κατειληφέναι δόξη τῷ χαλεπὸν εἰπεῖν, καὶ διαφύγῃ τῷ ἀνεκφράστῳ τὸν ἔλεγχον. ἀλλὰ φράσαι μὲν ἀδύνατον, ὡς ὁ ἐμὸς λόγος, νοῆσαι δὲ ἀδυνατώτερον. τὸ μὲν γὰρ νοηθὲν 1 2 3 4 5 6 7 8 9 10 11 τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἁλλ’ ἀμυδρῶς γε, τῷ μὴ πάντη τὰ ὦτα διεφθαρμένῳ καὶ νωθρῷ τὴν διάνοιαν. τὸ δὲ τοσοῦτον πρᾶγμα τῇ διανοίᾳ περιλαβεῖν πάντως ἀδύνατον καὶ ἀμήχανον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις, καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν ὑψηλοῖς
τε καὶ φιλοθέοις, καὶ ὁμοίως πάσῃ γεννητῇ φύσει, καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ καὶ τὸ παχὺ τοῦτο σαρκίον πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν. οὐκ οἶδα δέ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω καὶ νοεραῖς φύσεσιν, αἳ διὰ τὸ πλησίον εἶναι θεοῦ, καὶ ὅλῳ τῷ φωτὶ καταλάμπεσθαι, τυχὸν ἂν καὶ
τρανοῖντο, εἰ καὶ μὴ πάντη, ἀλλ’ ἡμῶν γε τελεώτερόν τε καὶ ἐκτυπώτερον, καὶ ἄλλων ἄλλαι πλεῖον ἢ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς τάξεως.
De Theologia (Orat. 28). Gregorius Nazianzenus. ed. Arthur James Mason. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.