ὁ Διογένης φησὶν ὡς ἅπασι μὲν παρηγγύα φιλοτιμίαν φεύγειν καὶ φιλοδοξίαν, ὅπερ μάλιστα φθόνον ἐργάζεσθαι, ἐκτρέπεσθαι δὲ τὰς μετὰ τῶν πολλῶν ὁμιλίας. τὰς γοῦν διατριβὰς καὶ αὐτὸς ἕωθεν μὲν ἐπὶ τῆς οἰκίας ἐποιεῖτο, ἁρμοζόμενος πρὸς λύραν
τὴν ἑαυτοῦ ψυχὴν καὶ ᾄδων παιᾶνας ἀρχαίους τινὰς τῶν Θάλητος. καὶ ἐπῇδε τῶν Ὁμήρου καὶ Ἡσιόδου ὅσα καθημεροῦν τὴν ψυχὴν ἐδοκίμαζε. καὶ ὀρχήσεις δέ τινας ὑπωρχεῖτο ὁπόσας εὐκινησίαν καὶ ὑγείαν 1 τῷ σώματι παρασκευάζειν ᾤετο. τοὺς δὲ περιπάτους οὐδʼ αὐτὸς ἐπιφθόνως μετὰ πολλῶν ἐποιεῖτο, ἀλλὰ δεύτερος ἢ τρίτος ἐν ἱεροῖς ἢ ἄλσεσιν, ἐπιλεγό μένος τῶν χωρίων τὰ ἡσυχαίτατα καὶ περικαλλέστατα.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.