ἕωθεν μὲν παρὰ θαλάττῃ πρηνὴς ἐκταθείς, νύκτωρ δὲ παρὰ ποταμῷ ἀρνειοῦ μέλανος μαλλοῖς ἐστεφανωμένος. εἰς δὲ τὸ Ἰδαῖον καλούμενον ἄντρον καταβὰς ἔρια ἔχων μέλανα τὰς νενομισμένας τρὶς ἐννέα ἡμέρας ἐκεῖ διέτριψεν καὶ καθήγισε τῷ Διὶ τόν τε
στορνύμενον αὐτῷ κατʼ ἔτος θρόνον ἐθεάσατο, ἐπίγραμμά τʼ ἐνεχάραξεν ἐπὶ τῷ τάφῳ ἐπιγράψας “Πυθαγόρας τῷ Διί“, οὗ ἡ ἀρχή·
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.