χικῶν παθῶν ἐθεωρεῖτο; πάθη δὲ νοσημάτων ἀρχαί ψυχῆς δὲ νόσημα κακία· κακία δὲ πᾶσα αἰσχρόν· τὸ δὲ αἰσχρὸν τῷ καλῷ ἐναντίον· καλοῦ δὲ ὄντος τοῦ θείου ἀμήχανον αὐτῷ σὺν κακίᾳ πελάζειν· καθαροῦ γὰρ μὴ καθαρὸν ἐφάπτεσθαι οὐδὲν ὁ Πλάτων φησὶ
θεμιτὸν εἶναι. δι᾿ ὃ καὶ μέχρι τοῦ νῦν καθαρεύειν δεῖ τῶν παθῶν τε καὶ τῶν διὰ τὸ πάθος ἁμαρτημά- των. ἆρ᾿ οὖν οὐ τοιαῦτα ἦν οἷς μάλιστα συνῄνεις, ὡς γράμματα θεῖα ἐνόντα παρὰ σαυτῇ διὰ τῆς τῶν λόγων ἐνδείξεως ἀναγινώσκουσα; πῶς οὗν οὐκ ἄτο-
πον τὴν πεπεισμένην ἐν σοὶ εἶναι καὶ τὸ σῶζον καὶ τὸ σωζόμενον καὶ τό γε ἀπολλύον καὶ τὸ ἀπολλύμενον τόν τε πλοῦτον καὶ τὴν πενίαν τόν τε πατέρα καὶ τὸν ἄνδρα καὶ τῶν ὄντως ἀγαθῶν καθηγεμόνα, κε- χηνέναι πρὸς τὴν τοῦ ὑφηγητοῦ σκιάν, ὡς δὴ τὸν ὄντως ὑφηγητὴν μὴ ἐντὸς ἔχουσαν μηδὲ παρὰ σαυτῇ
πάντα τὸν πλοῦτον; ὃν ἀνάγκη ἀπολλύναι καὶ δια- φεύγειν πρὸς τὴν σάρκα καταβαίνουσαν ἀντὶ τοῦ σώ- ζοντος καὶ σωζομένου.
Ad Marcellam. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.