καὶ ἄλλων παρῄνει, οἷον μήτρας τε καὶ τριγλίδος καὶ ἀκαλήφης, σχεδὸν δὲ καὶ τῶν ἄλλων θαλασσίων ξυμπάντων. ἀνέφερε δʼ αὑτὸν εἰς τοὺς πρότερον γεγονότας, πρῶτον μὲν Εὔφορβος λέγων γενέσθαι, δεύτερον δʼ Αἰθαλίδης, τρίτον Ἑρμότιμος, τέταρτον δὲ
Πύρρος, νῦν δὲ Πυθαγόρας. διʼ ὧν ἐδείκνυεν ὡς ἀθάνατος ἡ ψυχὴ καὶ τοῖς κεκαθαρμένοις εἰς μνήμην τοῦ παλαιοῦ βίου ἀφικνεῖται.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.