κατάγων δέ αἰτίαν ἣν ἄνω προεῖπον, εἰς τὸ τούτου σπέρμα πάροικον γινόμενον ἐν γῇ ἀλλοτρίᾳ μὴ ἀποστραφῆναι τὸ ὄνομα τοῦ θεοῦ, ἐπὶ σώματος δὲ φέρειν σφραγῖδα ὑπομνήσεως χάριν καὶ ἐλέγχου εἰς τὸ ἐμμένειν τῇ τοῦ πατρὸς αὐτῶν θεοσεβείᾳ.
καὶ ὡμολόγηται μὲν ὅτι ἐκ προστάγματος θεοῦ ἡ περιτομὴ τότε ὑπῆρχεν, τύπῳ δὲ ἦν αὕτη διατεταγμένη τότε, ὡς κατὰ ἀκολουθίαν προβαίνοντες ὕστερον περὶ τούτου δείξομεν.
καὶ οἱ τούτου παῖδες, ἔν τε τῇ Χανανίτιδι γῇ, Ἰουδαίᾳ καὶ Φυλιστιεὶμ οὕτως κληθείσῃ τότε, τανῦν δὲ Παλαιστίνῃ καλουμένῃ, ἀλλὰ καὶ έν Αἰγύπτῳ.
βασιλεύων, πραθεὶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ διὰ φθόνον. ἡ δὲ τοῦ θεοῦ οἰκονομία τὰ ἀγαθὰ συνεργοῦσα τῷ δικαίῳ, εἰς θαυμασμὸν μετήγαγεν τὴν κατὰ τοῦ αὐτοῦ Ἰωσήφ ἐπιβουλήν.
οὗπερ οἱ ἱερεῖς κατέστησαν, καὶ διὰ τοῦ Ἰούδα, ἐξ οὗ μετὰ χρόνον ὁ βασιλεὺς ἠρξε Δαυίδ.
τὴν νομοθεσίαν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.