ἰδίων ὅρων ἐντός· εἰ δὲ μὴ τὸ ἥμερον, πάντως τὸ μέγεθος. ἐπεὶ δὲ ἀμφότερα, τὴν ἐν ἀμφοτέροις δύναμιν ἐπαινέσομαι. τί τὸ συναγαγόν; τί τὸ δῆσαν; πῶς ἐπαίρεταί τε καὶ ἵσταται, ὥσπερ αἰδουμένη τὴν γείτονα γῆν; πῶς καὶ δέχεται ποταμοὺς ἅπαντας, καὶ ἡ αὐτὴ διαμένει διὰ πλήθους
περιουσίαν, ἢ οὐκ οἶδ’ ὅτι χρὴ λέγειν; πῶς ψάμμος ὅριον αὐτῇ, τηλικούτῳ στοιχείῳ; ἔχουσί τι λέγειν οἱ φυσικοὶ καὶ σοφοὶ τὰ μάταια, καὶ κυάθῳ μετροῦντες ὄντως τὴν θάλασσαν, τὰ τηλικαῦτα ταῖς ἑαυτῶν ἐπινοίαις; ἢ συντόμως ἐγὼ παρὰ τῆς γραφῆς τοῦτο φιλοσοφήσω καὶ τῶν μακρῶν
λόγων πιθανώτερόν τε καὶ ἀληθέστερον; Πρόσταγμα 1 2 3 4 5 6 7 8 9 10 11 12 ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος. τοῦτο τῆς ὑγρᾶς φύσεως ὁ δεσμός. πῶς δὲ τὸν χερσαῖον ναυτίλον ἄγει ξύλῳ μικρῷ καὶ πνεύματι, — τοῦτο οὐ θαυμάζεις ὁρῶν; οὐδ’ ἐξίσταταί σου ἡ διάνοια; — iva γῆ καὶ θάλασσα δεθῶσι ταῖς χρείαις
καὶ ταῖς ἐπιμιξίαις, καὶ εἰς ἓν ἔλθῃ τῷ ἀνθρώπῳ τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὴν φύσιν; τίνες δὲ πηγῶν αἱ πρῶται πηγαί, ζήτησον, ἄνθρωπε, εἴ τί σοι τούτων ἐξιχνεῦσαι ἢ εὑρεῖν δυνατόν. καὶ τίς ὁ ποταμοῖς σχίσας καὶ πεδία καὶ ὄρη, καὶ δοὺς τὸν δρόμον ἀκώλυτον;
καὶ πῶς ἐκ τῶν ἐναντίων τὸ θαῦμα, μήτε θαλάσσης ἐπεξ- ιούσης, μήτε ποταμῶν ἱσταμένων; τίς δὲ ἡ τῶν ὑδάτων τροφή, καὶ τί τὸ ταύτης διάφορον, τῶν μὲν ἄνωθεν ἀρδομένων, τῶν δὲ ταῖς ῥίζαις ποτιζομένων, ἵνα τι καὶ αὐτὸς κατατρυφήσω τοῦ λόγου, θεοῦ τὴν τρυφὴν ἐξηγούμενος;
De Theologia (Orat. 28). Gregorius Nazianzenus. ed. Arthur James Mason. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.