με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἁγίων, ἀλλὰ πολλῷ πλέον τοῦ γράφειν καὶ κατὰ προτροπὴν θεότητος εἰς τοῦτο ἤγαγές [με], μάτρυς ἔσῃ μοι πρὸς θεὸν μεθ᾿ ὅλου τοῦ βίου καὶ περὶ τῶν ὐπηγορευμένων ἐξεταζομένῳ, ποίᾳ τε προθέσει τοῦτο γεγένηται.
πῆ δὲ ἢτοι βιαζόμεθα βιαιότερο, ἢ * δοκοῦμεν * τι λέγειν. ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταρονοῦντες τοῦ »ὅτε λέγεις περὶ θεοῦ, κρίνῃ ὑπὸ θεοῦ« καλῶς εἰρημένου, καὶ τοῦ »περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός«.
θεῷ καὶ πατρὶ τῶν ὅλων διὰ τοῦ σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ 1 2 3 θεοῦ προσιὼν αἰτήσῃς δοθῆναι ἡμῖν πρῶτονκαλῶς ζητεῖν, ἐπεὶ κεῖται τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ θεῷ τῶν οὐχ ὁδῷ ἐπὶ τοῦτο προϊόντων.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.