δέκα ἐκ τῶν λεγομένων· ἢ ἐκ τοῦ ζῶον λογικόν, θνητόν, τὸν ἄνθρωπον, ἆρα ἄν σοι ληρεῖν ἐνομίσθην ; καὶ πῶς, τὰ σὰ λέγων; οὐ γὰρ τοῦ λέγοντος μᾶλλον οἱ λόγοι, ἢ τοῦ λέγειν συναναγκάζοντος. ὥσπερ οὖν ἐνταῦθα οὐκ ἂν τὰ λεγόμενα μᾶλλον ἐσκόπουν, ἢ τὰ νοούμενα· οὕτως οὐδὲ εἴ
τι ἄλλο τῶν μὴ λεγομένων, ἢ μὴ σαφῶς, ἐκ τῆς γραφῆς νοούμενον ηὕρισκον, ἔφυγον ἂν τὴν ἐκφώνησιν, φοβούμενος σὲ τὸν συκοφάντην τῶν ὀνομάτων. οὕτω μὲν οὖν στησόμεθα πρὸς τοὺς ἐξ ἡμισείας εὐγνώμονας. σοὶ γὰρ οὐδὲ τοῦτο ἔξεστι λέγειν. ὁ γὰρ τὰς τοῦ υἱοῦ προσηγορίας
οὕτως ἐναργεῖς οὔσας καὶ τοσαύτας ἀρνούμενος, οὐδ’ ἂν ταύτας ᾐδέσθης δῆλον ὅτι, καὶ εἰ πολλῷ σαφεστέρας καὶ πλείους ἐγίνωσκες. ἤδη δὲ καὶ τὴν αἰτίαν δηλώσω τῆς 1 2 3 4 5 6 7 8 9 10 πάσης ἐπικρύψεψς, καίπερ σοφοῖς οὖσιν ὑμῖν, βραχύ τι τὸν λόγον ἀναγαγών.
De Spiritu Sancto (Orat. 31). Gregory of Nazianzus. Arthur James Mason (Translator). Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.