ὁμακόιόν τι παμμέγεθες ἱδρυσαμένους πολίσαι τὴν πρὸς πάντων ἐπικληθεῖσαν μεγάλην Ἑλλάδα ἐν Ἰταλία, νόμους τε παρʼ αὐτοῦ δεξαμένους καὶ προστάγματα ὡσανεὶ θείας ὑποθήκας ἐκτὸς τούτων πράττειν μηδὲ ἕν. οὗτοι καὶ τὰς οὐσίας κοινὰς ἔθεντο
καὶ μετὰ τῶν θεῶν τὸν Πυθαγόραν κατηρίθμουν. διʼ ὅπερ ἕν τι τῶν παρʼ αὐτοῖς ἐν τοῖς μαθήμασιν ἀπορρήτων προχειρισάμενοι, γλαφυρὸν ἄλλως καὶ πρὸς πολλὰ διατεῖνον φυσικὰ συντελέσματα, τὴν λεγομένην τετρακτύν, διʼ αὐτῆς ἐπώμνυον ὡς θεόν τινα τὸν Πυθαγόραν ἐπιφθεγγόμενοι πάντες ἐπὶ πᾶσι τοῖς ὑπ᾿ αὐτῶν βεβαιουμένοις,
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.