καὶ γέννημα; πῶς οὔ; ὁμοούσια δὲ ταῦτα, ἢ τί; πῶς δ’ οὔ; ὡμολόγηται οὖν καὶ τὰ διαφόρως ὑποστάντα τῆς αὐτῆς εἶναι οὐσίας ἐνδέχεσθαι. λέγω δὲ ταῦτα, οὐκ ἐπὶ τὴν θεότητα φέρων τὴν πλάσιν, ἢ τὴν τομήν, ἤ τι τῶν ὅσα σώματος, μή μοί τις ἐπιφυέσθω πάλιν τῶν λογομάχων,
ἐπὶ δὲ τούτων θεωρῶν, ὡς ἐπὶ σκηνῆς, τὰ νοούμενα. οὐδὲ γὰρ οἷόν τε τῶν εἰκαζομένων οὐδὲν πρὸς πᾶσαν ἐξικνεῖσθαι καθαρῶς τὴν ἀλήθειαν. καὶ τί ταῦτά, φασιν; οὐ γὰρ τοῦ ἑνὸς τὸ μὲν γέννημα, τὸ δὲ ἄλλο τι. τί οὖν; ἡ Eὖα καὶ Σήθ, οὐχὶ τοῦ αὐτοῦ τοῦ Ἀδάμ; τίνος γὰρ ἄλλου; ἢ καὶ 1 2 3 4 5 6 7 8 9 10 ἀμφότεροι γεννήματα ; οὐδαμῶς. ἀλλὰ τί; τὸ μὲν τμῆμα, τὸ δὲ γέννημα. καἰ μὴν ἀμφότεροι ταὐτὸν ἀλλήλοις· ἄνθρωποι γάρ· οὐδεὶς ἀντερεῖ. παύσῃ οὖν ἀπομαχόμενος πρὸς τὸ πνεῦμα, ὡς ἢ γέννημα πάντως, ἢ μὴ ὁμοούσιον, μηδὲ θεόν, καὶ ἐκ τῶν ἀνθρωπίνων τὸ δυνατὸν λαβὼν τῆς
ἡμετέρας ὑπολήψεως; ἐγὼ μὲν οἶ μαί σοι καλῶς ἔχειν, εἰ μὴ λίαν ἔγνωκας φιλονεικεῖν, καὶ πρὸς τὰ δῆλα μάχεσθαι.
De Spiritu Sancto (Orat. 31). Gregory of Nazianzus. Arthur James Mason (Translator). Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.