λε<ί>ως ως ἐκτέμνωμεν <τὴν> ὕδραν, εἰς τὸ προκείμενον ἐφεξῆς γάρ, καθάπερ ὑπεσχόμην, καὶ τὰ ἄλλα ἃ προσαποροῦσι κεφάλαια θεὶς D657 καὶ ἃ χρὴ πρὸς αὐτὰ λέγεσθαι ἀποδείξας, ἀκόλουθα παραστήσω αὐτὸν καὶ σύμφωνα εἰς τὴν περὶ τῆς ἀναστάσεως τῆς σαρκὸς πίστιν καὶ αὐτὰ εἰρηκότα.
εἰπεῖν. τὸ γάρ »ἐγὼ δὲ ἔζων« λεχθὲν αὐτῷ »χωρὶς νόμου ποτέ« ἄνω τὴν ἐν τῷ παραδείσῳ, καθάπερ ἐξ ἀρχῆς ὑπεθέμεθα, πρὸ τῆς ἐντολῆς, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος ἡμῶν ἐν τοῖς πρωτοπλάστοις διαγωγὴν παρεγγυᾷ,
χρῆσθαι αἱρεῖται πολιτεύματι, ἵνα δικαίως ἢ τιμηθῇ ἢ ψεχθῇ, ἀνυτπεύθυνον παντὸς λεκτέον ὑπάρχειν τοῦτο ἐγκηήματος, ὅτί μὴ δύναται τούτων P5825 ἐπιθυμῆσαι ὦν μὴ κεκώλυται. κἂν ἐπιθυμήσῃ δέ, οὐκ αἰτιαθήσεται.
κεκώλυταί τις μηδὲ ἐνδεής ἐστι, τούτου ἐπιθυμεῖ καὶ ἐρᾷ; ὅθεν διὰ τοῦτο »τὴν ἐπιθυμίαν οὔκ ᾔδειν«, <ἔφη,> »εἰ μὴ ὁ Ö334 νόμος ἔλεγεν, οὐκ ἑπιθυμήδεις«.
γὰρ ὦν ἔχει καὶ ὦν ἐξουσιάζει καὶ κέχρηται αὐτοῖς, ὁ ἐπιθυμῶν ἐπιθυμεῖ, ἀλλὰ ὦν κεκώλυται καὶ ἀφῄρηται καὶ οὐκ ἔχει.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.