ΠΕΡΙ ΛΥΣΕΩΝ ΠΑΡΑΔΕΙΓΜΑΤΩΝ.
κατ᾿ ἀνατροπήν, ὡς ἐπʼ ἐκείνου ἐν τῷ κατ᾿ Ἀνδροτίωνος· ,,φήσει τοίνυν τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς, ὅσαι πώποτε ἔχουσι παῤ ὑμῶν δωρεάν εἶτα κατ᾿ ἀνατροπὴν ἡ λύσις. „ἐγὼ δ᾿ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δ᾿ οἶδα σαφῶς. γίνεται δὲ 1 παραδείγματος λύσις καὶ ἐκ διαφορᾶς, ὅ ἐστι τῆς μεθόδου,
ὡς ἐν τῷ κατὰ Μειδίου, ἐπλήγη, φησίν, ὁ πρόεδρος ὑπὸ Πολυζήλου, ὅτι μὴ ὅμοιον τό τε Μειδίου εἰς ἐμὲ καὶ τὸ Πολυζήλου εἰς πρόεδρον. πρῶτον ὁ τὸν πρόεδρον πατάξας τρεῖς εἶχε προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν.
εὑρίσκεται δ᾿ ἡ διαφορὰ ἢ κατὰ γνώμην, ὡς ἐνθάδε· ὁ μὲν Πολύζηλος, φησί, διὰ μέθην τοῦτο ἔδρασε, Μειδίας δὲ δἰ ἔχθραν ἢ κατὰ καιρόν ὁ μὲν γάρ, φησίν, ἐν δείπνῳ, ἐγὼ δὲ ἐν ἱερομηνίᾳ ἐτυπτόμην· ἢ κατὰ τόπον, ὡς ἐνταῦθα, ὁ μέν γε ἐν οἰκίᾳ, φησίν, ἐτυπτήθη, ἐγὼ
9 δ᾿ ἐν ἱερῷ. ἢ κατὰ ποιότητα προσώπου, ὡς ἐν τῷ πρὸς Λεπτίνην, Θηβαῖοι γὰρ φησὶν οὐδένα τιμῶσι, τοῦτο ἔλυσεν ἐκ διαφορᾶς τῆς πρὸς ἕτερον· Θηβαῖοι γὰρ φησὶν ἀπηνεῖς, ἡμεῖς δὲ φιλάνθρωποι καὶ δίκαιοι ἢ ἐκ διαφρᾶς
τῆς περὶ πολιτείαν ἢ δύναμιν ἢ ἄλλο τι τῶν τοιούτων.
προσώπου, ὅταν ἢ παράδειγμα ἀντιθῶμεν, ἢ νόμον, ὡς ἐν ἐκείνῳ ἐν τῷ κατ᾿ Ἀνδροτίωνος ,,καὶ ἄλλαι γάρ,· φησί, „βουλαὶ τοῦτον εἰλήφασι τὸν τρόπον δωρεάν.“ ἡ λύσις κατ᾿ ἀντίθεσιν ἐνδόξου· „ἐγω δ᾿ εἰ καὶ τοῦτο τοιοῦτόν ἐστι μάλιστα, ὁ νόμος δὲ λέγει τὰ ἐναντία·“
γίνεται δὲ ἐκ περιτροπῆς λύσις παραδείγματος, οἷον ,,οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ 2 τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ 3 πολὺ μᾶλλον ἁλίσκοιο.“
Ars rhetorica. Valerius Apsines. ed. Leonhard von Spengel. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.