Παύλου λέγοντος, ὅτι ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. ταῦτα καὶ τὰ τοιαῦτα ὁμολογεῖ ὁ μὴ ἰδιώτης τὴν γνῶσιν, ὁ δοκιμὴν ἀπειλῶν τοῦ ἐν αὐτῷ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 λαλοῦντος χριστοῦ, ὁ μέγας τῆς ἀληθείας προαγωνιστὴς καὶ διδάσκαλος· καὶ πᾶσαν τὴν κάτω γνῶσιν οὐδὲν ὑπὲρ τὰ ἔσοπτρα καὶ τὰ αἰνίγματα τίθεται, ὡς ἐν μικροῖς τῆς ἀληθείας ἱσταμένην ἰνδάλμασιν. εἰ δὲ μὴ λίαν δοκῶ
τισὶ περιττὸς καὶ περίεργος τὰ τοιαῦτα ἐξετάζων, οὐδὲ ἄλλα τινὰ τυχὸν ἢ ταῦτα ἦν, ἃ μὴ δύναται νῦν βασταχθῆναι, ἅπερ ὁ Λόγος αὐτὸς ὑπῃνίσσετο, ὥς ποτε βασταχθησόμενα καὶ τρανωθησόμενα· καὶ ἃ μηδ’ ἂν αὐτὸν δυνηθῆναι χωρῆσαι τὸν κάτω κόσμον Ἰωάννης ὁ τοῦ Λόγου πρόδρομος
ἡ μεγάλη τῆς ἀληθείας φωνή, διωρίζετο.
De Theologia (Orat. 28). Gregorius Nazianzenus. ed. Arthur James Mason. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.