καὶ αὐτός, οὐκέτι δὲ διὰ παραβολῆς ἀντιπαρατιθεὶς τὰς 2 ὁμοιώσεις, ἔμμετρος καὶ ἐναρμόνιος, γνήσιος τῶν ἀνδρῶν τούτων, ὃν ἔχομεν παρειληφότες ἐν ἄλλοις τε καὶ ἐν τοῖς Χρυσοῖς ἔπεσιν, ὧν ὀλίγα ἄττα δείγματα παραθετέον τὰ τοιαῦτα·
ἔρωτά τε καὶ προθυμίαν τῶν καλῶν διεγείρων, καὶ 3 4 πάντα ταῦτα ἀνάγων εἰς τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν οὐχ ἀπλῶς τῆς τυχούσης, ἀλλʼ ἥτις ἡμᾶς ἀφίστησι 5 μὲν τῆς ἀνθρωπίνης φύσεως, ἐπὶ δὲ τὴν θείαν οὐσίαν καὶ τὴν γνῶσιν τῆς θείας ἀρετῆς καὶ τὴν κτῆσιν αὐτῆς περιάγει. ἀλλὰ μὴν εἴς γε τὴν θεωρητικὴν σοφίαν
διὰ τούτων παρακαλεῖ·
τοῖς θεοῖς ὁμοίους, ἡ δὲ τῶν ἀνθρωπίνων ἐπιστήμη τάς τε ἀνθρωπίνας ἀρετὰς παρέχει καὶ τῶν ἡμετέρων πραγμάτων ἐμπείρους ποιεῖ, τά τε ἀπὸ τούτων ὠφέλιμα καὶ βλαβερὰ διακρίνει, καὶ τὰ μὲν φυλάττεται τὰ δὲ περιποιεῖ, καὶ ὅλως τὴν σύστασιν ἥτις ἐστὶ τῆς
ἀνθρωπίνης ζωῆς λόγῳ τε καὶ ἔργῳ καταμανθάνει. 7 τὸ δὲ θαυμασιώτατον ἐκεῖνο διδάσκεται ἀπὸ τῆς τοιαύτης εἰδήσεως, κατὰ τί διέρχεται εὐλύτως καὶ ἀκωλύτως ἕκαστα τῶν ἐν ἡμῖν, ὅσα ἐστὶ τῆς κρείττονος μοίρας, καὶ κατὰ τί κρατεῖται καὶ κωλύεται, ὥστε μὴ δύνασθαι
ῥᾳδίως ἐξιέναι καὶ τῶν δεσμῶν ἀπολύεσθαι.
οὔτʼ ἄν ἀπροσδόκητά ποτε προσδοκήσειεν, οὔτʼ ἂν ἀγνοήσειέ τι τῶν κατʼ ἀνάγκην αὐτῷ μελλόντων 10 συμβαίνειν.
τῇ δυνάμει τῶν δοθέντων ἐκ φύσεως αὐτῷ πλεονεκτημάτων ἐστὶν ἀνάξιος. οὐδὲν οὖν ἄλλο λέγει ἢ τοῦτο, ὅτι ἡμεῖς τὸν δαίμονα αἱρούμεθα, καὶ ὅτι αὐτοὶ ἑαυτοῖς ἐσμεν ἐν τύχης τάξει καὶ δαίμονος, καὶ ὅτι εὐδαίμονας αὐτοὶ ἑαυτοὺς παρασκευάζομεν· ὃ πρὸς
μόνον τὸ καλὸν προτρέπει καὶ τὴν τούτου τιμὴν διʼ ἑαυτὸ αἱρετὴν ἐπιδείκνυσι.
ἀκούειν, ὑπὸ δὲ τῆς αἰσθήσεως ἐπισκοτεῖσθαι, δαιμονίως 13 εἰς τὴν νοερὰν ζωὴν παρακαλεῖ, ὡς τοῦ νοῦ μόνου καὶ ὁρῶντος πάντα καὶ ἀκούοντος. ἡ δὲ ἀπαλλαγὴ 14 τῶν κακῶν, ἣν ὀλίγοι καθορῶσι, προτρέπει εἰς τὴν λύσιν τὴν ἀπὸ τοῦ σώματος καὶ τὴν ζωὴν τὴν
καθʼ ἑαυτὴν τῆς ψυχῆς, ἥντινα μελέτην θανάτου προσαγορεύομεν.
κυριωτάτην ζωήν, ἀλλʼ ὡς συνοπαδὸν συνακολουθοῦσαν 17 τῇ πρεσβυτέρᾳ ζωῇ. ταύτην δὴ οὖν παραγγέλλει φεύγειν, ἀντὶ δὲ ταύτης ἀνταλλάττεσθαι τὴν ἄνευ ἐναντιώσεως ἑνοειδῆ νοερὰν ἐνέργειαν, ἥτις ἀντὶ μὲν 18 τοῦ βλάπτειν ἀγαθοειδής ἐστιν, ἀντὶ δὲ τοῦ ῥέπειν
εἰς ὄλεθρον σωτηρίας ἀρχὴν παρέχει, καὶ τὴν μὲν ἐπεισοδιώδη καὶ δευτέραν συνεπομένην ὑπόστασιν ὡς ἀλλοτρίαν ἐκτὸς μεθίησι, τὴν δὲ πρωτουργὸν καὶ ἀφʼ ἑαυτῆς καὶ ἐν ἑαυτῇ πάντα ἔχουσαν τελεωτάτην ζωὴν προσείληφε. διὰ πάντα οὖν ταῦτα ἐκείνην
μὲν ὡς ἐπὶ βραχύτατον συστέλλειν ἄξιον, ταύτην 19 δὲ προάγειν ὡς ἐπὶ πλεῖστον· καὶ οὕτως εἰς τὴν κατὰ νοῦν ζωὴν ἡ τοιαύτη προτροπὴ γέγονεν ἀνυσιμωτάτη.
γνῶμαι παρακαλοῦσι·
θείαν εὐδαιμονίαν ἡ μεμιγμένη ταῖς εὐχαῖς καὶ ἀνακλήσεσι τῶν θεῶν καὶ μάλιστα τοῦ βασιλέως αὐτῶν 20 21 Διός, δευτέρα δὲ ἡ τοῦ δοθέντος καὶ συγκληρωθέντος ἡμῖν ἀπὸ τῶν θεῶν δαίμονος δεῖξις ἐμφανὴς καὶ 22 διʼ αὐτοῦ πάλιν πρὸς τοὺς θεοὺς ἀναγωγή. οὐδὲ γὰρ ἂν ἄλλως τις δυνηθείη πρὸς τὸ θειότατον ἑαυτοῦ καὶ κυριώτατον τῆς οὐσίας ἀναδραμεῖν, εἰ μὴ τῷ
23 τοιούτῳ δαίμονι ἡγεμόνι χρήσαιτο, ὃν δεῖ πάντα τὸν ἐραστὴν τῶν θεῶν γνησίως ἀποκαθαίρειν. ἀφʼ οὗ δὴ πρωίη μὲν ἔσται κακῶν παῦλα τῶν συμπεφυκότων ἡμῖν ἀπὸ τῆς γενέσεως, ἔπειτα γνῶσις ἡμῖν ἀληθινὴ παρέσται τῆς δαιμονίας καὶ μακαρίας ζωῆς, ὅση τίς
ἐστι καὶ ὁποία· μεθʼ ἧς ἀνιόντες τὸ ἀρχηγὸν θεῖον γένος τῶν ἀνθρώπων κατοψόμεθα, καὶ εἰς αὐτὸ ἐνιδρυθέντες τέλος ἕξομεν τοῦ προτεθέντος ὑπὸ τῶν θεῶν τοῖς ἀνθρώποις μακαριωτάτου βίου.
προτρέπει καὶ τὴν ζωὴν αὐτῆς τὴν καθʼ ἑαυτήν, καθʼ ἣν ἀπήλλακται τοῦ σώματος καὶ τῶν τῷ σώματι συνηρτημένων φύσεων. λέγει δὲ οὕτως·
εἰς τὴν αὐτὴν οὐσίαν τε ἀποκαθίστασθαι παρέχει καὶ μετὰ θεῶν περίοδον, ἥνπερ εἴχομεν καὶ πρότερον πρὶν ἐλθεῖν εἰς ἀνθρώπινον εἶδος. πέφηνεν ἄρα καὶ ἡ τῶν τοιούτων παρακλήσεων μέθοδος εἰς ὅλα τὰ γένη τῶν ἀγαθῶν καὶ πρὸς πάντα τὰ εἴδη τῆς βελτίονος
ζωῆς ἡμᾶς προτρέπουσα.
Protrepticus. Iamblichus. ed. Ermenegildo Pistelli. United States. 2016.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.