ΠΕΡΙ ΠΡΟΚΑΤΑΣΤΑΣΕΩΣ.
τριχῶς· ἢ γὰρ τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν ἢ τῶν ἀκουόντων ἢ τῶν ἀντιδίκων ἢ ἐξ ἀντιπίπτοντος ἀναιρέσεως, 1 ἢ προσυστάσεως, ἢ προδιαβολῆς, ἢ προδιορισμοῦ, ἢ ἀντεξετάσεως τῶν προτέρων καὶ τῶν νῦν, ἢ αὐτὸ τὸ κεφάλαιον τὸ πρῶτον καταστατικῶς εἰσάγεται, τουτέστιν
ἀνηπλωμένως καὶ ἀφηγηματικῶς, ἢ νόημα κεφαλαίου ἀπολαβὼν ὡς κατάστασιν εἰσάγεις, οἷα πολλὰ παρὰ Ἀριστείδῃ, ἢ τρόπον παρεισφέρομεν, ἢ ἀπὸ ἐπαγγελίας.
ἀκηκόαμεν καὶ περὶ τῆς χρήσεως ἑκάστου, ἐν ᾧ τουτέστι χρηστέον, εἴπωμεν. ἑαυτῶν τοίνυν τὴν διάνοιαν ἐξετάζομεν, ὁπόταν αὐτὸ ὃ πεποιήκαμεν δοκῇ μὴ ἰσχυρόν, ἀλλὰ μᾶλλον πρὸς τοῦ ἐναντίου, τῇ δὲ διανοίᾳ ἰσχύσωμεν. ἔστω τοίνυν τοῦ γένους τῶν ζητημάτων παράδειγμα
νέος πλούσιος ἀφορῶν πρὸς τὴν ἀκρόπολιν καὶ δακρύων, κρινόμενος τυραννίδος ἐπιθέσεως καὶ δημοσίᾳ 4 φεύγων.
ἐπʼ ἐκείνου τοῦ ζητήματος· οἱ Ἀθηναῖοι τυραννευόμενοι ὑπὸ τῶν τριάκοντα ὑπὸ ἑνὸς ἀξιοῦσι τυραννεῖσθαι. ἐξετάσουσι γὰρ οὗτοι τὴν γνώμην τῶν Δακεδαιμονίων πρὸς τὸ χρήσιμον ἑαυτοῖς λέγοντες, ὅτι καὶ αὐτὴν τὴν τυραννίδα κατεστήσατε οὐκ ἐπὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ,
ἀλλʼ ἐπὶ νουθεσίᾳ μᾶλλον καὶ ἐπανορθώσει τῶν πραγμάτων· διὰ τοῦτο γοῦν καὶ πάντας κατεστήσατε, ὡς ἂν μέτρια εἴη, καὶ ἐπάξεις· εἰ μὲν οὖν ἀπήντηκε τὰ ἐλπισθέντα.
τότε, ὁπόταν τὸ πρόσωπον ἄδοξον, ἢ δοκῇ μὲν φιλάνθρωπόν 2 τι ποιεῖν, μετὰ διανοίας δὲ μοχθηρᾶς, ὡς ἐπ᾿ ἐκείνου· ἐν πολιορκίᾳ τινὲς δτέπεμεψαν παρὰ τύραννον σῖτον αἰτοῦντες· ὁ δὲ ἔδωκε καθʼ ὁδὸν διηρπάσθη. πάλιν ᾔτησαν, ὁ δὲ αὐτὸς ἥκει κομίζων· καὶ βουλεύονται
εἰ χρὴ δέχεσθαι ὁ γὰρ ἀντιλέγων ἐξετάζει τὴν γνώμην αὐτοῦ, λέγων τίνι διανοίᾳ βούλεται αὐτὸς εἰσελθεῖν, καὶ δοκεῖν τι φιλανθρώπως ποιεῖν· ἅμα καὶ τὴν ἁρπαγὴν τοῦ σίτου διαβάλλων, ὡς οὐκ ἅνευ αὐτοῦ πέπρακται· τὴν δὲ γνώμην ἐξετάζοντας τότε χρὴ μάλιστα καθίστασθαι
ὅταν ἐκ τῆς ἀποβάσεως ἔχωμεν συνιστάναι τὸ κακούργημα· ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος. Αἰσχίνης ἐπέμφθη πρεσβευτὴς παρὰ τὸν Φίλιππον· καταλαβὼν αὐτὸν τεθνεῶτα συνέθετο πρὸς Ἀλέξανδρον καὶ κρίνεται παραπρεσβείας· ἐὰν γὰρ λέγωμεν, ὅτι οὗτός ἐστιν ὁ καὶ
τὴν ἀρχὴν συμπείσας εἰρήνην ποιήσασθαι πρὸς τὸν Φίλιππον, ἵνα μὴ τοῖς γενομένοις ἀγανακτοῦντες διακωλύσητε 4 τὴν ἐπιβουλήν, ἣν ἐπεβούλευσε τοῖς Ἕλλησιν, ἔχομεν ἐκτοῦ συμβεβηκότος συστῆσαι· ὡς καὶ ἐπʼ ἐπείνου Ἐλάτειαν καταλαβόντος Φιλίππου, νόμου ὄντος ἐν 3 τρισὶν ἡμέραις βουλεύεσθαι περὶ πολέμου ἀξιοῦντος
Δημοσθένους αὐθημερὸν ἐξιέναι, Αἰσχίνης ἐνίσταται, καὶ ὅσα γε τούτοις ἐστὶ παραπλήσια. ἔτι δὲ καὶ ἐν τοῖς τοιούτοις ζητήμασιν, ἐν οἷς ἀπέσταλται στέφανος ἢ πρεσβεῖα, ἢ δωρεὰ παρά τινος τῶν πολεμίων, τὴν γνώμην ἐξετάζοντες τοῦ πέμψαντος, οὕτω καταστησόμεθα 4 λέγοντες, οὐκ εὐνοϊκῶς οὐδὲ καθαρῶς, ἀλλὰ σύν τινι
τέχνῃ καὶ πανουργίᾳτοῦτο πεπρᾶχθαι, ἤτοι συγκροῦσαι βουλομένου τὰς πόλεις διαβάλλειν ἡμᾶς, ἀποπειρωμένου πῶς ἔχομεν γνώμης περὶ τῶν πραγμάτων· καὶ ἔστω παράδειγμα τὸ ζήτημα ἐκεῖνο πέπομφε Φίλιππος ψηφισαμένων
τῶν Ἑλλήνων πολεμεῖν αὐτῷ, ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος ἃς ἀπολώλεκε, καὶ βουλεύονται· καὶ πάλιν ἐκεῖνο· ἐπέσταλκεν Ἀλέξανδρος ἐν τοῖς Δαρείου λογισμοῖς εὑρηκέναι λέγων εἰληφότα Δημοσθένην πεντήκοντα τάλαντα· καὶ κρίνεται δωροδοκίας. καὶ ἔτι
ἐκεῖνο· πέπομφε βασιλεὺς χρυσοῦν στέφανον τῇ ἀρίστῃ τῶν. πόλεων, ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπʼ αὐτὸν στρατεύειν.
ἀκουόντων, καὶ δέῃ τὰ μὲν ἐν προοιμίοις ἀνελεῖν, τὰ δὲ ἐν καταστάσει ἢ ὅταν ἕν μὲν τὸ ἀντιπῖπτον, ἰσχυρὸν δὲ διʼ ὅλου ἀνθιστάμενον τῷ λόγῳ, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· ἓν μὲν γὰρ τὸ ἀντιπῖπτον τὸ δοκεῖν εὐεργέτην εἶναι Χαρίδημον ἔθηκεν δὲ αὐτὸ καὶ ἔν τε προοιμίοις
καὶ ἐν κεφαλαίοις καὶ ἐν καταστάσει.
καὶ μὴ οὔσης μήτε διηγήσεως μήτε καταστάσεως, οἷον εἰ κατάστασις, ὃ τοίνυν μάλιστα τὸν τῶν ἀνθρώπων συνέχει βίον.
περὶ αὐτὸν διαβάλλῃς· γίνεται δὲ ἐν οἷς ἄδοξα ὑπόκειται πρόσωπα, οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· ἐν σπάνει χρημάτων ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται ἢ ἐκ διορισμοῦ ὡς ἐν τῷ τῆς παραπρεσβείας· ἁρμόττει δὲ ἂν μὲν δημοσίᾳ τις φεύγῃ,
ὅταν ἄλλη κατάστασις μὴ ᾖ.
πάντα, ἀλλʼ ἐκεῖνα ἃ δυνάμεθα.
πρότερον ἦν πρὸ τῆς πόλεως, οἷον ὑγίεια, εὐεξία, καὶ ὁποῖα τὰ νῦν.
καὶ θαυμαστόν, εἰ τὰ δίκαια πράττοντα ἑώρων·“ τοῦτο γὰρ κεφάλαιόν ἐστι τὸ δυνατόν, εἰσῆκται δὲ καταστατικῶς· 6 4 μέρος δὲ κεφαλαίου, ὡς ἐν τῷ Ἰσοκράτει Ἀριστείδου.
τὴν εἰσήγησιν ταύτην ἐν ἀληθείᾳ κακίζεις, προσποιῇ δὲ ἐπαινεῖν, καὶ ἄλλο τι δεῖ προστιθέναι ἕτερον αὐτῷ ἀκόλουθον· ἁρμόσει γάρ σοι λέγειν, ἐσφάλην τοῦ προσήκοντος, ἐγὼ μὲν γὰρ ᾤμην τοιάδε αὐτὸν γράφειν καὶ τοιάδε, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Περικλῆς δῃοῦν 7 τὴν Ἀττικήν· γράφει ὁ Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρχεσθαι.
λέξει γὰρ ὁ Νικίας, ὅτι ἐγὼ μὲν ᾤμην πρότερον, ὅτε ἐκκλησίαν τις ἐπήγγελλε καὶ παρῆλθε Περικλῆς, ταῦτα τὰ εἰωθότα λεχθήσεσθαι, ἀμύνεσθαι ὑπὲρ τῆς χώρας καὶ κινδυνεύειν, καὶ ὅσα ἄλλα τοιαῦτα. ἀλλʼ ὁ
σοφὸς Περικλῆς τούτων μὲν ὑπερεῖδεν, εὐ γε ποιῶν καὶ καθʼ ἑαυτόν· ἠκούετε δὲ οἷα διεξῄει, οἷα μηδεὶς πρότερον· τί οὖν ἕπεται τούτοις, ἀρχὴν ζητῆσαι καὶ τόπον, ἀφʼ οὗ ἀρξόμεθα. ἁρμόσει δὲ τοῦτο καὶ ἀγωνιστικοῖς ἐνισταμένων ἡμῶν ἐνίοτε πεφεισμένως μέντοι καὶ ταμιευομένων
ἡμῶν τούς πλείστους τρόπους τῶν μεταληπτικῶν. γένοιτο δʼ ἂν τοῦτο ὁπόταν εἰσηγήσει τινὸς ἀντιλέγῃς ἢ εὐθύναις, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν. ἀντιλέγει τις, οἷον ἐγὼμὲν ᾤμην ἄλλους πόρους τινὰς τοῦτον ἐρεῖν χρημάτων
εἰςφορᾶς.
τινὰ πρὸ αὐτοῦ εἰπεῖν, ἢ ὁπόταν δοκῇς μέρει τινὶ τῶν κεφαλαίων ἀσθενὴς εἶναι καὶ λέγῃς μὴ οὕτως ἀσθενῆ δείξειν, ἀλλὰ καὶ ἰσχυρότατα ἢ ὁπόταν τοῦ ἐναντίου δοκοῦντος ἰσχυρίζεσθαί τινι κεφαλαίῳ λέγῃς ἐπαγγελλόλενος, 4 οὐ πρὸς ἐκείνου μᾶλλον ἢ πρὸς ἡμῶν εἶναι.
Ars rhetorica. Valerius Apsines. ed. Leonhard von Spengel. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.