ἀλλ᾿ ἀπὸ τῆς ἐκείνου εὐλαβεστάτης καὶ μακαρίας σεμνότητος εἰς τὸ σέβας αὐτοῦ ἐκκαλουμένου. βωμοὶ δὲ θεοῦ ἱερουργούμενοι μὲν οὐδὲν βλάπτουσιν, ἀμε- λούμενοι δὲ οὐδὲν ὠφελοῦσιν. ὅστις δὲ τιμᾷ τὸν θεὸν ὡς προσδεόμενον, οὗτος λέληθεν ἑαυτὸν δοξά-
ζων τοῦ θεοῦ κρείττων εἶναι. οὐ χολωθέντες οὖν οἱ θεοὶ βλάπτουσιν, ἀλλ᾿ ἀγνοηθέντες· ὀργὴ γὰρ θεῶν ἀλλοτρία, ὅτι ἐπ᾿ ἀβουλήτοις μὲν ἡ ὀργή, θεῷ δὲ οὐ- δὲν ἀβούλητον. μὴ τοίνυν μίαινε τὸ θεῖον ἀνθρω- πίναις ψευδοδοξίαις· οὔτε γὰρ ἐκεῖνο βλάψεις τό γε
μακάριον διὰ παντὸς καὶ οὗ πᾶσα βλάβη τῆς ἀφθαρ- σίας ἐξελήλαται, σαυτὴν δὲ τυφλώσεις πρὸς τὴν τῶν μεγίστων καὶ κυριωτάτων διάγνωσιν.
Ad Marcellam. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.