ταὐτὸν τῆ φύσει τὸ ἄναρχον καὶ τὸ κτιζόμενον. εἰ δὲ τὸ 1 2 3 4 5 6 7 γεγεννηκὸς καὶ τὸ γεγεννημένον, οὐκ ὀρθῶς λέγεται. ταὐτὸν γὰρ εἶναι πᾶσα ἀνάγκη. αὕτη γὰρ φύσις γεννήματος, ταὐτὸν εἶναι τῷ γεγεννηκότι κατὰ τὴν φύσιν. ἢ οὕτω πάλιν· πῶς λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν
τὴν ἀγεννησίαν αὐτὴν καὶ τὴν γέννησιν, οὐ ταὐτόν· εἰ δὲ οἷς ὑπάρχει ταῦτα, πῶς οὐ ταὐτόν; ἐπεὶ καὶ τὸ ἄσοφον καὶ τὸ σοφὸν ἀλλήλοις μὲν οὐ ταὐτά, περὶ ταὐτὸν δέ, τὸν ἄνθρωπον· καὶ οὐκ οὐσίας τέμνει, περὶ δὲ τὴν αὐτὴν οὐσίαν τέμνεται. ἢ καὶ τὸ ἀθάνατον, καὶ τὸ ἄκακον, καὶ
τὸ ἀναλλοίωτον οὐσία θεοῦ. ἀλλ’ εἰ τοῦτο, πολλαὶ οὐσίαι θεοῦ, καὶ οὐ μία. ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον. οὐ γὰρ ἀσυνθέτως ταῦτα, εἴπερ οὐσίαι.
De Filio (Orat. 29). Gregory of Nazianzus. ed. Arthur James Mason. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.