δίκης κόλασιν πεπόνθασι τὸ μήτε ἑαυτοῖς πιστεύειν μήθ᾿ ἑτέροις ὅτι θεοὶ εἰσὶ καὶ οὐκ ἀλόγῳ φορᾷ διοι- κεῖται τὰ πάντα. εἰς κίνδυνον οὖν ἄφατον ἑαυτούς ἐμβαλόντες ἀλόγῳ ὁρμῇ καὶ εὐδιαπτώτῳ τοῖς κατὰ τὸν βίον ἐπιτίθενται καὶ πάντα δρῶσιν ἃ μὴ θέμις,
ἀναιρεῖν πειρώμενοι τὴν περὶ θεοὺς ὑπόληψιν. καὶ δὴ τούτους μὲν ἀγνοίας ἕνεκα καὶ ἀπιστίας θεοὶ δια- φεύγουσιν· αὐτοὶ δὲ θεοὺς καὶ τὴν ὀπαδὸν τῶν θεῶν Δίκην οὔτε φυγεῖν οὔτε λαθεῖν δύνανται· βίον δὲ κα- κοδαίμονα καὶ πλανήτην ἑλόμενοι ἀγνοοῦντες θεούς
γινώσκονται θεοῖς καὶ τῇ δίκῃ τῇ παρὰ θεῶν.
Ad Marcellam. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.