υἱὸν Τηλαύγη Πυθαγόρου ἀναγράφουσι καὶ θυγατέρα Μυῖαν, οἱ δὲ καὶ Ἀριγνώτην· ὧν καὶ συγγράμματα Πυθαγόρεια σώζεσθαι. Τίμαιος δʼ ἱστορεῖ τὴν Πυθαγόρου θυγατέρα καὶ παρθένον οὖσαν ἡγεῖσθαι τῶν παρθένων ἐν Κρότωνι καὶ γυναῖκα τῶν γυναικῶν·
τὴν δʼ οἰκίαν Δήμητρος ἱερὸν ποιῆσαι τοὺς Κροτωνιάτας, τὸν δὲ στενωπὸν καλεῖν Μουσεῖον.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.