κλέπτοντες τοὺς πολλοὺς σφετερίζονται, καὶ τὴν ὁδὸν τῆς ἀληθείας ταράσσουσι, συλλήβδην μὲν ἤδη λελύκαμεν, καὶ οὐκ ἀμυδρῶς, ὡς ἐμαυτὸν πείθω, τοῖς εὐγνωμονεστέροις῾ τὰς μὲν ὑψηλοτέρας καὶ θεοπρεπεστέρας φωνὰς προσνείμαντες τῇ θεότητι, τὰς δὲ ταπεινοτέρας καὶ ἀνθρωπικωτέρας
τῷ νέῳ δι’ ἡμᾶς Ἀδὰμ καὶ θεῷ παθητῷ κατὰ 1 2 3 4 5 6 7 8 τῆς ἁμαρτίας· τοῖς δὲ καθ’ ἕκαστον οὐκ ἐπεξεληλύθαμεν, ἐπειγομένου τοῦ λόγου· σὺ δὲ καἰ τούτων ἐπιζητεῖς ἐν βραχεῖ τὰς λύσεις, τοῦ μὴ παρασύρεσθαι λόγοις πιθανότητος, ἡμεῖς καὶ ταύτας κεφαλαιώσομεν εἰς ἀριθμοὺς διελόντες διὰ τὸ εὐμνημόνευτον.
De Filio (Orat. 30). Gregorius Nazianzenus. ed. Arthur James Mason. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.