σαφῶς εὑρίσκομεν, τί φήσουσιν οἱ γεννάδαι; τί τὸ ἰσχυρὸν αὐτοῖς ; πῶς συμβήσεται τὰ ἀσύμβατα ; τὸ γὰρ αὐτὸ τοῦ 1 2 3 4 5 6 7 8 9 10 11 12 αὐτοῦ ὁμοίως μεῖζον καὶ ἴσον εἶναι τῶν ἀδυνάτων· ἢ δῆλον ὅτι τὸ μεῖζον μέν ἐστι τῆς αἰτίας, τὸ δὲ ἴσον τῆς φύσεως ; καὶ τοῦτο ὑπὸ πολλῆς εὐγνωμοσύνης ὁμολογοῦμεν ἡμεῖς. τάχα δ’ ἂν εἴποι τις ἄλλος τῷ ἡμετέρῳ λόγῳ προσφιλονεικ[ῶν, μὴ ἔλαττον εἶναι τὸ ἐκ τοιαύτης αἰτίας εἶναι τοῦ
ἀναιτίου. τῆς τε γὰρ τοῦ ἀνάρχου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀνάρχου · καὶ πρόσεστιν ἡ γέννησις, πρᾶγμα τοσοῦτον, τοῖς γε νοῦν ἔχουσι, καὶ οὕτω σεβάσμιον. τὸ γὰρ δὴ λέγειν, ὅτι τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου μείζων, ἀληθὲς μέν, οὐ μέγα δέ. τί γὰρ τὸ θαυμαστόν, εἰ μείζων
ἀνθρώπου θεός ; ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς τὸ μεῖζον κομπάζοντας.
De Filio (Orat. 30). Gregorius Nazianzenus. ed. Arthur James Mason. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.