μένον· ἵνα μὴ λέγω, ὅτι κἀνταῦθα πάθος, ἂν σωματικῶς 1 2 3 4 5 6 7 8 9 λαμβάνηται, οἷον χρόνος, ἔφεσις, ἀνατύπωσις, φροντίς, ἐλπίς, λύπη, κίνδυνος, ἀποτυχία, διόρθωσις· ἃ πάντα καὶ πλείω τούτων περὶ τὴν κτίσιν, ὡς πᾶσιν εὔδηλον. θαυμάζω δέ, ὅτι μὴ καὶ τοῦτο τολμᾷς, συνδυασμούς τινας ἐννοεῖν,
καὶ χρόνους κυήσεως, καὶ κινδύνους ἀμβλώσεως, ὡς οὐδὲ γεννᾷν ἐγχωροῦν, εἰ μὴ οὕτω γεγέννηκεν· ἢ πάλιν πτηνῶν τινὰς καὶ χερσαίων καὶ ἐνύδρων γεννήσεις ἀπαριθμούμενος, τούτων τινὶ τῶν γεννήσεων ὑπάγειν τὴν θείαν καὶ ἀνεκλά- λῆτον, ἢ καὶ τὸν υἱὸν ἀναιρεῖν ἐκ τῆς καινῆς ὑποθέσεως.
καὶ οὐδ’ ἐκεῖνο δύνασαι συνιδεῖν, ὅτι ᾧ διάφορος ἡ κατὰ σάρκα γέννησις, — ποῦ γὰρ ἐν τοῖς σοῖς ἔγνως θεοτόκον παρθένον; — τούτῳ καὶ ἡ πνευματικὴ γέννησις ἐξαλλάττουσα· μᾶλλον δέ, ᾧ τὸ εἶναι μὴ ταὐτόν, τούτῳ καὶ τὸ γεννᾷν διάφορον.
De Filio (Orat. 29). Gregory of Nazianzus. ed. Arthur James Mason. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.