οὐ τῆς φύσεως τῶν πραγμάτων ; ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω, μᾶλλον δὲ ἀμαθῶς, ὥστε τρία μὲν ὀνομάζω τὰ τοσαῦτα τῷ ἀριθμῷ, κἂν διέστηκε τὴν φύσιν· ἓν δέ, καὶ ἕν, καὶ ἕν, ἄλλως τὰς τοσαύτας μονάδας, κἂν τῇ οὐσία 1 2 3 4 5 6 7 8 9 10 συνάπτωνται, οὐ πρὸς τὰ πράγματα μᾶλλον ἀφορῶν, ἢ τὸ πόσον τῶν πραγμάτων, καθ’ ὧν ἡ ἀρίθμησις. ἐπεὶ δὲ λίαν περιέχῃ τοῦ γράμματος, καίτοι γε πολεμῶν τῷ γράμματι, ἐκεῖθέν μοι λάβε τὰς ἀποδείξεις. τρία ἐν ταῖς παροιμίαις ἐστίν, ἃ εὐόδως πορεύεται, λέων, καὶ τράγος, καὶ ἁλεκτρυών·
καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει τὸ τέταρτον· ἵνα μὴ λέγω τὰς ἄλλας ἐκεῖ τετράδας ἀριθμουμένας, τῆ φύσει δὲ διῃρημένας. καὶ δύο τῷ Μωυσεῖ χερουβὶμ εὑρίσκω μοναδικῶς ἀριθμούμενα. πῶς οὖν ἢ ἐκεῖνα τρία, κατὰ τὴν σὴν τεχνολογίαν, τοσοῦτον ἀλλήλων ἀπερρηγμένα ταῖς φύσεσιν·
ἢ ταῦτα μοναδικά, τοσοῦτον ἀλλήλοις ὁμοφυῆ καὶ συγκείμενα ; εἰ γὰρ λέγοιμι θεὸν καὶ μαμωνᾶν δύο κυρίους εἰς ἓν ἀριθμουμένους, τοσούτῳ μακρὰν ὄντας ἀλλήλων, τάχα ἃν καὶ μᾶλλον γελασθείην τῆς συναριθμήσεως.
De Spiritu Sancto (Orat. 31). Gregory of Nazianzus. Arthur James Mason (Translator). Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.