οὖν καὶ οἱ θεοὶ δι᾿ ἀποχῆς βρωμάτων καὶ ἀφροδι- σίων προσέταξαν, εἰς τὸ τῆς φύσεως, ἣν αὐτοὶ συν- ἐστησαν, ἐπάγοντες βούλημα τούς εὐσέβειαν μετιόν- τας, ὡς ἅπαντος τοῦ παρὰ τὸ βούλημα πλεονάζοντος μιαροῦ καὶ θανασίμου. φοβούμενος γὰρ ὁ πολὺς τὸ
λιτὸν τῆς διαίτης, διὰ τὸν φόβον ἐπὶ πράξεις πορεύε- ται τὰς μάλιστα πλοῦτον παρασκευαζούσας. καὶ πολ- λοὶ τοῦ πλούτου τυχόντες οὐ τὴν ἀπαλλαγὴν τῶν κακῶν εὗρον, ἀλλὰ μεταβολὴν μειζόνων. δι᾿ ὃ φασὶν οἱ φιλόσοφοι οὐδὲν οὕτως ἀναγκαῖον ὡς τὸ γινώσκειν
καλῶς τὸ μὴ ἀναγκαῖον, πλουσιωτάτην δὲ εἶναι πάν- των τὴν αὐτάρκειαν καὶ σεμνὸν τὸ μηδενὸς δεῖσθαι λαμβάνονται. δι᾿ ὃ καὶ μελετᾶν παρακελεύονται οὐχ ὅπως τι ποριστέον ἀναγκαῖον, ἀλλ᾿ ὅπως μᾶλλον θαρρήσομεν μὴ πορισθέντος.
Ad Marcellam. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.