με, Ö370 ἀνακανίζων μου τὸν οἶκον«, τουτέστιν τὸ σῶμα τὸ πεσόν, 1 2 3 καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ«.
εἰς τὸν ἀγρόν«, ὁμοῦ πᾶσι τὴν νουθεσίαν ἐπεκτεινόμενος κατὰ κατὰ ἀγρόν τε καὶ κατὰ ἄστυ, λογίοις τε καὶ τοῖς τὰς βαναύσους τέχνας ἐπιχειροῦσιν, οἶς ούδεμία ἐργασία κατὰ ἀγρὸν ἐπιζητουμένη·
πάντας κέκληκεν ἐπειποῦσα »ἐτοιμάζου εἰς τὸν ἀγρόν«, <τί> ἀλλ’ τοῦτο αἰνιττομένη, ὃτι παντὶ ἀνθρώπῳ πολίτῃ τε καὶ ἀγροίκῳ ἀπόθεσις τοῦ σώματος ἀγρός, τὸ διὰ τὴν ταφὴν τέλος;
ἃπαξ γὰρ ᾠκοδομήθη ὲν τῇ πλάσει τῇ κατὰ τὴν γαστέρα, ὃτε μητέρες ἐκύϊσκον ἓκαστον ἡμῶν ἐν τῇ πλάσει· ἀπὸ ἀπὸ τῆς D687 γῆς ¨η ἀνάστασις ἢ ἀπὸ ἀγροῦ, οὐκέτι οίκοδομουμένῃ ἀλλὰ ἀνοικοδομουμένῃ, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῇ καθαίρεσιν ἐν τῷ τῆς ταφῆς πτώ- ματι·
ἡμέραις ἐγείρω αὐτόν« ἢ οἰκοδομῶ αὐτόν, σοφία ὢν καὶ ἐν τοιαύτῃ »φρονήσει« *, ἡς οὐκ ἔστιν« ὑπὸ ἀνθρώπων ἐξεύρεσις‘, ἐν ᾗ ἐξ ἀπόρων τόπων διαχυθέντων ἡμῶν τῶν σωμάτων, τῶν μὲν τέφραν τῶν δὲ ἐν θαλάσσῃ τῶν δὲ ὑπὸ σαρκοβόρων οἰωνῶν τῶν δὲ ὑπὸ θηρίων τῶν δὲ ὑπὸ σκωλήκων φθαρέντων, * φέρει.
κληρονομία, μετασχέτω τὸ σῶμα ὡν βούλεται· τρυφάτωσαν οἱ περὶ τὸν Γεδεὼν καὶ μὴ κακουχείσθωσαν ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασι«, μὴ μάτην καμνέτω Ἰωάννης ἐκ καμήλων ἔχων τὸ ἔνδυμα, μὴ ἐν ἀναχωρήσει τὴν σάρκα ὑπωπιάσωμεν, μὴ τὰ σώματα P603 ἡμῶν δαμάσωμεν ἐν ἁγνείᾳ.
ἐν ἁγνείᾳ ἐν νηστείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς, »οὐκ ἄδικος ὁ θεὸς. ἀποστερεῖν τὸν κάματον τοῦ κεκμηκότος καὶ μὴ ἀποτῖσαι τὴν μισθαποδοσίαν τῷ ἃμα τῇ ψυχῇ κεκμηκότι σώματι.
ἀλλὰ ἀπ᾿ ἐκείνου τοῦ φθαρτοῦ καὶ γηίνου σώματος τὸ πορνεύειν τὸ μοιχεύειν τὸ ἀσελγαίνειν· ἐξότε γὰρ ἀπ᾿ ἐμοῦ ἀπέστη, οὐδέν μοι τού- των πέπρακται, καὶ ἔσται εὐαπολόγητος καὶ παραλύουσα τὴν τοῦ θεοῦ κρίσιν.
τὸ ἔργον γεγένηται, ἀλλὰ τὸ εἶδος εἰς ἀλληγορίαν τῆς τότε παραβολευθείσης ἀληθείας ἐτελειώθη, ὡς συνήχθη ὀστέον πρὸς ὀστέον καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ ξηρῶν ὄντων τῶν ὀστέων καὶ οὺδέπω ψυχῆς οὐδὲ πνεύματος τοῦ κινοῦντος ἐν αὐτοῖς ὄντος, καὶ] εὐθὺς τὰ σώματα συνήχθη καὶ κατὰ τὸν τοῦ προφήτου λόγον ἐστερεώθη.
ἐπόρνευσα, μὴ εἰδωλολάτρησα; καὶ ἔσται ἀντιλέγον τὸ σῶμα τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ εὐλόγως ἀντιλέγον.
ἀπολαβεῖν τὴν πᾶσαν ἀπὸ θεοῦ καλὴν ἀνταπόδοσιν καὶ τοὺς τὰ μάταια πεποιηκότας ὡσαύτως κριθῆναι, σῶμα ἅμα ψυχῇ καὶ ψυχὴν αμα σωματι.
αὐτοῦ πίστιν ἐν ἡμῖν, προγινώσκων τὴν μέλλουσαν ἐν σοί, Ὠρίγενες, ἀπιστίαν γίνεσθαι * τὸ ἀμφιβαλλόμενον μᾶλλον παρὰ σοὶ καὶ ἐν πολλαῖς αἱρέσεσι, ταῖς τῆς ἀπιστίας σου ὁμοίαις Μανιχαίων καὶ Μαρκιωνιστῶν, καὶ λοιπὸν τὰ πάντα ἐν ἑαυτῷ τελειώσας εἰς βεβαίωσιν καὶ στερέμνιον τῆς πίστεως αὐτοῦ καὶ ἀληθείας ἐναργῶς
ἐποίησεν.
βεβαίωσιν τῆς ἡμῶν περὶ ζωῆς γνώσεως, σώματα εἰπὼν τῶν ἁγίων.
καὶ οὐκ εἶπεν· τοὺς παραπικρανθέντας ἢ παραπικραινομένους, ἀλλὰ τοὺς παραπικραίνοντας.
τόπῳ ἐπ’ αὐτὸν * σταυρωθεὶς καὶ πληρῶν τὸ γεγραμμένον »ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός«, ὁ ἐπάνω σου ἐσταυρωμένος, — καὶ ἄλλων μετ’ αὐτῶν ἐκ τῶν ἰδίων <αὐτοὺς > ἐπιγινωσκόντων πρῶτον μὲν ἐξέπληττον τοὺς τας.
ἢ <συγγενὴς> συγγενεῖ πρὸ ἐτῶν εἴκοσι ἢ δέκα τελευτήσαντι, καὶ τοῦ θαύματος ἐρωτῶντες· οὐκ εἶ σὺ ὁ δεῖνα ὁ ἐν τῷδε τῷ τόπῳ ὑφ᾿ ἡμῶν; πῶς ἀνέστης καὶ ἠλθες;
λαὸν Ἰησοῦν όνόματι κρατήσαντες ἐσταυρώσαμεν καὶ D690 ἐπαύσατο ή πλάνη,
λοιπὸν ἐπληροῦτο ἡ θεία γραφή, τό ὁμοίως τοὺς τοὺς κατοικοῦντας ἐν τάφοις‘.
πιστεύσατε καὶ μὴ πολλοὺς ἀπολέσητε τῇ ὑμῶν πλάνῃ.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.