κατὰ τοῦ τοιούτου εἴδους καὶ κατὰ τῆς τοιαύτης φύσεως τὸν τρία ἀριθμὸν κατηγόρησαν. διὸ καὶ πᾶν τὸ μεσότητι προσκεχρημένον τριοειδὲς εἶναι φασίν. οὕτως δὲ καὶ πᾶν τὸ τέλειον προσηγόρευσαν. καὶ εἴ τί ἐστι τέλειον, τοῦτο φασὶν ἐκείνῃ τῇ ἀρχῇ
προσκεχρῆσθαι καὶ κατʼ ἐκείνην κεκοσμῆσθαι. ἣν ἄλλως μὴ δυνάμενοι ὀνομάσαι τῷ τῆς τριάδος ὀνόματι ἐπʼ αὐτῆς ἐχρήσαντο· καὶ εἰς ἔννοιαν αὐτῆς βουλόμενοι εἰσαγαγεῖν ἡμᾶς διὰ τοῦ εἴδους τούτου ταύτῃ εἰσήγαγον. καὶ ἐπὶ τῶν ἄλλων δʼ ἀριθμῶν ὁ
αὐτὸς λόγος. οὗτοι οὖν οἱ λόγοι καθʼ οὓς οἱ ῥηθέντες ἀριθμοὶ ἐτάγησαν.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.