὶρ τινός τις χείο ἐστιν, ἀλλὰ ἁπλῶς λέγομεν τινὸς χείp. ἐπεὶ καὶ ἡ κεφαλὴ τινὸς λέγεται κεφαλή, ἀλλ᾿ οὐχὶ τινός Τις κεφαλή.
οὐδὲ τὰ μέρη αὐτῶν, διὰ τούτων ἀπέδειξας. ἐπίδειξον οὖν καὶ ἐπὶ
τῶν δευτέρων οὐσιῶν αὐτῶν τε καὶ τῶν μερῶν αὐτῶν αὐτὸ τοῦτο συμβαῖνον.
εἰ ἄρα, κτῆμα. ὅτι δὲ ἕτερόν ἐστι τούτων ἑκάστῳ τὸ εἶναι ἀνθρώπῳ ἢ βοῒ ἢ ξύλῳ, καὶ ἕτερον τὸ κτῆμα εἶναι δῆλον.
ἀπέδειξας· δεὶξον οὖν καὶ ἐπὶ τῶν μερῶς τῶν δευτέρων οὐσιῶν, εἰ μὴ τῶν πρός τι αὐτοῖς εἶναι συμβήσεται, καθόσον τῶν δευτέρων οὐσιῶν εστιν μέρη.
τὸ πηδάλιον τινός ἐστι πηδάλιον· κοινῶς δὲ ἡ κεφαλὴ λεγομένη κοινῶς ἂ 139 εἴη τινὸς κεφαλή, τοῦ κεφαλωτοῦ δηλονότι, καὶ ἡ χεὶρ χειροδότου ἂν εἴη χείρ· εἰ δὲ πρός τί ἐστιν ἐκεῖνα ἅπερ αὐτὰ ἃ ἐστιν ἑτέρων λέγεται, τὰ μέρη πάντα τῶν δευτέρων οὐσιῶν ἑτέρου λεγόμενα τῶν πρός τι ἂν εἴη·
λέγεται γὰρ κεφαλὴ εἶναι τοῦ κεφαλὴν ἔχοντος καὶ ἡ χεὶρ καὶ ὁ ὀφθαλμὸς
καὶ ἡ ῥὶν καὶ ὁ πούς, ὅσα κοινῶς λέγεται, τινὸς ἂν ῥηθείη εἶναι καὶ αὐτὰ ἅπερ ἐστὶ τὰ μέρη τοῦ ὅλου λέγεται εἶναι μέρη. ὥστε τὰ μέρη τῶν δευτέρων οὐσιῶν κατὰ τὸν ἀποδοθέντα ὅρον τῶν πρός τι ἔσται πρός τι.
τί πεποίηκεν ὁ Ἀριστοτέλης;
τί πως ἔχειν.
ἐκεῖνα, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τι αὐτοῖς εἶναι· ἀσαφής τε γὰρ ἡ ἀπόδοσις ζητουμένου, τίνα τὰ πρός τι, λέγειν ὅτι τὰ πρός τί ἐστι τὰ πρός τι καὶ δι᾿ αὐτοῦ τοῦ ζητουμένου τὴν απόδοσιν ἔχειν.
ἀλλὰ δεῖ διαστέλλοντα δεικνύναι, ποταπὴν τὴν ὑπογραφὴν ἔχειν ὀφείλει. οἷον τὸ λευκὸν ἔστι μὲν καὶ ἐπὶ τῆς λευκότητος τάξαι· λέγομεν γὰρ τὸ χρῶμα λευκόν· ἔστι δὲ καὶ ἐπὶ τοῦ σώματος τοῦ μετέχοντος τῆς λευκότητος· ἔστι γὰρ εἰπεῖν σῶμα λευκόν. ἂν οὖν ὁ μὲν τὸ λευκὸν εἴπῃ
χρῶμα διακριτικὸν ὄψεως, ὁ δὲ ἀκούσῃ μὴ ἐπὶ τῆς λευκότητος ἀλλ᾿ ἐπὶ 141
τοῦ σώματος, ἄτοπόν τι . . . χρῶμα διακριτικὸν ὄψεως. ἔστιν οὖν διόρθωσις, ὅτι τὸ λευκὸν καθὸ λευκὸν εἴη ἂν χρῶμα διακριτικὸν ὄψεως καὶ οὐχ ᾧ τὸ λευκὸν εἶναι συμβέβηκεν, ἤγουν τὸ σῶμα, ὥστε ἐν αὐτῷ τῷ ὅρῳ τοῦ κοῦ † παριλαμβάνει ἢ τὸ λευκὸν εἶναι καὶ μὴ εἶναι μήτε ἁμάρτημα μήτε τὸ ζητούμενον λαμβάνεσθαι εἰς ἐξήγησιν τοῦ ζητουμένου.
καὶ ἐνταῦθα οὖν οὐχ ἁπλῶς ἐρρέθη ὅτι ἔστι τὰ πρός τι ταὐτὸν τῷ πρός τί πως ἔχειν, ἀλλὰ πρόσκειται οἷς τὸ εἶναι ταὐτὸν τῷ πρός τί πως ἔχειν· τὸ γὰρ εἶναι τῶν πρός τί ἐστι τὸ σχέσιν ἔχειν πρὸς ἕτερον καὶ ἐκείνου, πρὸς ὃ λέγεται, ταὐτοῦ ὄντος τῇ σχέσει τῇ πρὸς ὃ λέγεται· τὸ γὰρ διπλάσιον,
ἔστω δὲ καὶ τέσσαρα καὶ δύο, οὐ καθὸ τέσσαρά ἐστι τῶν πρός
τι οὐδὲ τὰ δύο, ἀλλὰ καθὸ τὰ τέσσαρα τῶν δύο ἐν λόγῳ ἐστὶ διπλασίονι καὶ τὰ δύο τῶν τέσσαρα ἐν λόγῳ ἐστὶν ἡμίσει. τὰ οὖν πρός τί ἐστιν ἡ σχέσις ὑποκειμένων πρὸς ἄλληλα, οὐ κατὰ τὰ ὑποκείμενα τῇ σχέσει, οἷς
οὐ τὸ εἶναι ταῦτόν ἐστι τῇ πρὸς ἄλληλα σχέσει· ἡ δὲ πρὸς ἄλληλα σχέσις τῶν πρός τι τὸ πρός τί πως ἔχειν ἐστίν. ταῦτα οὖν πρός τί ἐστιν, οἷς
τὸ εἶναι ταὐτόν ἐστι τῷ πως ἔχειν πρὸς ἄλληλα.
ὑφιστάμενα, οὐ μὴν καθὸ ὑπόκειται τὰ ὑποκείμενά ἐστι πρός τι, ἀλλὰ καθὸ τὰ ὑποκείμενα κατὰ σχέσιν τὴν πρὸς ἄλληλα πλεονεκτοῦντα
φαίνεται· τὰ γὰρ τέσσαρα πρὸς τὰ δύο σχέσει πλεονάζει, ὅταν τὰ μὲν 142 διπλάσια ῥηθῇ, τὰ δὲ ἥμισυ. οὐ γὰρ μόνον τὰ τέσσαρα τέσσαρα καλεῖται,
ἀλλὰ καὶ διπλάσια πλεονάσαντα ταύτῃ τῇ προσηγορίᾳ, καθὸ λόγος ἐπ᾿ αὐτῶν θεωρεῖται ὁ τοῦ διπλασίου, καὶ τὰ δύο, καθὸ ἥμισυ λέγεται, καθὸ δὲ λόγου μετέχει τοῦ διπλασίου καὶ τοῦ ἡμίσεως, εἰσὶ πρός τι. ὁ δὲ λόγος
ἐπὶ δυοῖν σχέσιν ἐχόντων πρὸς ἄλληλα θεωρεῖται.
πλέον γὰρ τὸ τινὸς εἶναι. ο+ον * * * θνητόν, πάντως τοῦτο ἄνθρωπος, καὶ ὁμοίως ἐπὶ τοῦ λογικοῦ. διὸ καὶ εἴ τι μὲν τῶν πρός τι, πάντως τοῦτο
τινός, οὐκ ἔτι δὲ εἴ <τι> τινός ἐστι, πάντως τοῦτο πρός τι. δι᾿ ἣ πολλὰ τῶν οὐ πρός τι περιελάμβανεν ἐν τοῖς πρός τι, ὡς ἂν δὴ τοῦ τινὸ εἶναι ἀποδοθέντος μόνοις τοῖς πρός τι εἶναι. ἀλλ᾿ ὁ δεύτερος λόγος οὐ
τούτῳ ἀπερείδεται τῷ τινὸς εἶναι, καὶ ἐν τῇ σχέσει τινῶν τῶν πρὸς τι
ἄλληλα τὸ εἶναι ἔχειν τὰ πρός τι· ο+ον γὰρ μέσον τί ἐστιν τῶν ὑποκειμένων ἡ σχέσις, καθ’ ἣν ἡφίσταται τὰ πρὸς τι, πλεονάζουσα παρὰ τὰ ὑποκείμενα οὐκ ἄλλῳ τινί, ἀλλὰ τῷ μηνύειν ποιάν τινα συνάφειαν αὐτοῖς πρὸς ἄλληλα ἐπιθεωρουμένην, καθὸ τούτοις καλεῖται τοῖς ὀνόμασιν. ἵνα
δὲ μὴ δοκῇ αὐτὸ τοῦτο ὑπογραφῆς ἀξιούμενον λαμβάνεσθαι εἰς τὴν αὐτοῦ
ὑπογραφήν, ἠξίουν τινὲς οὕτως ὑπογράφειν· ‘οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρὸς ὁτιοῦν πως ἔχειν’, ἢ ὡς Ἀνδρόνικος, ‘οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρὸς ἕτερόν πως ἔχειν, ἐκεῖνά ἐστι πρός τι’.
προς τι;
δὲ μὴ οἶδεν ὅλως, πρὸς ὅ πως ἔχει, οὐδ᾿ ὅτι πρός τί πως ἔχει εἴσεται· ἀμήχανον γὰρ εἰδέναι μὲν ὅτι διπλάσιά ἐστι τὰ τέσσαρα, μὴ εἰδέναι δὲ ὅτι 145
τῶν δύο διπλάσιά ἐστι. καὶ εἰ οἶδεν ὅτι πατήρ ἐστι Σωφρονίσκος ὡρισμένως, οἶδεν καὶ ὅτου πατήρ ἐστιν, ὅτι Σωκράτους, καὶ τὸν Σωκράτην ὅτι υἱὸς Σωφρονίσκου εἴσεται.
συμβήσεται ὧν εἴρηκας, τί συμβήσεται;
Δίωνος ἢ Θέωνος ἤ τινος ἄλλου τῶν κατὰ μέρος, οὐκ ἂν εἰδείη καίτοι ὁρῶν αὐτὴν καὶ δεικνὺς ὅτι αὕτη χείρ ἐστιν. ἀλλ᾿ εἰ τὰ πρός τι ἀόριστα
μὲν πρὸς ἀόριστα λέγεται, ὡρισμένα δὲ πρὸς ὡρισμένα, τὰ δὲ τῶν οὐσιῶν μόρια ὡρισμένως γινωσκόμενα πρὸς ἃ λέγεται οὐκ ἀναφέρεται ὡρισμένως,
οὐκ ἂν εἴη τὰ τοιαῦτα τῶν πρός τι. τὴν γὰρ κεφαλὴν καὶ τὴν χεῖρα καὶ ἕκαστον τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, αὐτὸ μὲν ὅπερ ἐστὶν ὡρισμένως ἔστιν εἰδέναι, πρὸς ὃ δὲ λέγεται, οὐκ ἀναγκαῖον. τίνος γὰρ αὕτη ἡ
κεφαλὴ ἢ τίνος ἡ χείρ, οὐκ ἔστιν εἰδέναι ὡρισμένως· οὐκ ἂν οὖν εἴη
ταῦτα τῶν πρός τι. περὶ δὲ τούτων ἦν ἡ ἀμφισβήτησις μόνον, εἰ οὐσίαι ὄντα τῶν πρός τι ἂν εἴη. ἀλλ᾿ εἰ μηδὲ < ταῦτα > τις οὐσία οὐδὲ τὰ μέρη αὐτὰ < δηλα >δὴ καθόσον οὐσίαι τῶν προς τί ἐστιν. Ἆρα οὖν ἀποφαι.... π..... τι ο ὅρ ....δ. οὐσία τῶν πρός τι;
τὸ μέντοι ἠπορηκέναι ἐφ᾿ ἑκάστου αὐτῶν οὐκ ἄχρηστον εἶναι. δυνατὸ γάρ τινα εἰπεῖν κἀπὶ τῶν μερῶν ὅτι ὡρισμένως εἴσεται· ὁ γὰρ ἰδὼν τίς ἡ χείρ ἐστιν, ὅτι καὶ τοῦδέ ἐστιν εἴσεται ὡρισμένως· ὁ γὰρ δὴ τοῦ ἐγκεκαλυμμένου ὁρῶν χεῖρα γινώσκει μὲν χεῖρα, * * τὸν γάρ τινά ἐστιν εἰ-
δέναι τὸ τήνδε γινώσκειν εἰ ἔστιν τοῦδε. διὰ τοίνυν τὰς τοιαύτας ἀπορίας προσέθηκεν τὸ μὴ δεῖν σφοδρῶς ἀποφαίνεσθαι ὅτι οὐκ ἔστιν οὐσία τῶν 146 πρός.
ἐν τῇ περὶ ποσοῦ κατηγορίᾳ περὶ τῶν πρός τι, ἀνἀγκη γέγονεν περὶ τούτων εφεξῆς τῷ ποσῷ διδάξαι. μετὰ οὖν τὴν τῶν πρός τι κατηγορίαν ἕπεται
περὶ τοῦ ποιοῦ σκέψασαι. καὶ γὰρ δὴ μετὰ τὸ μέγεθος, ὅ ἐστι ποσόν, καὶ μετὰ τὸ μεῖζο, ὅ ἐστι τῶν πρός τι, ἐκφύεται τὰ πάθη οἷον θερμόν, ψυχρόν, ξηρόν, ὑγρόν, ἅ ἐστι ποιά.
λέγεται καὶ τὸ ἔχον τὴν ποιότητα· λευκόν γὰρ καὶ τὴν λευκότητα ποιότητα λέγουσι πολλάκις οἱ ἀρχαῖοι, καὶ πάλιν τὸ λευκόν ποιόν. ἡ γὰρ ποιότης οὐκ ἔτι διχῶς λέγεται, ἀλλὰ ἁπλῶς· ἡ γὰρ θερμότης καὶ ἡ λευκότης ποιότης
λέγεται, οὐκ ἔτι δὲ καὶ λευκὸν ποιότης. οὐδ᾿ ὅλως τὸ μετέχον ποιότητος
ῥηθείη ἂν ποιότης, ἀλλὰ ποιὸν μόνον, ἡ ποιότης δὲ ἂν ῥηθείη καὶ ποιον
λευκότης καὶ τὸ ἔχον τὴν λευκότητα ῥηθείη ἂν ποιόν, τὸ δὲ ἔχον τὴν λευκότητα ποιὸν μὲν λέγεται, ποιότης δὲ οὐκ ἂν ῥηθείη.
ἑκάστης. τινὲς δὲ εἰς ἔνδειξιν τῆς χρήσεως τῶν ὀνομάτων· διὰ γὰρ τὸ τὴν ποιότητα λέγεσθαι καὶ ποιόν, διὰ τοῦτο ἐπιγράψαι σημαίνοντα ὅτι ἀδιάφορόν
ἔστι ποιότητα λέγειν τὴν κατηγορίαν ἢ ποιόν· εἰ γὰρ τὸ μάλιστα ποιὸν οὐ τὴν ποιότητα μόνον σημαίνει ἀλλὰ καὶ τὸ ἔχον αὐτήν, ἀναγκαῖον 148 ἦν εἰδέναι, ὅτι κατά τι σημαινόμενον ταῦτα δηλοῦται ἐκ τοῦ τῆς ποιότητος
ὀνόματος καὶ τοῦ ποιοῦ.
149
. . . . . κ . . έ . . ν τ . . τί . . . . ο . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἔστι δὲ ποιὸν τὸ ἔχον ποιρότητα, δῆλον ὡς καὶ τὸν γνῶναι θέλοντα, τί ἐστι ποιόν, ἀναπέμψει εἰς τὴν ποιότητα. καὶ οὕτως γίνεται ποιότης μὲν ἣν ἔχει ὁ ποιός, ποιὸς δὲ ἔχων ποιότητα. ἄδηλον δὲ τίς ἡ ποιότης καὶ ὅμοιον
τῷ ἐρομένου τινὸς τί ἐστι ποιότης ἀποκρίνεσθαι, ὅτι ποιότης· εἰ γὰρ ἡ
ποιότης διὰ τοῦ ποιοῦ δείκνυται, τὸ δὲ ποιὸν διὰ τῆς ποιότητος, ἡ ποιότης ἔσται διὰ τῆς ποιότητος ἀποδεδειγμένη. ἀλλ᾿ εἰ μὲν ὁρισμὸς ἦν ἀποδεδομένος, ὑπῆρχεν ἁμάρτημα τὸ τοιοῦτον, ἐπεὶ δὲ οὐκ ἔστιν ὁρισμός τῶν ἀνωτάτων,
οὐ χρὴ αἰτιᾶσθαι· διὰ γὰρ τοῦ γνωριμωτέρου τὸ ἧττον γνώριμον παρέστησεν· μᾶλλον γὰρ γνώριμον τὸ ποιὸν τῆς ποιότητος, τὸ γὰρ λευκὸν
τῆς λευκότητος γνωριμώτερον καὶ ὁ γραμματικὸς τῆς γραμματικῆς.
πῶς πλεοναχῶς λέγεσθαι τὴν ποιότητά φησιν ὁ Ἀριστοτέλης;
γένος. ἀλλὰ τὸ πλεοναχῶς λέγεσθαι ἓν μὲν σημαίνει τὸ ὁμωνύμως, ἕτερον
δὲ τὸ διαφόρως λέγεσθαι. νῦν δὲ οὐ τὸ σημαῖνον τὸ ὁμωνύμως λέγεσθαι εἴληπται ἀλλὰ τὸ διαφόρως. εἰ μὲν οὖν τὸ πλεοναχῶς εἴληπτο ἀντὶ τοῦ ὁμωνύμως, ἡ διαίρεσις ἐγένετο φωνῆς εἰς σημαινόμενα, ἐπεὶ δὲ τὰ πολεοναχῶς πολλαχῶς εἴληπται ἀντὶ τοῦ τοῦ διαφόρως, ἡ διαίρεσις αὐτῷ γίνεται
γενους εις ειοη. Ἐ. <Διὰ> τί λέγεις> ὅτι γένους εἰς εἴδη ποιεῖται τὴν διαίρεσιν φωνῆς εἰς σημαινόμενα;
τητος· τὰ μὲν γὰρ ὁμώνυμα εἰς σημαινόμενα διαιρεῖται διάφορα, τὰ δὲ μὴ ὁμώνυμα ἀλλὰ γένη εἰς εἴδη διαιρεῖται διάφορα. εἰδῶν δὲ μέμνηται
διαφόρων, ἀλλ᾿ οὐχὶ σημαινομένων. ὥστε τῷ πολλαχῶς λέγεσθαι οὐ τὸ ὁμωνύμως λέγεσθαι παρίστησιν ἀλλὰ τὸ διαφόρως.
ἢ ἀριθμῷ ἀλλήλων διενήνοχεν;
δὲ συνδρομῆς ποιοτήτων, καθ᾿ ἣν εἰδοποιῷ διενήνοχεν Πλάτων Σωκράτους. ὥσπερ οὖν τὸ λευκὸν τὸ πολυχρονιώτερον τοῦ ἐφημέρου λευκοῦ τῷ εἴδει μὲν οὐ διαφέρει (καθὸ γὰρ λευκόν ἐστι, οὐ διαφέρει)· χρόνῳ δὲ διαφέρει, ἑκατέρου δὲ ὁ αὐτὸς λόγος (ἄμφω γὰρ χρώματά ἐστι διακριτικὰ ὄψεως,
ἐπεὶ κἂν μέλι μέλιτος ᾖ γλυκύτερον, οὐδὲν ἧττόν ἐστιν μέλι)· <οὕτως ἡ>
ἕξις εἰ καὶ ὅτι μάλιστα μονιμωτέρα ἐστὶ τῆς διαθέσεως, τῷ μὲν μονιμωτέρα εἶναι δόξειεν ἂν διαφέρειν τῆς διαθέσεως, οὐ μὴν τῷ γε εἶναι ποιότης . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . τοῦ πυκτεύειν ἐπιστήμη.
ὁ δὲ πυκτικὸς οὐδέπω ἐπίσταται, ἐπιτηδείως δὲ ἔχει πρὸ τοῦ ἀναλαβεῖν τὴν πυκτικὴν ἐπιστήμην, λέγω τοίνυν ἀνονόμαστον εἶναι τὴν φυσικῆν δύναμιν
καὶ ὅλως ἀνώνυμον τὸ τῆς ποιότητος εἶδος. † εἴτε ὄνομα αὐτῇ θέσθαι, λέγοιντο ἂν αἱ τοιαῦται ποιότητες διὰ λόγου· ἐπιτηδειότης γὰρ πρὸς τὸ πυκτεύειν ῥηθείη ἂν, ἀφ’ ἧς ὁ πυκτικός, καὶ ἐπιτηδειότης πρὸς τὸ
ἀφ᾿ ἧς λέγεται ὁ νοσερὸς καὶ νοσώδης, ὡσαύτως δὲ καὶ ὁ ὑγιεινὸς ἀπὸ 152 τῆς πρὸς τὸ ὑγιαίνειν ἐπιτηδειότητος. ὁ δὲ Ἀριστοτέλης κατὰ δύναμιν καὶ
ἀδυναμίαν αὐτοῦ προσηγόρευσεν.
εὑρήσομεν παρακολουθοῦσαν. εἰ γάρ τις δύναμιν τυγχάνει ὑγείας
ἔχων οὗτος ἀδυναμίαν ἂν ἔχοι τοῦ ῥᾳδίως νοσῆσαι, καὶ ὅταν τοῦ γενέσθαι πυκτικὸν ὑπάρχῃ δύναμις, τούτῳ τοῦ μὴ γενέσθαι πρόσεστιν ἀδυναμία.
οὐδὲν γὰρ τῶν ἐν γενέσει καὶ φθορᾆ σῶμά ἔστι, μὴ ἂν κατακοπείη· τὸ δὲ μαλακόν, ὅτι δύναμιν εχει τοῦ ῥᾳδίως ἂν διακοπῆναι.
μέντοι κατὰ τὸ αὐτὸ οὐδὲ καθ’ ἕνα τρόπον.
οἷον γλυκύτης καὶ πικρότης καὶ στρυνότης. ὅτι μὲν ποιότητές εἰσι δῆλον·
ποιὰ γὰρ κατὰ ταύτας τὰ δεδεγμένα αὐτὰς λέγεται· γλυκὺ γὰρ τὸ μέλι λέγεται ἀπὶ τῆς γλυκύτητος καὶ στρυφνὸς ὁ οἶνος ἀπὸ τῆς στρυφνότητος λέγεται καὶ πικρὸν τὸ ἀψίνθιον ἀπὸ τῆς πικρότητος. παθητικαὶ δὲ ποιότητες αὗται λέγονται τῷ πάθη ἐμποιεῖν ταῖς αἰσθήσεσιν, καὶ ἡ θερμότης δὲ καὶ
ἡ ψυχρότης οὐ τῷ αὐτὰς πεπονθέναι ἢ τὸ κατὰ ταύτας ποιόν, ἀλλὰ τῷ 154
πάθος ἐν ἑτέρῳ ἐργάζεσθαι.
καὶ ἐρυθρὸς αἰσχυνθεὶς παθόντος τοῦ σώματος ἐγένετο. ὥσπερ οὖν κατὰ πάθος τὸ ἀπὸ τῆς αἰσχύνης ἐρυθριᾶσαι ἢ ἀπὸ φόβου ὠχριᾶσαι, οὕτως καὶ ἀπὸ πάθους φυσικοῦ συμβαίνειν φησὶ τὸ σῶμα τοιάύτης χροιᾶς τυχεῖν. ἀλλ’ ἐπὶ μὲν τὸν φόβον καὶ τὴν αἰσχύνην φαντασίαι προκστάρ-
155 χουσιν, ἐπὶ δὲ τῶν φυσικῶν ποιοὶ κρᾶσιν. ὅτι δὲ ποιότητες καὶ αὗται, δηλοῖ τὸ ἀπὶ τῆς λευκότητος λευκὸν γενέσθαι καὶ ἀπὸ τῆς μελανίας μέλαν.
ἐξ ἡλίου μέλας γενόμενος πρὸς ὀλίγον μέλας ἂν εἴη ὡς ὁ ἐν γενετῆς γενόμενος μέλας, οὐδὲ ὁ δ’ αἰσχύνης ἐρυθριάσας ἐρυθρὸς ἂν εἴη ὡς ὁ τοιοῦτος γεννηθεὶς διὰ τοῦτο καὶ καλούμενος ἐρυθρίας. ἐπεὶ τοίνυν τοιοὶ
κατὰ τὰς τοιαύτας χροιὰς οὐ γίνονται, οὐδὲ ποιότητες ἂν εἶεν τοιαῦται περὶ
τοὺς τὰ τοιαῦτα πάσχοντάς, ἀλλὰ πάθη.
καὶ δυσμετάβλητοι, οἷον φιλαργυρία καὶ ἡ μανικὴ ἔκστασις καὶ ἡ
ὀργή· οὐ γὰρ δὴ ὁ ἅπαξ ὀργισθεὶς καὶ ὁ ἐπὶ προσήκουσιν ὀργιζόμενος ὀργίλος ἂν εἴη εἴη ἀλλ’ ὁ ἀπαχθὴς καὶ τοῦτο πεπονθὼς ἢ διὰ νόσον ἢ διὰ διαστροφήν. δεῖ δὲ ὀργίλον λαμβάνειν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . α πρὸς τὸ ὀργίζεσθαι· αὕτη μὲν γὰρ τοῦ δευτέρου ἂν εἴη . . . . . . . . . . . .
πρὸς τὸ ὀργίζεσθαι π . . . . . . . . . . καὶ ὥσπερ νόσημα τοῦτο ἔχοντα. τοιαῦται δὲ ποιότητες καὶ ἡ φιλία καὶ ἐρωτομανία. πάθη δὲ ἂν εἶεν καὶ οὐ 156 ποιότητες τὰ μὴ ἐπίμονα, * * * ὀργὴ καὶ ἐπιθυμία.
δὲ οὐ διὰ διδασκαλίας, ἀλλὰ φύσει τὸ τέλειον ἔχουσιν, ἡ γὰρ μελανία καὶ ἡ λευκότης καὶ ἡ γλυκύτης φύσει, ἥ τε οὐνοφλυγία καὶ ἡ φιλαργυρία οὐ διὰ διδασκαλίας, ἀλλὰ διὰ ἐθῶν τονηρῶν ἐγγίνονται αἱ τοιαῦται κακίαι.
διαφέρουσιν;
καὶ τετελεσμέναι.
157
εἰ καὶ μὴ ἐπιμόνως, διαθέσεις ἔλεγεν, ἐνταῦθα δὲ κατὰ τὸ πάθος ἐμποιεῖν
εἰς ἄλλο, τὸ δὲ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο λαμβανόμενον δύναται ἄλλου καὶ ἄλλου εἶναι εἴδους, ὡς † ὁ πατὴρ καθὸ μὲν Σωκράτης, οὐσία ἂν εἴη, καθὸ δὲ πατήρ, τῶν πρός τι. οὕτω γὰρ καὶ ἡ θερμότης καθὸ μὲν διατίθησί πως τὸ ὑποκείμενον, διάθεσις ἂν εἴη, κἂν ἔμμονος γένοιτο καὶ δυσανάλυτος,
ἕξις ἂν γένοιτο, καθὸ δὲ τὴν αἴσθησιν θερμαίνει τῶν πελαζόντων, παθητικὴ ἂν εἴη ποιότης.
ἂν εἴη διάθεσις, τοῦ δὲ θερμαινομένου οὕτως, ὡς ἂν μὴ δύνασθαι
ἄλλο σῶμα θερμαναι, πάθος ἂν εἴη ἡ πρόσκαιρος καὶ ἐπ’ ὀλίγον θέρμανσις, 158 ὥστε πάθους μὲν ἐπίτασιν τὴν διάθεσιν, ἥτις ἂν εἴη καὶ παθητικὴ ποιότης, ἐπίτασιν δὲ τῆς διαθέσεως τὴν ἕξιν καὶ τὴν μάλιστα παθητικὴν ποιοτητα.
καὶ περιλάβωσιν αὐτό πως καὶ κατ’ αὐτὰς αὐτὸ ἀποπερατώσωσιν, τρίγωνον γίνεται τὸ σχῆμα καὶ ἔστιν ποιότης, οὐ καθὸ τρεῖς ἔχει γωνίας, 159 καθόσον δὲ μορφή τις φαίνεται ὲπὶ ταῖς τρισὶν γραμμαῖς καὶ ταῖς τρισὶ γωνίαις, ποιότης, οὐ κατὰ χρῶμα μὲν ὑφιστραμένη πάντως, κατὰ δὲ τὸν
τῆς ἐπιφανείας ποιὸν σχηματισμόν. οὕτω καὶ τῆς ὑποκειμένης ἐπιφανείας κυκλοειδῶς γεγονυίας φαίνεται κύκλος καὶ ἔστιν ποιότης ὁ κύκλος. καὶ τὸ
τρίγωνον σχῆμα καὶ τὰ τετράγωνον καὶ τὰ .αλλα πάντα τὰ γεωμετρικὰ εἰς ἕν τι εἶδος ποιότητος ἀνάγονται, . . . . . . .καταριθμεῖται ὁ ᾿Αριστοτέλης
ἐπὶ τέλει. καὶ ἡ γραμμὴ οὖν καθόσον μῆκος ἀπλατές, ποσότης ἄν εἴη, ή δὲ εὐθεῖα γραμμὴ καθόσον εὐθεῖα, ποιότης ἄν εἴη. καὶ ἡ ἐπιφάνεια δὲ καθόσον ἐπιφάνεια, ποσότης· μήκει γὰρ καὶ πλάτει ἡ ἐπιφάνεια όρίζεται,
ἅ ἐστι τοῦ ποσοῦ. <ἡ δὲ> ἐπίπεδος ἐπιφάνεια καθὸ ἐπίπεδος, εἴη ἄν ἄν τοῦ
ποιοῦ.
σημαινόμενον τὰς οὐσιώδεις μορφὰς λέγει, καθ᾿ ἕτερον δὲ τὰ ἐπὶ τοῖς οὐσιώδεσιν εἴδεσιν ἐπιφαινόμενα καὶ κατὰ τὰς ἐπιφανείας τυπώματα, καθ᾿ ἃ
καλά τε λεγομεν καὶ εὔμορφα τὰ εἴδη οὐδὲν ἐφαπτόμενοι τῶν οὐσιωδῶν. κατὰ τὰς τοιαύτας οὖν μορφὰς καὶ ἡ μορφὴ ποιότης ἄν νεἴη τῷ σχήματι παραπλησίως.
τοιοῦτον ἔχει σχῆμα.
καὶ λειότητα καὶ τραχύτητα ποιότητας φήσομεν εἶναι;
πυκνὰ μὲν γὰρ λέγεται τῷ τὰ μόρια σύνεγγυς ἀλλήλων κεῖσθαι, ὡς μηδὲν
ἑτερογενὲς σῶμα μεταξὺ αὐτοῦ παρεμπίπτειν δύνασθαι, ὡς ἔχει ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ σιδήρου καὶ τῶν τοιούτων σωμάτων. μανὸν δὲ τῷ οὕτως αὐτοῦ διεστηκέναι τὰ μόρια, ὡς ἑτερογενὲς σῶμα δύνασθαι μεταξὺ αὐτῶν
παρεμπίπτειν, οἷαί εἰσιν αἱ σπογγίαι καὶ οἱ κισήρεις καὶ τὸ ἔριον. καὶ λεῖον 162 μέν ἐστιν, οὗ τὰ μόρια ἐξ ἴσου ἀλλήλοις σύγκειται οὕτως, ὡς μηδαμῶς τὸ
ἕτερον ὑπερέχεσθαι ὑπὸ τοῦ ἑτέρου, τραχὺ δὲ, οὗ τὰ μόρια οὕτως ἔχει θέσεως, ὡς ὑπερέχειν τε ἀλλήλων καὶ ὑπερέχεσθαι, ὡς ἔχει τοῦ πρίονος
τὰ μόρια.
καὶ ἡ λειότης καὶ ἡ τραχύτης.
τοῦ πρός τι κατηγορίας εἴη καὶ ταῦτ’ ἂν καὶ οὐ τοῦ ποιοῦ.
φανείη ἂν ποιότητος.
δὲ τὰ κατὰ ταύτας παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἀπ’ αὐτῶν; διὰ τί γὰρ οὐκ ἔφη ποιὰ δὲ <εἶναι> τὰ κατὰ ταύτας παρωνύμως προσέθηκεν <δὲ ἢ ὁπωσοῦν>
ώνόμασται ταῦτα. <ἐπὶ ἐνίων δὲ ὅτι> μόνον ὠνόμασται <θάτερον>, τὸ ποιόν, ἀλλ᾿ οὐχὶ καὶ ἡ καὶ ἡ ποιότης, ἤ ἡ ποιότης μέν, οὐχὶ δὲ καὶ τὸ ποιόν, ἐπὶ τοῦ δευτέρου εἴδους ἐλέγετο τῆς ποιότητος· αὐταῖς μὲν γὰρ ταῖς φυσικαῖς
ἐπιτηδειότησιν <οὐκ> εἰσὶν ὀνόματα, πυκτικὸς δὲ λέγεται καὶ δρομικὸς
καὶ ὑγιεινὸς οὐκ ἀφ᾿ ἦς ἤδη ἔχει ποιότητος ἀλλ᾿ ἀφ᾿ ἧς ἕξει· ἀπὸ
μὲν γὰρ τῆς πυκτικῆς ἐπιστήμης λέγονται οἱ πύκταιι καὶ ἀπὸ τῆς παλαιστκῆς οἱ παλαισταί, ἀπὸ δὲ τῶν δυνάμεων οὐ παρονομάζονται οἱ πυκτικοὶ καὶ οἱ παλαιστικοὶ ἀλλὰ τῷ ἔψειν ἐπιτηδειότητα τοῦ δέχεσθαι τὰς ἐπιστήμας,
ὥστε τὴν προσηγορίαν ἔχειν αὐτοὺ κατὰ τῆς ἐλπίδος· ἐπιδὴ γὰρ ἐλπίζοντες ἔσεσθαι τὴν ἐπιστήμην ἔχειν αὐτοὺς κατὰ τῆς ἐλπίδος· ἐπειδὴ γὰρ ἐλπίζοντες ἔσεσθαι τὴν ἐπιστήμην λαβόντες οἱ μὲν πύκται, οἱ δὲ παλαισταί
<εἰσιν> τοὺς μἐν πυκτικούς, τοὺς δὲ παλαιστικοὺς προσαγορεύομεν. τούτους μὲν οὖν ποιοὺς ὄντας οὕτω καλοῦμεν τῆς ποιότητος οὔσης ἀνωνύμου ἐπ᾿
αὐτῶν. ἐφ᾿ ὧν δὲ ἡ δὲ ἡ μὲν ποιότης ὠνόμασται, ἀπ᾿ αυτῶν δὲ οἱ παρώνυμοι οὐκ ἔτι λέγονται· τῆς γὰρ ἀρίστης ἕξεως ἀρετῆς καλουμένης ὁ ἀπ᾿ αὐτῆς οὐκ ἔτι λέγονται· οὔτε γὰρ ἀρεταῖος ἐν τῇ συνηθείᾳ εἴρηται
ρηται οὔτε ἐναρετος ῥνάρετος ῥηθείη ἄν (οὐδὲ γὰρ ἐγγράμματος ὁ ποιὸς ἀπὸ τῆς
γραμματικῆς εἴρηται)· ἀλλ᾿ ἀπὸ της ἀρετῆς ὁ σπουδαῖος λέγεται ἤ ἀγαθός. ἔτι δὲ ὁπωσοῦν καὶ τὰ τοιαῦτα λέγεται, ὡς ἀπὸ τῆς δικαιοσύνης ὁ δίκαιος, <οὐδὲν> γὰρ λέγεται ἀπὸ τὴς δίκης δίκαιον, καὶ ἀπὸ τὴς σωφροσύνης σωφρόσυνον, ὡς ἀπὸ τὴς εὐφροσύνης εὐφρόσυνος. εὕροι δ᾿ ἄν τις καὶ ἐπὶ
ἄλλων πλειόνων τῆς συνηθείας τὴν ἀνωμαλίαν.
ἐκ τοῦ καὶ τῇ τῶν πρός τι <προσεῖναι>, οὐ πάσῃ δέ, ὅτι οὔτε τῇ κατὰ
σχῆμα ποιότητι οὔτε τῷ ὐχρῷ ἢ τῷ <πυρρῷ ἢ τῷ μελαν>ίζοντι τῷ ἴζοντι ἢ τινι ἄλλῃ χροιᾷ ἐστί τι ἐναντίον τῶν μεταξύ, καίτοι τὸ μέλαν τῷ λευκῷ ἐναντίον· ἄκρα <ἄκρα γάρ>· τοῖς δὲ μέσοις οὐδὲν ἐναντίον, ὡς εἴρηται.
μέλανι ἐναντίον.
ἀδικίαν, ἀλλὰ τὴν μὲν ἐναντίαν ἕξιν ἀνώνυμον εἶναι, τὴν δὲ ἀδικίαν στέρησιν
εἶναι καὶ οὐχ ἕξιν· τὰς γὰρ ἕξεις καταφατικῶς δεῖν προσαγορεύειν, τὰς δὲ στερήσεις ἀρνητικῶς.
ὥσπερ τὴν τῇ σωφροσύνῃ ἐναντίαν ἕξιν ἀκολασίαν καὶ τὴν τῇ φρο-
165 νήσει ἀφροσύνην καὶ τὴν τῇ ἐλευθεριότητι ἀνελευθεριότητα καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν καὶ τῇ ὁσιότητι ἀνοσιότητα, καὶ στερήσεις καταφατικῶς, ὡς τὴν τυφλότητα καὶ κωφότητα καὶ νωδότητα καὶ ὡχρότητα καταφατικῶς προφέρομεν στερήσεις οὔσας.
ἐστιν ἐναντίωσις, πῶς μεθοδεύσομεν τὴν ζητουμένην καὶ ἐν ποίῳ γένει <ἐστίν, εἰ>σόμεθα; σόμεθα;
τὸ ἐναντίον ἐν τῇ αὐτῇ κατηγορία τακτέον ἐστίν. οἷον εἰ τὴν ἀδικίαν ζητοῖ τις ποίας ἐστὶ κατηγορίας, <ληπτέον> τὴν δικαιοσύνην· ἔστι δὲ ἡ δικαιοσύνη
ποιότης· καὶ ἡ ἀδικία ἄρα ποιότης ἔσται. ὡσαύτως δὲ καὶ ἐὰν 166 ζητῇ τις ἡ τυφλότης ποίας κατηγορίας ἐστίν, ληπτέον ἡ ὅρασις ποίας κατηγορίας ἐστίν· καὶ εἰ ποιότητος, καὶ ἡ τυφλότης ἐν αὐτῇ εἶναι λέγεται.
ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον;
μᾶλλον καὶ ἧττον οὐδὲ ἡ τελεία ἀρετή οὐδὲ τελεία τέχνη)· πολλαὶ δὲ ἄλλαι ποιότητες ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον· λευκὸν γὰρ μᾶλλον
καὶ ἧττον ἕτερον ἑτέρου λέγεται.
κατὰ ταύτας ποιοὺς . . . . . ὑπελάμβανον μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ 167 τὸ ἧττον ὡς τὰς ἀρετὰς <τὰς ἀρετὰς καὶ> κατὰ ταύτας <ποιούς, τινὰς> τινὰς δὲ καὶ ποιοὺς ἐπιδέχεσθαι ἐπίτασιν καὶ ἄνεσιν, ὡς πάσας <τὰς> μέσας<> καὶ τὰς μέσας ποιότητας καὶ τοὺς κατὰ ταύτας ποιούς. ἧς γεγόνασι δόξης οἱ ἀπὸ τῆς Στοᾶς. τρίτη γέγονεν, ἧς καὶ ὁ Ἀριστοτέλης μέμνηται, ἣ τὰς
μὲν ἕξεις ἀνεπιτάτους καὶ ἀνανέτους ὑπελάμβανεν εἶναι, τοὺς δὲ κατ’ αὐτὰς ποιοὺς ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐ πάντας μέντοι.
δικαιοσύνης οὐ πάνυ τι συγχωροῦντες μᾶλλον καὶ ἧττον λέγεσθαι οὐδὲ μὴν ὑγείαν ὑγείας, ἧττον μέντοι ἕτερον ἑτέρου ὑγείαν λέγοντες ἔχειν, καὶ δικαιότερον καὶ ὑγιεινότερον. καὶ τρίγωνον
μέντοι καὶ τετράγωνον μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν. τὰ μὲν γὰρ ἐπιδεχόμενα τὸν τοῦ τριγώνου 168
λόγον καὶ τὸν τοῦ κύκλου λόγον πάντα ὁμοίως τρίγων καὶ κύκλοι εἰσίν. τῶν δὲ μὴ ἐπιδεχομένων οὐδὲν ἕτερον ἑτέρου μᾶλλον ῥηθήσεται· οὐθὲν γὰρ μᾶλλον τὸ τερράγωνον τοῦ ἑτερομήκους κύκλος ἐστίν· οὐδέτερον γὰρ ἐπιδέχεται τὸν τοῦ κύκλου
λόγον.
ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἔλεγεν, τὰς δὲ ἐνύλους πάσας καὶ τοὺς
κατ᾿ αὐτὰς ποιοὺς ἐπιδέχεσθαι.
169 εὑρίσκειν, <τίνα οὐκ ἂν> ἐπιδέχοιτο τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τίνα οἷά τ’ ἂν ἐπιδέχεσθαι;
ἐπιδέχεται τὸν τοῦ τετραγώνου λόγον οὐδὲ τὸ τετράγωνον τοῦ κύκλου,
καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐν αὐτοῖς τὸ μᾶλλον καὶ τὸ ἣττον. τὸ μέντοι λευκὸν ἱμάτιον καὶ ἡ χιὼν καὶ πολλὰ λευκὰ ἐπιδέχεται <τὸν> τοῦ λόγον<>· ἐν τούτοις οὖν τὸ μᾶλλον καὶ τὸ
μᾶλλον καὶ ἧττον;
τὸν τοῦ ἀνθρώπου λόγον, ἄνθρωπος δὲ ἀνθρώπου μᾶλλον καὶ ἧττον οὐκ ἔστιν ἄνθρωπος. τὸ δὲ μὴ ἐπιδεχόμενον τὸν αὐτὸν λόγον ἀδύνατον τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι. πρὸς γὰρ <τὰ ἐν τῷ αὐτῷ λόγῳ>
συγκρίσεις αἱ κατὰ τὸ μᾶλλον καὶ ἧττον, οὐ πρὸς τὰ ἐκ<βεβηκότα τὸν
αὐτὸν λόγον>.
κατηγορεῖται ὥστε ἂν εἴη ἴδιον ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι.
ἔφη εἶναι ἕξιν καὶ διάθεσιν· <ἡ γὰρ ἕξις< δύο κατηγοριῶν
τῆς τῶν πρός τι καὶ τῆς ποιότητος, καὶ συμβήσεται μίαν οὖσαν> τὴν ἑτέραις τῷ εἴδει χρῆσθαι ταῖς διαφοραῖς· τῶν γὰρ ἑτερογενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί. δεῖ οὖν τινα αἰτίαν
εὑρεῖν, ἥτις τὴν τοιαύτην ἀπορίαν λύσει.
δύο λύσεις εἰσκεκόμικε τῆς ἀπορίας.
καὶ τῶν μερικῶν ἐπιστημῶν ἐπιστήμη καὶ ἕξις τῶν πρός τι εἶναι ἐρρέθη, αἱ δὲ εἰδικαὶ ἐπιστῆμαι καὶ ἔτι γε μᾶλλον αἱ ἄτομοι καὶ μερικαὶ ποιότητες <ἂν εἶεν>. ἥ τε ἄτομος γραμματικὴ <οἶον> ἡ Ἀριστάρχου καὶ ἄτομος μουσικὴ οἷον ἡ Ἀριστοξένου καὶ ἡ ἄτομος ἰατρικὴ οἷον ἡ Ἱπποκράτους
ποιότητες ἂν εἶεν καὶ οὐδαμῶς τῶν πρός τι· <οἱ γὰρ> γὰρ κατι'<> αὐτὰς
ἀπ᾿ αὐτῶν λέγονται. ποιότητες δὲ ἦσαν, καθ᾿ ἃς οἱ ποιοὶ παρονομάζονται 〈ἢ #x003E; ἄλλως λέγονται ἀπ᾿ αὐτῶν. εἰ δὲ τις αὐτὰς τῶν πρός τι εἶναί φησιν, . . . . . . . . . . . . . . . . . . . . . . . πρός τι εἶναι ἀλλὰ πρὸς τὸ γένος αὐτῶν. ἡ γὰρ γραμματικὴ ἐλέγετό τινος ἐπιστήμη, ἀλλ᾿ οὐχὶ ἡ γραμματικὴ] ἡ
Ἀριστάρχου γραμματική. ἀλλ᾿ εἰ οὕτως ἐρεῖ καὶ ἀντιστρέψει, καὶ εἴποι Ἀρίσταρχος
σταρχος γραμματικῆς Ἀρίσταρχος, <ὅπερ ἄτοπον>. φημὶ τοίνυν ὅτι τὸ μὲν γένος τοῦτ᾿ ἔστι τὴν ἐπιστήμην τῶν πρός τι εἶναι· ἔστιν γὰρ ἐπιστητοῦ ἐπιστήμ καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν· τὸ δὲ καθ᾿ ἕκαστον τοῦτ᾿ ἔστι τὴν γραμματικὴν Ἀριστάρχου οὐκ ἔτι τῶν πρός τι εἶναι, ἀλλὰ ποιότητος, ἐπειδὴ
καὶ ὁ Ἀρίσταρχος καὶ ἕκαστος τῶν ἑκάστην ἐχόντων τῶν ἄλλων ἐπιστημῶν
μῶν οὐκ ἀπὸ τῆς γενικῆς ἐπιστήμης εἰσὶ παρωνομασμένοι, ἀλλ᾿ ἐκ τῆς καθ᾿ ἕκαστα, Ἀρίσταρχος μὲν ἀπὸ τῆς ἑαυτοῦ γραμματικῆς, Ἀριστόξενος δὲ ἀπὸ τῆς ἑαυτοῦ μουσικῆς, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἀπὸ τῶν οἰκείων ἐπιστημῶν, αἳ τῶν καθ’ ἕκαστά εἰσιν.
ὥστε λέγε καὶ τὴν ἑτέραν.
διάφορα ἀναφέροιτο καὶ μὴ ὑπάλληλα, ἐπειδὴ κατὰ ἄλλο καὶ ἄλλο
σημαινόμενον οὐδεμία ἐστὶν ἀτοπία. ἐπεὶ καὶ ὁ Σωκράτης πολλὰ ἐπιδειχθήσεται ἐπιδειχθήσεται πεπονθώς· καθὸ μὲν γὰρ ἄνθρωπος οὐσία ἐστί, καθὸ δὲ τρί- 172 πηχθς, εἰ τόχοι, ποσόν, καθὸ δὲ πατὴρ ἢ θἱὸς τῶν πρός τι, καθὸ δὲ σώφρων ποιός, καὶ αὕτως εἰς τἀς ἄλλας κατηγορίας κατά τινας διαφορὰς ἀνάγεται.
εἰ οὖν ἕν ὢv εὑρίσκεται Σωκράτης κατ' ἄλλο καὶ ἄλλο, τί ἄτοπον, εἰ καὶ ή ἕξις κατ’ ἄλλο μὲv ἄν ῥηθείη πρός τι, κατ’ ἄλλο δὲ ποιότης;
ἀπορίας δεῖσθαι πλείονος, αἱ λοιπαὶ δὲ τίνες εἰσίν;
τῶν ἁπλῶν εἰς ταύτας ἀνάγειν, ἐπεὶ μερί γε τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ἱκανῶς ἐν Περὶ γενέσεως καὶ καὶ φθορᾶς ἐπραγματεύσατο, περὶ δὲ τοῦ
ποτέ, ὅπερ χρόνον σημαίνει, καὶ περὶ τοῦ ποῦ ἐν τῇ φυσικῇ ἀκροάσει, ἔνθα περὶ τόπου καὶ χρόνου ἐπραγματεύσατο, καὶ περί πασῶν δὲ τούτων ἐν τοῖς Μετὰ τὰ φυσικά. νυνὶ δὲ δήλου ὄντος ὅτι τὸ μὲν ποιεῖν καὶ τὸ
καίειν ἐνέργειαν δηλοῖ, τὸ δὲ θερμαίνεσθαι καὶ ψύχεσθαι πάθος, φησὶν ὅτι 173 καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν τοῦ ἐναντίου ἐστὶν ἐπιδεκτικά. ἐναντίον γὰρ
δήπου προφανῶς τὸ θερμαίνειν τοῦ ψύχειν καὶ τὸ θερμαίνεσθαι τοῦ ψύ- χεσθαι καὶ τὸ ἥδεσθαι τοῦ λυπεῖσθαι.
θερμαίνειν καὶ ἦττον, óμοίως δὲ καὶ δερμαίνεσθαι μᾶλλον καὶ ἦττον καὶ
λυπεῖν καὶ λυπεῖσθαι, ὡς εἶναι καὶ ποιεῖν ἦττον καὶ μᾶλλον καὶ πάσχειν ὁμοίως.
ἔτι, ἀλλὰ παρώνυμον· ἄλλης γὰρ κατηγορίας, τῆς τοῦ κεῖσθαι.
οὐκ ἔστιν πρός τι (διὸ οὐδὲ θέσεις εἰσίν), ἀλλὰ ἀπὸ τῶν θέσεων λεγόμενα. τοιαῦτα δὲ ὄντα καὶ ἐν ἑτέρῳ γένει ἐστίν, ἐν τῷ τοῦ
κεῖσθαι.
θεωρουμένων πραγμάτων ἀλλὰ τῶν ἐπιγινομένων τούτοις, ὠς ἄν παραφυάδι ἐοικός, οὕτως ἐπὶ ὑποκειμένων τὸ ποσὸν καὶ τὸ ποιὸν ἐπισυνίσταται τὸ ποτὲ καὶ τὸ ποῦ. τόπου γὰρ καὶ χρόνου μὴ ὄντος, ἅπερ ἐστὶ ποσά, οὺδὲ
τὸ ποῦ οὐδὲ τὸ ποτὲ ἄν εἴη. οὐ μέντοι ἐστὶν ὁ χρόνος ποτέ, οὔτε μὴν ὁ τόπος ποῦ, οὐδὲ τὸ ποῦ τόπος, <ἀλλὰ> προϋπάρχοντος τόπου, ἔπειτα
In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Porphyrius. ed. Adolf Busse. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.