λεπτότητας, καὶ ὅσοις σὺ τὴν θαυμασίαν σου ταύτην ἐπιστήμην ἀποσεμνύνεις· οὔπω τοῦτο κατάληψις τῶν ὄντων ἐστίν, ἀλλὰ κινήσεως τινος ἐπιτήρησις, ἣ πλείονι γυμνασία βεβαιωθεῖσα, καὶ εἰς ἓν ἀγαγοῦσα τὰ τηρηθέντα πλείοσιν, εἶτα λόγον ἐπινοήσασα, ἐπιστήμη προσηγορεύθη·
ὥσπερ τὰ περὶ σελήνην παθήματα γνώριμα γέγονε τοῖς πολλοῖς, τὴν ὄψιν ἀρχὴν λαβόντα τῆς γνώσεως. σὺ δέ, εἰ λίαν ἐπιστήμων εἶ τούτων, καὶ δικαίως ζητεῖς θαυμάζεσθαι, εἰπὲ τίς ἡ τῆς τἀξ ἕως αἰτία καὶ τῆς κινήσεως; πόθεν ἥλιος φρυκτωρεῖ πάσῃ τῆ οἰκουμένῃ καὶ πάσαις ὄψεσιν,
ὥσπερ χοροῦ τινὸς κορυφαῖος, πλέον τοὺς ἄλλους ἀστέρας ἀποκρύπτων φαιδρότητι ἤ τινες ἐκείνων ἑτέρους; ἀπόδειξις δέ, οἱ μὲν ἀντιλάμπουσιν, ὁ δὲ ὑπερλάμπει, καὶ οὐδὲ ὅτι συνανίσχουσιν ἐᾷ γνωρίζεσθαι, καλὸς ὡς νυμφίος, ταχὺς ὡς γίγας καὶ μέγας· οὐδὲ γὰρ ἀνέχομαι ἄλλοθεν ἢ τοῖς
13 14 15 16 17 18 19 20 21 ἐμοῖς τοῦτον ἀποσεμνύνειν· τοσοῦτος τὴν δύναμιν, ὥστε ἀπ’ ἄλλων ἄκρων ἄλλα τῆ θερμότητι καταλαμβάνειν, καὶ μηδὲν διαφεύγειν αὐτοῦ τὴν αἴσθησιν, ἀλλὰ πᾶσαν πλη- ροῦσθαι καὶ ὄψιν φωτὸς καὶ σωματικὴν φύσιν θερμότητος·
θέροντος, ἀλλ’ οὐ φλέγοντος, εὐκρασίας ἡμερότητι καὶ τάξει κινήσεως, ὡς πᾶσι παρόντος, καὶ πάντα ἐπίσης περιλαμβάνοντος.
De Theologia (Orat. 28). Gregorius Nazianzenus. ed. Arthur James Mason. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.