ἐπιστολογραφικῶν τε καὶ ἱερογλυφικῶν καὶ συμβολικῶν, τῶν μὲν κοινολογουμένων κατὰ μίμησιν, τῶν δʼ ἀλληγορουμένων κατά τινας αἰνιγμούς. καὶ περὶ θεῶν πλέον τι ἔμαθεν. ἔν τε Ἀραβίᾳ τῷ βασιλεῖ συνῆν ἔν τε Βαβυλῶνι τοῖς τʼ ἄλλοις Χαλδαίοις συνεγένετο
καὶ πρὸς Ζάρατον ἀφίκετο, παρʼ οὗ καὶ ἐκαθάρθη τὰ τοῦ προτέρου βίου λύματα καὶ ἐδιδάχθη ἀφʼ οὗ ἁγνεύειν προσήκει τοῖς σπουδαίοις, τόν τε περὶ φύσεως λόγον ἤκουσε καὶ τίνες αἱ τῶν ὅλων ἀρχαί. ἐκ γὰρ τῆς περὶ ταῦτα τὰ ἔθνη πλάνης
ὁ Πυθαγόρας τὸ πλὲῖστον τῆς σοφίας ἐνεπορεύσατο.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.