τὸν υἱὸν ἀμυδρότερον. ἐφανέρωσεν ἡ καινὴ τὸν υἱόν, ὑπέδειξε τοῦ πνεύματος τὴν θεότητα. ἐμπολιτεύεται νῦν τὸ πνεῦμα, σαφεστέραν ἡμῖν παρέχον τὴν ἑαυτοῦ δήλωσιν. οὐ γὰρ ἦν ἀσφαλές, μήπω τῆς τοῦ πατρὸς θεότητος ὁμολογηθείσης, τὸν υἱὸν ἐκδήλως κηρύττεσθαι· μηδὲ τῆς τοῦ
υἱοῦ παραδεχθείσης, τὸ πνεῦμα τὸ ἅγιον, ἵν εἴπω τι καὶ τολμηρότερον, ἐπιφορτίζεσθαι· μὴ καθάπερ τροφῆ τῇ ὑπὲρ δύναμιν βαρηθέντες, καὶ ἡλιακῷ φωτὶ σαθροτέραν ἔτι προσβαλόντες τὴν ὄψιν, καὶ εἰς τὸ κατὰ δύναμιν κινδυνεύσωσι· ταῖς δὲ κατὰ μέρος προσθήκαις, καί, ὡς εἶπε Δαβίδ,
ἀναβάσεσι, καὶ ἐκ δόξης εἰς δόξαν προόδοις καὶ προκοπαῖς, 1 2 3 4 5 6 7 8 9 τὸ τῆς τριάδος φῶς ἐκλάμψῃ τοῖς λαμπροτέροις. διὰ ταύτην, οἶμαι, τὴν αἰτίαν καὶ τοῖς μαθηταῖς κατὰ μέρος ἐπιδημεῖ, τῆ τῶν δεχομένων δυνάμει παραμετρούμενον, ἐν ἀρχῇ τοῦ εὐαγγελίου, μετὰ τὸ πάθος, μετὰ τὴν ἄνοδον, τὰς δυνάμεις ἐπιτελοῦν, ἐμφυσώμενον, ἐν γλώσσαις πυρίναις
φαινόμενον. καὶ ὑπὸ Ἰησοῦ κατ’ ὀλίγον ἐκφαίνεται, ὡς ἐπιστήσεις καὶ αὐτὸς ἐντυγχάνων ἐπιμελέστερον· ᾿Ερωτήσω, φησί, τὸν πατέρα, καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας· ἵνα μὴ ἀντίθεος εἶναι δόξῃ τις, καὶ ὡς ἀπ’ ἄλλης τινὸς ἐξουσίας ποιεῖσθαι τοὺς λόγους. εἶτα,
Πέμψει μέν, ἐν δὲ τῷ ὀνόματί μου. τὸ ᾿Ερωτήσω παρείς, τὸ Πέμψει τετήρηκεν. εἶτα, Πέμψω, τὸ οἰκεῖον ἀξίωμα· εἶτα, Ἥξει, ἡ τοῦ πνεύματος ἐξουσία.
De Spiritu Sancto (Orat. 31). Gregory of Nazianzus. Arthur James Mason (Translator). Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.