II. Πςρὶ τῶν τῆς ἡμέρας διαφορῶν.
ιβ΄, ἐπὶ δὲ τοῦ κατὰ τὸν διὰ Θούλης ὡρῶν κ΄, καὶ τοῦτό σοι, καθόσον ἐστὶν ἡμῖν δυνατὸν, ἐροῦμεν.
ὡς ἔνι θεωρίαν· πλὴν τοῖς νοῦν ἔχουσιν εὐκόλως ἂν καὶ διὰ τούτου καταληπτὴ γενήσεται, μόνον εἰ τοῖς σχήμασι καὶ στοιχείοις μετὰ ἀκριβείας προσέχωσι.
ἀπιόντα ἐπὶ τὰς χειμερινάς· ἀνάγκη τὸ ἡμισφαίριον φωτίζειν, ὅπου ἂν καὶ ἐστι. Καὶ ὅρα μοι τὰς ἀπὸ τοῦ ΕΖ καὶ ΗΘ ἐκβαλλομένας γραμμὰς, καὶ ὅσον τὸ περιττεῦον τῷ βορείῳ ἢ τῷ νοτίῳ ἐννόησον. Οὕτω γὰρ ποιῶν ῥᾳδίως δυνήσῃ γνῶναι τὴν ἑκάστου διαφοράν.
Ταὐτὸν οὖν διῖ νοεῖν ἐφ᾿ ὅλῳ τῷ πόλῳ. Ἰδού σοι καὶ τούτου τὴν λύσιν ὡς ἦν δυνατὸν ἐν ἐπιπέδῳ νοῆσαι παραδεδώκαμεν, εὐκολωτέρως δ᾿ ἂν εἶχες νοῆσαι, εἰ τὴν οἰκουμένην κατεσκευάσαμεν.
Anonymi summaria ratio geographiae in sphaera intelligendae. Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.