ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ.
πόθεν λαμβάνεται προοίμιον, ὅτι ἐκ προσώπου ἢ ἐκ πράγματος ἢ ἐξ ἀμφοῖν ὁ δέ τοι θεῖος Βασιλικὸς κἀκεῖνο προσέθηκεν, ὅτι δυοῖν θάτερον, ἐξ ἐννοίας τῶν ἀκουόντων ἀντιπιπτούσης ἡμῖν, ἢ ἐξ ὑποκειμένου λαμβάνομεν τὸ προοίμιον. ἐγὼ δὲ καὶ ταῦτα ἐπαινέσαιμ’ ἂν
καὶ ἀποδεξαίμην· ἴσως δʼ ἄν τι καὶ αὐτὸς συνεισενεγκεῖν ὡς εἰς κοινὸν ἔρανον δυνηθείην, οὐκ ἀχρεῖον οὐδʼ ἀνωφελές, ἀλλὰ διʼ οὗ καὶ ἑτοιμότερον καὶ καιριώτερον ληψόμεθα προοίμιον. πῶς οὖν ληψόμεθα ῥᾳδίως; ἐὰν τὰ ὁμογενῆ διέλωμεν· ὁμογενῆ δὲ λέγω, ὅσα κατά τι συμβεβηκὸς
ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ἢ κατὰ περίστασιν ἢ κατὰ τὴν ἔκβασιν ἢ κατὰ τὰς ποιότητας τῶν προσώπων 1 ἢ κατὰ τρόπους ἢ κατʼ ἄλλο τι· ἐν τούτοις οὖν εὑρόντες ἔννοιαν τὴν κατὰ πάντων τῶν ὁμογενῶν ἁρμόττουσαν οὕτως ἂν τὴν ἐφʼ ἑκάστου ἁρμόττουσαν εἰσόμεθα.
πρῶτον μὲν ἄξιον ὑμᾶς ἐπαινέσαι, ὦ ἄνδρες, ἀνθʼ ὧν 1 τοῖς τὰ βέλτιστα λέγουσιν ἡμῖν τὸν νοῦν προσέσχετε ἀρτίως, καὶ τῶν τἀναντία λεγόντων καὶ ἐξαπατώντων ὑπερείδετε· καὶ ἔπειτα δὲ τὰ ἀκόλουθα τούτοις προσθήσειν δοκῶμεν, οἷον ὡς ἐπʼ ἐκείνων τῶν προβλημάτων·
ὁ Περικλῆς πείσας εἴσω τειχῶνμένειν, μετὰ ταῦτα πείθει αὐτοὺς δῃῶσαι κοὶ τὴν Ἀττικήν.
τοὺς κατασκάψαντας ἐπὶ τῶν Ἑλλήνων, καὶ ἐνίκησαν, εἶτα περὶ τῆς τιμωρίας ὄντος τοῦ λόγου ἀξιοῦσιν αὐτοὺς τὰ ἴσα πάσχειν.
ὅτι ἤδη πέπεικε τοὺς δικαστὰς καταψηφίσασθαι τοῦ Τιμάρχου, καὶ ἐπὶ τούτῳ ἐπαινέσει.
τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει. σὸν δʼ ἔργον ἐκ τούτων καὶ τὰ ὁμογενῆ αὐτοῖς ἐπισκοπεῖν.
δὲ καὶ ἄλλην αὐτῇ προσθεῖναι οἷον μετὰ τὰ Μηδικὰ 3 ἀξιοῖ τις ἐπὶ τοὺς μηδίσαντας στρατεύειν. ἐνταῦθα γὰρ προγέγονε μὲν καλὴ πρᾶξις, ἡ νίκη καὶ ὁ πόλεμος ὁ κατὰ τῶν βαρβάρων ἕτερον δὲ εἰσηγῇ· ἁρμόττοι ἂν οὖν λέγειν ἄξια μὲν εἶναι ἐπαίνου παντὸς καὶ ἀποδοχῆς τὰ προγεγενημένα,
ὡς καὶ ἐπʼ ἐκείνου τοῦ προβλήματος· ὁ Ἑρμοκράτης ἀξιοῖ μετὰ τὴν νίκην ἐπʼ Ἀθήνας πλεῖν καὶ πάλιν ἐπʼ ἐκείνου. ἔδοξε τοῖς Ἕλλησι καταλῦσαι τὸν Πελοπποννησιακὸν πόλεμον· γράφει τις καὶ τὰ τρόπαια 1 ἀναιρεῖν· ταῦτα γὰρ καὶ ὅσα τοιαῦτα προβλήματα ὁμογενῆ μυρία τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει τῷ ἀπὸ ἐπαίνου.
τοῖς ἐξ ἀκολούθου ζητήμασι δεύτερον ἐκεῖνο γένοιτʼ ἂν προοίμιον· πέπεισθε μὲν οὖν ἤδη σχεδὸν περὶ ὧν ἥκω συμβουλεύσων· οἱ γὰρ τὰ μικρῷ πρόσθεν εἰρημένα προσειμένοι καὶ καλῶς ἔχειν κεκρικότες, ἀκόλουθα τούτοις ὄντα οἷς καὶ νῦν ἐρῶν ἀνέστην, δῆλον ὡς οὐδὲ περὶ
τούτων ἑτέρως γνώσεσθε. τρίτον δὲ ἐκεῖνο πολλάκις· οὐκ ἀγνοῶ μὲν οὖν ἔγωγε, ὦ Ἀθηναῖοι, τοῦτ’ ὅτι δυσχερῆ τισιν ὑμῶν φανεῖται τὰ λεχθησόμενα, ἐγὼ δέ, εἰ μηδεμίαν ἑώρων ὑποῦσαν ἀνάγκην, οὐκ ἄν ποτε πρὸς τοῦτο 4 τῆς γνώμης ἐτραπόμην· ἐπειδὴ δὲ πολλὰ τὰ συναναγκάζοντα
ὁρῶ, ἡγοῦμαιῥᾳδίως πείσεσθαι τοὺς ἀκροωμένους ὑμᾶς, εἰ τούτων πύθοισθε μᾶλλον.
καὶ περὶ τῶν προτέρων οὐχ ἱκανῶς τισιν ὑμῶν ἔδοξα ἑωρακέναι τὸ βέλτιστον, ὅμως οὐκ ἐπὶ τούτοις ἀθυμήσας εἱλόμην σιωπᾶν, ἀλλʼ ἅ νομίζω βέλτιστα, εἰς μέσον θήσω. οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· βουλευομένοις τοῖς Ἀθηναίοις ἀποδόσθαι τὰς ναῦς εἰς ἀνοικισμὸν τῆς
πόλεως ἀντεῖπεν ὁ Θεμιστοκλῆς καὶ ἡττήθη· εἶτα πάλιν γράφει ἀφίστασθὰι τῆς θαλάττης.
ὑποπίπτει τῷ προειρημένῳ θεωρήματι τῷ ἐκ βαρύτητος, οἷον ὡς καὶ ἐπʼ ἐκείνου ἔγραψεν ὁ Δημάδης τρισκαιδέκατον 1 θεὸν νομίζειν τὸν Φίλιππον· ἀντειπών ὁ Δημοσθένης ἡττήθη· καὶ γράφει καὶ νεὼν ἱδρύσασθαι Θιλίππῳ, καὶ ἕτερα τοιαῦτα.
περί τινος ἀντιλέγῃ σοι ἢ ἐγκαλῇ, ἁρμόσει σοι τὸ ἐκ διαβολῆς θεώρημα. οἷον εἰ λέγοις, τὸ μὲν ἐπῆρθαι τοῦτον 5 ἐφʼ οἷς ἐκράτησεν ἀρτίως, θαυμαστὸν οὐδέν. ὡς ἐπʼ ἐκείνου· κρατήσας ὁ ἄνυτος καὶ Μέλητος τοῦ Σωκράτους γράφει καἲ τοὺς ἑταίρους αὐτοῦ ἐλαύνειν. ὁ γὰρ
Ἄνυτος καὶ Μέλητος τῷ ἐξ ἀκολούθου θεωρήματι χρήσονται, ἀκόλουθον εἶναι λέγοντες τοῦτʼ ἐκείνῳ· καὶ τῷ ἀπʼ ἐπαίνου τῶν δικαστῶν, ὥσπερ εἴπομεν ὁ δὲ ἀντιλέγων τῷ ἐκ διαβολῆς· τὸ μὲν ἐπῆρθαι Ἄνυτόν τε παὶ Μέλητον οἷς ἐκράτησαν, θαυμαστὸν οὐδέν. καὶ πάλιν
ἐπʼἐκείνου ὁ Μειδίας ἐκράτησε τοῦ Δημοσθένουρ τὸν περὶ τῆς ἀσεβείας εἰσελθόντος λόγον· καὶ μετὰ ταῦτα Δημοσθένης ὕβρεως αὐτὸν ἐγράψατο καὶ Μειδίας παραγράψας κατὰ τὸν νόμον τὸν περὶ τῶν αὐτῶν δὶς κρίσιν εἶναι κεκωλυκότα· ἁρμόσει γὰρ τῷ Δημοσθένει λέγειν,
ὡς οὐδὲν θαυμαστὸν ἐπαρθέντα Μειδίαν τῇ προτέρᾳ νίκῃ ἐπὶ τὴν παραγραφὴν θαρροῦντα ἥκειν, ὡς πᾶν ὁτιοῦν ἐξὸν αὐτῷ λέγειν τε καὶ πράττειν· καὶ πάλιν ἐπʼ ἐκείνου. κρατήσας ὁ Φίλιππος ἐν Χαιρωνείᾳ ἐξῄτησε τὸν Δημοσθένην· ἀντιλέγει τις· λέξει γὰρ ὡς οὐδὲν θαυμαστὸν
ἄνθρωπον ὑβριστὴν φύσει βραχείας λαβόμενον καὶ ἀδοκήτου τύχης ἐπῆρθαι.
πλούσιος ἐξαργυρίσας τὴν οὐσίαν ἔρριψεν εἰς θάλασσαν, καὶ κρίνεται· καὶ ἐπʼ ἐκείνου· ὁ Δημοσθένης κριθεὶς μετὰ Χαιρώνειαν ἀπέφυγε, καὶ σιωπῶν πάλιν κρίνεται 1 λέξει γὰρ οὐκ ἦν πέρας κρίσεως ἡμῖν οὐδέ τις τρόπος 7 πρὸς ἀποφυγὴντούτων ὅπου καὶ ἐπὶ τοῖς ἐναντίοις κρίνομαι, πρότερον μὲν πολιτείας, νῦν δὲ σιωπῆς· καὶ ἐπʼ ἐκείνου ὁ Ἰσοκράτης κριθεὶς σιωπῆς ἀπέφυγεν, ὑποσχόμενος
πολιτεύσεσθαι, καὶ γράψας ἀφίστασθαι τῆς θαλάσσης πάλιν κρίνεται. καὶ ἐπʼἐκείνου· τρεῖς τις ἔχων παῖδας τοῖς δύο κριθεῖσι φόνου συνειπὼν ἐνίκησε, τοῦ τρίτου πάλιν αἰτιαθέντος ἐπὶ φόνῳ ἑαυτὸν προσαγγέλλει λέξει γὰρ καὶ οὗτος, ἐγὼ μὲν ἤλπισα πέρας ἕξειν
κινδύνου καὶ πραγμάτων, ἀπήντηκε δὲ τἀναντία, ὥστε πανταχόθεν ἀναγκαῖον γίγνεσθαι περὶ ἀπαλλαγῆς τοῦ βίου βουλεύσασθαι. ἁρμόσει δέ σοι τὸ θεώρημα καὶ ἐπʼ ἐκείνου τοῦ γένους, ὅταν τινὲς συμφορᾷ περιπεσόντες, εἶτα ἀπαλλαγὴν αὐτοῖς εὑράμενοι κρίνωνται, οἷον οἱ ῥήτορες
ἐξεδόθησαν τῷ Φιλίππῳ· ἀφεθέντες οὐ πολιτεύονται καὶ κρίνονται· ἁρμόσει γὰρ καὶ τούτοις τὸ ἐκ βαρύτητος· οὐκ ἦν, ὡς ἔοικεν, ἀπαλλαγὴ τῶν κακῶν ἡμῖν, εἰ πρότερον μὲν περὶ ἐκδόσεως εἰς κίνδυνον ἤλθομεν ἐπὶ τῇ πολιτείᾳ, νῦν δʼ αὖ πάλιν εἰς δικαστήριον
ἥκομεν ἐπὶ τῇ σιωπῇ. καὶ πάλιν ἐπʼ ἐκείνου· ἐν μανίᾳ τινὶ ὄντι ἔχρησεν ὁ θεὸς ἀπαλλαγὴν τῆς νόσου ἔσεσθαι, ἐὰν ἀνδροφονήσῃ. σωφρονήσας κρίνεται φόνου. λέξει γὰρ καὶ οὗτος, οὐκ ἦν, ὡς ἔοικεν, ἡμῖν ἀπαλλαγὴ τῆς βαρείας τύχης, εἰ καὶ πρότερον μὲν ἐν συμφοραῖς ἦμεν,
νῦν δὲ ἐπειδή περ ἐκείνων ἀπηλλάγμεθα, πάλιν κρινόμεθα.
ἐν ἐκείνοις ἡττήθη, καὶ εἰ μὲν πρότερον ἡττημένος εἴη, ἐπαινεῖν τοὺς δικαστὰς τοὺς καὶ πρότερον καταγνόντας 1 αὐτοῦ. εἰ δὲ κεκρατηκὼς εἴη, δυοῖν θάτερον ποιεῖν, ἢ τὴν δεινότητα αὐτοῦ προεπισημήνασθαι, διʼ ἣν τοιοῦτός ἐστιν, οἷος κρατεῖν ὧν βούλεται. εἰ δὲ μὴ τοῦτο, ἐκ περιττότητος, ὅτι οὐ τὸν αὐτὸν τρόπον ὑμεῖς τε
τούτῳ καὶ αὐτὸς ὑμῖν κέχρηται. ὑμεῖς μὲν γὰρ ὑπολαμβάνοντες βελτίω ἔσεσθαι αὐτὸν πολλάκις ἠξιώσατε, ὁ δὲ ὥσπερ ἀμυνόμενος ὑμᾶς πολλῷ δεινότερα διατέθεικεν.
διοικοῦ δὴ ἐν τοῖς προοιμίοις αὐτὸ καὶ προεπισημαίνου. λυπεῖ δέ σε ἢ πλῆθος ἀντιδίκων εἰ πολλοὶ εἶεν, οἷον, δέκα νέοι ὤμοσαν μὴ γῆμαι, καὶ κρίνονται κακοῦ βίου· ἁρμόσει οὖν λέγειν, ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἡμῖν πρὸς ἄνδρας πολλούς καὶ θρασεῖς ἀγωνίζεσθαι. λυπεῖ δὲ
οὐ μόνον πλῆθος, ἀλλὰ καὶ δεινότης ἀντιδίκου, ὡς ἐπʼ ἐκείνου· οἱ ῥήτορες πρὸ τῶν ἐκκλησιῶν βουλευόμενοι κρίνονται. καὶ πάντα ῥήτορα νικῶντα γράφει τις ἐλαύνειν. λυποῦσι δὲ καὶ συστάσεις τινῶν καὶ παρασκευαί, ὡς ἐν τῷ παραπρεσβείας
ἐστὶνεὑρεῖν.
Ars rhetorica. Valerius Apsines. ed. Leonhard von Spengel. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.