τὰ σωματικά. ἐγὼ δὲ εἰ μὲν ἀίδιον αὐτῷ τὸ γεννᾶσθαι, ἢ μή, οὔπω λέγω, ἕως ἂν τὸ Πρὸ πάντων βουνῶν γεννᾶ με ἀκριβῶς ἐπισκέψωμαι. οὐχ ὁρῶ δὲ τίς ἡ ἀνάγκη τοῦ λόγου. εἰ γὰρ ἦρκται κατ’ αὐτοὺς τὸ παυσόμενον, οὐκ ἦρκται πάντως τὸ μὴ παυσόμενον. τί τοίνυν ἀποφανοῦνται
περὶ ψυχῆς, ἢ τῆς ἀγγελικῆς φύσεως; εἰ μὲν ἦρκται, καὶ παύσεται· εἰ δὲ οὐ παύσεται, δῆλον ὅτι κατ’ αὐτοὺς οὐδὲ ἦρκται. ἀλλὰ μὴν καὶ ἦρκται, καὶ οὐ παύσεται. οὐκ ἄρα ἦρκται κατ’ αὐτοὺς τὸ παυσόμενον. ὁ μὲν οὖν ἡμέτερος λόγος· ὥσπερ ἵππου, καὶ βοός, καὶ ἀνθρώπου, καὶ ἑκάστου
τῶν ὑπὸ τὸ αὐτὸ εἶδος, εἷς λόγος ἐστί, καὶ ὂ μὲν ἂν μετέχῃ τοῦ λόγου, τοῦτο καὶ κυρίως λέγεσθαι, ὃ δ’ ἂν μὴ μετέχῃ, τοῦτο ἢ μὴ λέγεσθαι, ἢ μὴ κυρίως λέγεσθαι, οὕτω δὲ καὶ θεοῦ μίαν οὐσίαν εἶναι, καὶ φύσιν, καὶ κλῆσιν, κἂν 1 2 3 4 5 6 7 8 9 10 ἐπινοίαις τισὶ διαιρουμέναις συνδιαιρῆται καὶ τὰ ὀνόματα. καὶ ὃ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν· ὃ δ’ ἂν ἦ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι· εἴπερ μὴ ἐν ὀνόμασιν, ἀλλ’ ἐν πράγμασίν ἐστιν ἡμῖν ἢ ἀλήθεια. οἱ δέ, ὥσπερ δεδοικότες μὴ πάντα κινεῖν κατὰ τῆς ἀληθείας,
θεὸν μὲν εἶναι τὸν υἱὸν ὁμολογοῦσιν, ὅταν βιασθῶσι τῶ λόγῳ καὶ ταῖς μαρτυρίαις, ὁμώνυμον δὲ καὶ μόνης κοινω- νοῦντα τῆς κλήσεως.
De Filio (Orat. 29). Gregory of Nazianzus. ed. Arthur James Mason. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.